B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Aristotelis
Analytica priora
     
   


Ἀναλυτικὰ πρότερα
βιβλίον Β´ 19 - 27

____________________________________

19

25
Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον,
ὅταν ἄνευ τῶν συμπερασμάτων ἐρωτᾶι τὸν λόγον, ὅπως μὴ
δοθῆι δὶς ταὐτὸν ἐν ταῖς προτάσεσιν, ἐπειδήπερ ἴσμεν ὅτι
ἄνευ μέσου συλλογισμὸς οὐ γίνεται, μέσον δ᾽ ἐστὶ τὸ πλε-
ονάκις λεγόμενον. ὡς δὲ δεῖ πρὸς ἕκαστον συμπέρασμα τη-
30
ρεῖν τὸ μέσον, φανερὸν ἐκ τοῦ εἰδέναι ποῖον ἐν ἑκάστωι σχή-
ματι δείκνυται. τοῦτο δ᾽ ἡμᾶς οὐ λήσεται διὰ τὸ εἰδέναι πῶς
ὑπέχομεν τὸν λόγον.

Χρὴ δ᾽ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινο-
μένους, αὐτοὺς ἐπιχειροῦντας πειρᾶσθαι λανθάνειν. τοῦτο δ᾽
35
ἔσται πρῶτον, ἐὰν τὰ συμπεράσματα μὴ προσυλλογίζων-
ται ἀλλ᾽ εἰλημμένων τῶν ἀναγκαίων ἄδηλα ἦι, ἔτι δὲ ἂν
μὴ τὰ σύνεγγυς ἐρωτᾶι, ἀλλ᾽ ὅτι μάλιστα ἄμεσα. οἷον
ἔστω δέον συμπεραίνεσθαι τὸ Α κατὰ τοῦ Ζ· μέσα Β Γ Δ Ε.
δεῖ οὖν ἐρωτᾶν εἰ τὸ Α τῶι Β, καὶ πάλιν μὴ εἰ τὸ Β τῶι
Γ, ἀλλ᾽ εἰ τὸ Δ τῶι Ε, κἄπειτα εἰ τὸ Β τῶι Γ, καὶ οὕτω
66b
τὰ λοιπά. κἂν δι᾽ ἑνὸς μέσου γίνηται ὁ συλλογισμός, ἀπὸ
τοῦ μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἂν οὕτω λανθάνοι τὸν
ἀποκρινόμενον.


20

Ἐπεὶ δ᾽ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων γί-
5
νεται συλλογισμός, φανερὸν καὶ πότ᾽ ἔσται καὶ πότ᾽ οὐκ
ἔσται ἔλεγχος. πάντων μὲν γὰρ συγχωρουμένων, ἢ ἐναλλὰξ
τιθεμένων τῶν ἀποκρίσεων, οἷον τῆς μὲν ἀποφατικῆς τῆς δὲ
καταφατικῆς, ἐγχωρεῖ γίνεσθαι ἔλεγχον. ἦν γὰρ συλλογι-
σμὸς καὶ οὕτω καὶ ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστ᾽ εἰ τὸ κεί-
10
μενον ἐναντίον τῶι συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγ-
χον· ὁ γὰρ ἔλεγχος ἀντιφάσεως συλλογισμός. εἰ δὲ μη-
δὲν συγχωροῖτο, ἀδύνατον γενέσθαι ἔλεγχον· οὐ γὰρ ἦν
συλλογισμὸς πάντων τῶν ὅρων στερητικῶν ὄντων, ὥστ᾽ οὐδ᾽
ἔλεγχος· εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμὸν εἶναι,
15
συλλογισμοῦ δ᾽ ὄντος οὐκ ἀνάγκη ἔλεγχον. ὡσαύτως δὲ καὶ
εἰ μηδὲν τεθείη κατὰ τὴν ἀπόκρισιν ἐν ὅλωι· ὁ γὰρ αὐτὸς
ἔσται διορισμὸς ἐλέγχου καὶ συλλογισμοῦ.


21

Συμβαίνει δ᾽ ἐνίοτε, καθάπερ ἐν τῆι θέσει τῶν ὅρων
ἀπατώμεθα, καὶ κατὰ τὴν ὑπόληψιν γίνεσθαι τὴν ἀπάτην,
20
οἷον εἰ ἐνδέχεται τὸ αὐτὸ πλείοσι πρώτοις ὑπάρχειν, καὶ
τὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲ
εἰδέναι. ἔστω τὸ Α τῶι Β καὶ τῶι Γ καθ᾽ αὑτὰ ὑπάρ-
χον, καὶ ταῦτα παντὶ τῶι Δ ὡσαύτως. εἰ δὴ τῶι μὲν Β τὸ
Α παντὶ οἴεται ὑπάρχειν, καὶ τοῦτο τῶι Δ, τῶι δὲ Γ τὸ Α
25
μηδενί, καὶ τοῦτο τῶι Δ παντί, τοῦ αὐτοῦ κατὰ ταὐτὸν ἕξει
ἐπιστήμην καὶ ἄγνοιαν. πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκ
τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τὸ Α ὑπάρχει τῶι Β, τοῦτο δὲ
τῶι Γ καὶ τὸ Γ τῶι Δ, ὑπολαμβάνοι δὲ τὸ Α παντὶ τῶι Β
ὑπάρχειν καὶ πάλιν μηδενὶ τῶι Γ· ἅμα γὰρ εἴσεταί τε καὶ
30
οὐχ ὑπολήψεται ὑπάρχειν. ἆρ᾽ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τού-
των ἢ ὁ ἐπίσταται, τοῦτο μὴ ὑπολαμβάνειν; ἐπίσταται γάρ
πως ὅτι τὸ Α τῶι Γ ὑπάρχει διὰ τοῦ Β, ὡς τῆι καθόλου τὸ
κατὰ μέρος, ὥστε ὅ πως ἐπίσταται, τοῦτο ὅλως ἀξιοῖ μὴ
ὑπολαμβάνειν· ὅπερ ἀδύνατον. Ἐπὶ δὲ τοῦ πρότερον λεχθέν-
35
τος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον, καθ᾽ ἑκάτε-
ρον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προτάσεις οὐκ ἐγχωρεῖ
ὑπολαμβάνειν, οἷον τὸ Α τῶι μὲν Β παντί, τῶι δὲ Γ μη-
δενί, ταῦτα δ᾽ ἀμφότερα παντὶ τῶι Δ. συμβαίνει γὰρ ἢ
ἁπλῶς ἢ ἐπί τι ἐναντίαν λαμβάνεσθαι τὴν πρώτην πρότα-
σιν. εἰ γὰρ ὧι τὸ Β ὑπάρχει, παντὶ τὸ Α ὑπολαμβάνει
67a
ὑπάρχειν, τὸ δὲ Β τῶι Δ οἶδε, καὶ ὅτι τῶι Δ τὸ Α οἶδεν.
ὥστ᾽ εἰ πάλιν, ὧι τὸ Γ, μηδενὶ οἴεται τὸ Α ὑπάρχειν, ὧι τὸ
Β τινὶ ὑπάρχει, τούτωι οὐκ οἴεται τὸ Α ὑπάρχειν. τὸ δὲ
παντὶ οἰόμενον ὧι τὸ Β, πάλιν τινὶ μὴ οἴεσθαι ὧι τὸ Β, ἢ
5
ἁπλῶς ἢ ἐπί τι ἐναντίον ἐστίν. Οὕτω μὲν οὖν οὐκ ἐνδέχεται
ὑπολαβεῖν, καθ᾽ ἑκάτερον δὲ τὴν μίαν ἢ κατὰ θάτερον ἀμ-
φοτέρας οὐδὲν κωλύει, οἷον τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τῶι
Δ, καὶ πάλιν τὸ Α μηδενὶ τῶι Γ. ὁμοία γὰρ ἡ τοιαύτη
ἀπάτη καὶ ὡς ἀπατώμεθα περὶ τὰς ἐν μέρει, οἷον εἰ ὧι τὸ Β,
10
παντὶ τὸ Α ὑπάρχει, τὸ δὲ Β τῶι Γ παντί, τὸ Α παντὶ
τῶι Γ ὑπάρξει. εἰ οὖν τις οἶδεν ὅτι τὸ Α, ὧι τὸ Β, ὑπάρ-
χει παντί, οἶδε καὶ ὅτι τῶι Γ. ἀλλ᾽ οὐδὲν κωλύει ἀγνοεῖν
τὸ Γ ὅτι ἔστιν, οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί, τὸ δ᾽ ἐφ᾽ ὧι Β
τρίγωνον, τὸ δ᾽ ἐφ᾽ ὧι Γ αἰσθητὸν τρίγωνον. ὑπολάβοι γὰρ
15
ἄν τις μὴ εἶναι τὸ Γ, εἰδὼς ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρ-
θάς, ὥσθ᾽ ἅμα εἴσεται καὶ ἀγνοήσει ταὐτόν. τὸ γὰρ εἰδέ-
ναι πᾶν τρίγωνον ὅτι δύο ὀρθαῖς οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ
τὸ μὲν τῶι τὴν καθόλου ἔχειν ἐπιστήμην, τὸ δὲ τὴν καθ᾽
ἕκαστον. οὕτω μὲν οὖν ὡς τῆι καθόλου οἶδε τὸ Γ ὅτι δύο ὀρ-
20
θαί, ὡς δὲ τῆι καθ᾽ ἕκαστον οὐκ οἶδεν, ὥστ᾽ οὐχ ἕξει τὰς
ἐναντίας. ὁμοίως δὲ καὶ ὁ ἐν τῶι Μένωνι λόγος, ὅτι ἡ μά-
θησις ἀνάμνησις. οὐδαμοῦ γὰρ συμβαίνει προεπίστασθαι τὸ
καθ᾽ ἕκαστον, ἀλλ᾽ ἅμα τῆι ἐπαγωγῆι λαμβάνειν τὴν τῶν
κατὰ μέρος ἐπιστήμην ὥσπερ ἀναγνωρίζοντας. ἔνια γὰρ εὐ-
25
θὺς ἴσμεν, οἷον ὅτι δύο ὀρθαῖς, ἐὰν ἴδωμεν ὅτι τρίγωνον.
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Τῆι μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέρει, τῆι δ᾽ οἰ-
κείαι οὐκ ἴσμεν, ὥστ᾽ ἐνδέχεται καὶ ἀπατᾶσθαι περὶ αὐτά,
πλὴν οὐκ ἐναντίως, ἀλλ᾽ ἔχειν μὲν τὴν καθόλου, ἀπατᾶ-
30
σθαι δὲ τὴν κατὰ μέρος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν προειρημέ-
νων· οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον ἀπάτη τῆι κατὰ τὸν
συλλογισμὸν ἐπιστήμηι, οὐδ᾽ ἡ καθ᾽ ἑκάτερον τῶν μέσων ὑπό-
ληψις. οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ Α ὅλωι τῶι Β
ὑπάρχει καὶ πάλιν τοῦτο τῶι Γ, οἰηθῆναι μὴ ὑπάρχειν τὸ
35
Α τῶι Γ, οἷον ὅτι πᾶσα ἡμίονος ἄτοκος καὶ αὕτη ἡμίονος
οἴεσθαι κύειν ταύτην· οὐ γὰρ ἐπίσταται ὅτι τὸ Α τῶι Γ, μὴ
συνθεωρῶν τὸ καθ᾽ ἑκάτερον. ὥστε δῆλον ὅτι καὶ εἰ τὸ μὲν
οἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται· ὅπερ ἔχουσιν αἱ κα-
θόλου πρὸς τὰς κατὰ μέρος ἐπιστήμας. οὐδὲν γὰρ τῶν αἰ-
67b
σθητῶν ἔξω τῆς αἰσθήσεως γενόμενον ἴσμεν, οὐδ᾽ ἂν ἠισθη-
μένοι τυγχάνωμεν, εἰ μὴ ὡς τῶι καθόλου καὶ τῶι ἔχειν τὴν
οἰκείαν ἐπιστήμην, ἀλλ᾽ οὐχ ὡς τῶι ἐνεργεῖν. τὸ γὰρ ἐπί-
στασθαι λέγεται τριχῶς, ἢ ὡς τῆι καθόλου ἢ ὡς τῆι οἰκείαι
5
ἢ ὡς τῶι ἐνεργεῖν, ὥστε καὶ τὸ ἠπατῆσθαι τοσαυταχῶς. οὐδὲν
οὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι περὶ ταὐτό, πλὴν οὐκ
ἐναντίως. ὅπερ συμβαίνει καὶ τῶι καθ᾽ ἑκατέραν εἰδότι τὴν
πρότασιν καὶ μὴ ἐπεσκεμμένωι πρότερον. ὑπολαμβάνων γὰρ
κύειν τὴν ἡμίονον οὐκ ἔχει τὴν κατὰ τὸ ἐνεργεῖν ἐπιστήμην,
10
οὐδ᾽ αὖ διὰ τὴν ὑπόληψιν ἐναντίαν ἀπάτην τῆι ἐπιστήμηι·
συλλογισμὸς γὰρ ἡ ἐναντία ἀπάτη τῆι καθόλου.

Ὁ δ᾽ ὑπολαμβάνων τὸ ἀγαθῶι εἶναι κακῶι εἶναι, τὸ
αὐτὸ ὑπολήψεται ἀγαθῶι εἶναι καὶ κακῶι. ἔστω γὰρ τὸ μὲν
ἀγαθῶι εἶναι ἐφ᾽ οὗ Α, τὸ δὲ κακῶι εἶναι ἐφ᾽ οὗ Β, πάλιν
15
δὲ τὸ ἀγαθῶι εἶναι ἐφ᾽ οὗ Γ. ἐπεὶ οὖν ταὐτὸν ὑπολαμβά-
νει τὸ Β καὶ τὸ Γ, καὶ εἶναι τὸ Γ τὸ Β ὑπολήψεται, καὶ
πάλιν τὸ Β τὸ Α εἶναι ὡσαύτως, ὥστε καὶ τὸ Γ τὸ Α.
ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθ᾽ οὗ τὸ Γ, τὸ Β, καὶ καθ᾽
οὗ τὸ Β, τὸ Α, καὶ κατὰ τοῦ Γ τὸ Α ἀληθὲς ἦν, οὕτω καὶ
20
ἐπὶ τοῦ ὑπολαμβάνειν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι· ταὐτοῦ
γὰρ ὄντος τοῦ Γ καὶ Β, καὶ πάλιν τοῦ Β καὶ Α, καὶ τὸ Γ
τῶι Α ταὐτὸν ἦν· ὥστε καὶ ἐπὶ τοῦ δοξάζειν ὁμοίως. ἆρ᾽ οὖν
τοῦτο μὲν ἀναγκαῖον, εἴ τις δώσει τὸ πρῶτον; ἀλλ᾽ ἴσως ἐκεῖνο
ψεῦδος, τὸ ὑπολαβεῖν τινὰ κακῶι εἶναι τὸ ἀγαθῶι εἶναι,
25
εἰ μὴ κατὰ συμβεβηκός· πολλαχῶς γὰρ ἐγχωρεῖ τοῦθ᾽
ὑπολαμβάνειν. ἐπισκεπτέον δὲ τοῦτο βέλτιον.

Ὅταν δ᾽ ἀντιστρέφηι τὰ ἄκρα, ἀνάγκη καὶ τὸ μέσον
ἀντιστρέφειν πρὸς ἄμφω. εἰ γὰρ τὸ Α κατὰ τοῦ Γ διὰ τοῦ
Β ὑπάρχει, εἰ ἀντιστρέφει καὶ ὑπάρχει, ὧι τὸ Α, παντὶ
30
τὸ Γ, καὶ τὸ Β τῶι Α ἀντιστρέψει καὶ ὑπάρξει, ὧι τὸ Α,
παντὶ τὸ Β διὰ μέσου τοῦ Γ· καὶ τὸ Γ τῶι Β ἀντιστρέψει
διὰ μέσου τοῦ Α. καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ὡσαύτως, οἷον
εἰ τὸ Β τῶι Γ ὑπάρχει, τῶι δὲ Β τὸ Α οὐχ ὑπάρχει, οὐδὲ
τὸ Α τῶι Γ οὐχ ὑπάρξει. εἰ δὴ τὸ Β τῶι Α ἀντιστρέφει,
35
καὶ τὸ Γ τῶι Α ἀντιστρέψει. ἔστω γὰρ τὸ Β μὴ ὑπάρχον
τῶι Α· οὐδ᾽ ἄρα τὸ Γ· παντὶ γὰρ τῶι Γ τὸ Β ὑπῆρχεν.
καὶ εἰ τῶι Β τὸ Γ ἀντιστρέφει, καὶ τὸ Α ἀντιστρέψει· καθ᾽
οὗ γὰρ ἅπαντος τὸ Β, καὶ τὸ Γ. καὶ εἰ τὸ Γ καὶ› πρὸς τὸ Α
ἀντιστρέφει, καὶ τὸ Β ἀντιστρέψει. ὧι γὰρ τὸ Β,
68a
τὸ Γ· ὧι δὲ τὸ Α, τὸ Γ οὐχ ὑπάρχει. καὶ μόνον τοῦτο
ἀπὸ τοῦ συμπεράσματος ἄρχεται, τὰ δ᾽ ἄλλα οὐχ ὁμοίως
καὶ ἐπὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ. Πάλιν εἰ τὸ Α καὶ
τὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἅπαντι δ᾽
5
ἀνάγκη τὸ Α ἢ τὸ Γ ὑπάρχειν, καὶ τὸ Β καὶ Δ οὕτως ἕξει
ὥστε παντὶ θάτερον ὑπάρχειν. ἐπεὶ γὰρ ὧι τὸ Α, τὸ Β, καὶ
ὧι τὸ Γ, τὸ Δ, παντὶ δὲ τὸ Α ἢ τὸ Γ καὶ οὐχ ἅμα, φα-
νερὸν ὅτι καὶ τὸ Β ἢ τὸ Δ παντὶ καὶ οὐχ ἅμα [οἷον εἰ τὸ
ἀγένητον ἄφθαρτον καὶ τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη τὸ
10
γένομενον φθαρτὸν καὶ τὸ φθαρτὸν γεγονέναι]· δύο γὰρ συλ-
λογισμοὶ σύγκεινται. πάλιν εἰ παντὶ μὲν τὸ Α ἢ τὸ Β καὶ
τὸ Γ ἢ τὸ Δ, ἅμα δὲ μὴ ὑπάρχει, εἰ ἀντιστρέφει τὸ Α
καὶ τὸ Γ, καὶ τὸ Β καὶ τὸ Δ ἀντιστρέφει. εἰ γὰρ τινὶ μὴ
ὑπάρχει τὸ Β, ὧι τὸ Δ, δῆλον ὅτι τὸ Α ὑπάρχει. εἰ δὲ
15
τὸ Α, καὶ τὸ Γ· ἀντιστρέφει γάρ. ὥστε ἅμα τὸ Γ καὶ τὸ Δ.
τοῦτο δ᾽ ἀδύνατον. οἷον εἰ τὸ ἀγένητον ἄφθαρτον καὶ
τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη τὸ γενόμενον φθαρτὸν καὶ τὸ
φθαρτὸν γεγονέναι›. Ὅταν δὲ τὸ Α ὅλωι τῶι Β καὶ τῶι Γ
ὑπάρχηι καὶ μηδενὸς ἄλλου κατηγορῆται, ὑπάρχηι δὲ καὶ
τὸ Β παντὶ τῶι Γ, ἀνάγκη τὸ Α καὶ Β ἀντιστρέφειν· ἐπεὶ
γὰρ κατὰ μόνων τῶν Β Γ λέγεται τὸ Α, κατηγορεῖται δὲ
20
τὸ Β καὶ αὐτὸ αὑτοῦ καὶ τοῦ Γ, φανερὸν ὅτι καθ᾽ ὧν τὸ Α,
καὶ τὸ Β λεχθήσεται πάντων πλὴν αὐτοῦ τοῦ Α. πάλιν ὅταν
τὸ Α καὶ τὸ Β ὅλωι τῶι Γ ὑπάρχηι, ἀντιστρέφηι δὲ τὸ Γ
τῶι Β, ἀνάγκη τὸ Α παντὶ τῶι Β ὑπάρχειν· ἐπεὶ γὰρ παντὶ
τῶι Γ τὸ Α, τὸ δὲ Γ τῶι Β διὰ τὸ ἀντιστρέφειν, καὶ τὸ Α
25
παντὶ τῶι Β ὑπάρξει. Ὅταν δὲ δυοῖν ὄντοιν τὸ Α τοῦ Β αἱ-
ρετώτερον ἦι, ὄντων ἀντικειμένων, καὶ τὸ Δ τοῦ Γ ὡσαύτως,
εἰ αἱρετώτερα τὰ Α Γ τῶν Β Δ, τὸ Α τοῦ Δ αἱρετώτερον.
ὁμοίως γὰρ διωκτὸν τὸ Α καὶ φευκτὸν τὸ Β (ἀντικείμενα
γάρ), καὶ τὸ Γ τῶι Δ (καὶ γὰρ ταῦτα ἀντίκειται). εἰ οὖν
30
τὸ Α τῶι Δ ὁμοίως αἱρετόν, καὶ τὸ Β τῶι Γ φευκτόν· ἑκά-
τερον γὰρ ἑκατέρωι ὁμοίως, φευκτὸν διωκτῶι. ὥστε καὶ τὰ
ἄμφω τὰ Α Γ τοῖς Β Δ. ἐπεὶ δὲ μᾶλλον, οὐχ οἷόν τε
ὁμοίως· καὶ γὰρ ἂν τὰ Β Δ ὁμοίως ἦσαν. εἰ δὲ τὸ Δ τοῦ Α
αἱρετώτερον, καὶ τὸ Β τοῦ Γ ἧττον φευκτόν· τὸ γὰρ ἔλατ-
35
τον τῶι ἐλάττονι ἀντίκειται. αἱρετώτερον δὲ τὸ μεῖζον ἀγα-
θὸν καὶ ἔλαττον κακὸν ἢ τὸ ἔλαττον ἀγαθὸν καὶ μεῖζον
κακόν· καὶ τὸ ἅπαν ἄρα, τὸ Β Δ, αἱρετώτερον τοῦ Α Γ.
νῦν δ᾽ οὐκ ἔστιν. τὸ Α ἄρα αἱρετώτερον τοῦ Δ, καὶ τὸ Γ ἄρα
τοῦ Β ἧττον φευκτόν. εἰ δὴ ἕλοιτο πᾶς ὁ ἐρῶν κατὰ τὸν
40
ἔρωτα τὸ Α τὸ οὕτως ἔχειν ὥστε χαρίζεσθαι, καὶ τὸ μὴ
χαρίζεσθαι τὸ ἐφ᾽ οὗ Γ, ἢ τὸ χαρίζεσθαι τὸ ἐφ᾽ οὗ Δ, καὶ
68b
τὸ μὴ τοιοῦτον εἶναι οἷον χαρίζεσθαι τὸ ἐφ᾽ οὗ Β, δῆλον ὅτι
τὸ Α τὸ τοιοῦτον εἶναι αἱρετώτερόν ἐστιν ἢ τὸ χαρίζεσθαι. τὸ
ἄρα φιλεῖσθαι τῆς συνουσίας αἱρετώτερον κατὰ τὸν ἔρωτα.
μᾶλλον ἄρα ὁ ἔρως ἐστὶ τῆς φιλίας ἢ τοῦ συνεῖναι. εἰ δὲ
5
μάλιστα τούτου, καὶ τέλος τοῦτο. τὸ ἄρα συνεῖναι ἢ οὐκ ἔστιν
ὅλως ἢ τοῦ φιλεῖσθαι ἕνεκεν· καὶ γὰρ αἱ ἄλλαι ἐπιθυμίαι
καὶ τέχναι οὕτως.


23

Πῶς μὲν οὖν ἔχουσιν οἱ ὅροι κατὰ τὰς ἀντιστροφὰς
καὶ τὸ αἱρετώτεροι ἢ φευκτότεροι εἶναι, φανερόν· ὅτι δ᾽ οὐ
10
μόνον οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ συλλογισμοὶ διὰ
τῶν προειρημένων γίνονται σχημάτων, ἀλλὰ καὶ οἱ ῥητορι-
κοὶ καὶ ἁπλῶς ἡτισοῦν πίστις καὶ ἡ καθ᾽ ὁποιανοῦν μέθοδον,
νῦν ἂν εἴη λεκτέον. ἅπαντα γὰρ πιστεύομεν ἢ διὰ συλλο-
γισμοῦ ἢ ἐξ ἐπαγωγῆς.

15
Ἐπαγωγὴ μὲν οὖν ἐστι καὶ ὁ ἐξ ἐπαγωγῆς συλλογι-
σμὸς τὸ διὰ τοῦ ἑτέρου θάτερον ἄκρον τῶι μέσωι συλλογίσα-
σθαι, οἷον εἰ τῶν Α Γ μέσον τὸ Β, διὰ τοῦ Γ δεῖξαι τὸ Α
τῶι Β ὑπάρχον· οὕτω γὰρ ποιούμεθα τὰς ἐπαγωγάς. οἷον
ἔστω τὸ Α μακρόβιον, τὸ δ᾽ ἐφ᾽ ὧι Β τὸ χολὴν μὴ ἔχον,
20
ἐφ᾽ ὧι δὲ Γ τὸ καθ᾽ ἕκαστον μακρόβιον, οἷον ἄνθρωπος καὶ
ἵππος καὶ ἡμίονος. τῶι δὴ Γ ὅλωι ὑπάρχει τὸ Α (πᾶν γὰρ
τὸ Γ μακρόβιον)· ἀλλὰ καὶ τὸ Β, τὸ μὴ ἔχειν χολήν,
παντὶ ὑπάρχει τῶι Γ. εἰ οὖν ἀντιστρέφει τὸ Γ τῶι Β καὶ μὴ
ὑπερτείνει τὸ μέσον, ἀνάγκη τὸ Α τῶι Β ὑπάρχειν. δέδεικ-
25
ται γὰρ πρότερον ὅτι ἂν δύο ἄττα τῶι αὐτῶι ὑπάρχηι καὶ
πρὸς θάτερον αὐτῶν ἀντιστρέφηι τὸ ἄκρον, ὅτι τῶι ἀντιστρέ-
φοντι καὶ θάτερον ὑπάρξει τῶν κατηγορουμένων. δεῖ δὲ νοεῖν
τὸ Γ τὸ ἐξ ἁπάντων τῶν καθ᾽ ἕκαστον συγκείμενον· ἡ γὰρ
ἐπαγωγὴ διὰ πάντων.

30
Ἔστι δ᾽ ὁ τοιοῦτος συλλογισμὸς τῆς πρώτης καὶ ἀμέ-
σου προτάσεως· ὧν μὲν γὰρ ἔστι μέσον, διὰ τοῦ μέσου ὁ
συλλογισμός, ὧν δὲ μὴ ἔστι, δι᾽ ἐπαγωγῆς. καὶ τρόπον
τινὰ ἀντίκειται ἡ ἐπαγωγὴ τῶι συλλογισμῶι· ὁ μὲν γὰρ διὰ
τοῦ μέσου τὸ ἄκρον τῶι τρίτωι δείκνυσιν, ἡ δὲ διὰ τοῦ τρίτου
35
τὸ ἄκρον τῶι μέσωι. φύσει μὲν οὖν πρότερος καὶ γνωριμώτε-
ρος ὁ διὰ τοῦ μέσου συλλογισμός, ἡμῖν δ᾽ ἐναργέστερος ὁ
διὰ τῆς ἐπαγωγῆς.


24

Παράδειγμα δ᾽ ἐστὶν ὅταν τῶι μέσωι τὸ ἄκρον ὑπάρ-
χον δειχθῆι διὰ τοῦ ὁμοίου τῶι τρίτωι. δεῖ δὲ καὶ τὸ μέσον
τῶι τρίτωι καὶ τὸ πρῶτον τῶι ὁμοίωι γνώριμον εἶναι ὑπάρχον.
οἷον ἔστω τὸ Α κακόν, τὸ δὲ Β πρὸς ὁμόρους ἀναιρεῖσθαι
69a
πόλεμον, ἐφ᾽ ὧι δὲ Γ τὸ Ἀθηναίους πρὸς Θηβαίους, τὸ δ᾽
ἐφ᾽ ὧι Δ Θηβαίους πρὸς Φωκεῖς. ἐὰν οὖν βουλώμεθα δεῖξαι
ὅτι τὸ Θηβαίοις πολεμεῖν κακόν ἐστι, ληπτέον ὅτι τὸ πρὸς
τοὺς ὁμόρους πολεμεῖν κακόν. τούτου δὲ πίστις ἐκ τῶν
5
ὁμοίων, οἷον ὅτι Θηβαίοις ὁ πρὸς Φωκεῖς. ἐπεὶ οὖν τὸ πρὸς
τοὺς ὁμόρους κακόν, τὸ δὲ πρὸς Θηβαίους πρὸς ὁμόρους ἐστί,
φανερὸν ὅτι τὸ πρὸς Θηβαίους πολεμεῖν κακόν. ὅτι μὲν οὖν
τὸ Β τῶι Γ καὶ τῶι Δ ὑπάρχει, φανερόν (ἄμφω γάρ ἐστι
πρὸς τοὺς ὁμόρους ἀναιρεῖσθαι πόλεμον), καὶ ὅτι τὸ Α τῶι
10
Δ (Θηβαίοις γὰρ οὐ συνήνεγκεν ὁ πρὸς Φωκεῖς πόλεμοσ)· ὅτι
δὲ τὸ Α τῶι Β ὑπάρχει, διὰ τοῦ Δ δειχθήσεται. τὸν αὐ-
τὸν δὲ τρόπον κἂν εἰ διὰ πλειόνων τῶν ὁμοίων ἡ πίστις γέ-
νοιτο τοῦ μέσου πρὸς τὸ ἄκρον. φανερὸν οὖν ὅτι τὸ παράδει-
γμά ἐστιν οὔτε ὡς μέρος πρὸς ὅλον οὔτε ὡς ὅλον πρὸς μέρος,
15
ἀλλ᾽ ὡς μέρος πρὸς μέρος, ὅταν ἄμφω μὲν ἦι ὑπὸ ταὐτό,
γνώριμον δὲ θάτερον. καὶ διαφέρει τῆς ἐπαγωγῆς, ὅτι ἡ
μὲν ἐξ ἁπάντων τῶν ἀτόμων τὸ ἄκρον ἐδείκνυεν ὑπάρχειν
τῶι μέσωι καὶ πρὸς τὸ ἄκρον οὐ συνῆπτε τὸν συλλογισμόν,
τὸ δὲ καὶ συνάπτει καὶ οὐκ ἐξ ἁπάντων δείκνυσιν.


25

20
Ἀπαγωγὴ δ᾽ ἐστὶν ὅταν τῶι μὲν μέσωι τὸ πρῶτον δῆ-
λον ἦι ὑπάρχον, τῶι δ᾽ ἐσχάτωι τὸ μέσον ἄδηλον μέν, ὁμοίως
δὲ πιστὸν ἢ μᾶλλον τοῦ συμπεράσματος· ἔτι ἂν ὀλίγα ἦι
τὰ μέσα τοῦ ἐσχάτου καὶ τοῦ μέσου· πάντως γὰρ ἐγγύτερον
εἶναι συμβαίνει τῆς ἐπιστήμης. οἷον ἔστω τὸ Α τὸ διδακτόν,
25
ἐφ᾽ οὗ Β ἐπιστήμη, τὸ Γ δικαιοσύνη. ἡ μὲν οὖν ἐπιστήμη ὅτι
διδακτόν, φανερόν· ἡ δ᾽ ἀρετὴ εἰ ἐπιστήμη, ἄδηλον. εἰ οὖν
ὁμοίως ἢ μᾶλλον πιστὸν τὸ Β Γ τοῦ Α Γ, ἀπαγωγή ἐστιν·
ἐγγύτερον γὰρ τοῦ ἐπίστασθαι διὰ τὸ προσειληφέναι τὴν Α Β
ἐπιστήμην, πρότερον οὐκ ἔχοντας. ἢ πάλιν εἰ ὀλίγα τὰ μέσα
30
τῶν Β Γ· καὶ γὰρ οὕτως ἐγγύτερον τοῦ εἰδέναι. οἷον εἰ τὸ Δ
εἴη τετραγωνίζεσθαι, τὸ δ᾽ ἐφ᾽ ὧι Ε εὐθύγραμμον, τὸ δ᾽
ἐφ᾽ ὧι Ζ κύκλος· εἰ τοῦ Ε Ζ ἓν μόνον εἴη μέσον, τὸ μετὰ
μηνίσκων ἴσον γίνεσθαι εὐθυγράμμωι τὸν κύκλον, ἐγγὺς ἂν
εἴη τοῦ εἰδέναι. ὅταν δὲ μήτε πιστότερον ἦι τὸ Β Γ τοῦ Α Γ μήτ᾽
35
ὀλίγα τὰ μέσα, οὐ λέγω ἀπαγωγήν. οὐδ᾽ ὅταν ἄμεσον ἦι τὸ
Β Γ· ἐπιστήμη γὰρ τὸ τοιοῦτον.


26

Ἔνστασις δ᾽ ἐστὶ πρότασις προτάσει ἐναντία. διαφέρει
δὲ τῆς προτάσεως, ὅτι τὴν μὲν ἔνστασιν ἐνδέχεται εἶναι ἐπὶ
μέρους, τὴν δὲ πρότασιν ἢ ὅλως οὐκ ἐνδέχεται ἢ οὐκ ἐν τοῖς
69b
καθόλου συλλογισμοῖς. φέρεται δὲ ἡ ἔνστασις διχῶς καὶ
διὰ δύο σχημάτων, διχῶς μὲν ὅτι ἢ καθόλου ἢ ἐν μέρει
πᾶσα ἔνστασις, ἐκ δύο δὲ σχημάτων ὅτι ἀντικείμεναι φέ-
ρονται τῆι προτάσει, τὰ δ᾽ ἀντικείμενα ἐν τῶι πρώτωι καὶ
5
τῶι τρίτωι σχήματι περαίνονται μόνοις. ὅταν γὰρ ἀξιώσηι
παντὶ ὑπάρχειν, ἐνιστάμεθα ἢ ὅτι οὐδενὶ ἢ ὅτι τινὶ οὐχ ὑπάρ-
χει· τούτων δὲ τὸ μὲν μηδενὶ ἐκ τοῦ πρώτου σχήματος, τὸ
δὲ τινὶ μὴ ἐκ τοῦ ἐσχάτου. οἷον ἔστω τὸ Α μίαν εἶναι ἐπιστή-
μην, ἐφ᾽ ὧι τὸ Β ἐναντία. προτείναντος δὴ μίαν εἶναι τῶν
10
ἐναντίων ἐπιστήμην, ἢ ὅτι ὅλως οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένων
ἐνίσταται, τὰ δ᾽ ἐναντία ἀντικείμενα, ὥστε γίνεται τὸ πρῶτον
σχῆμα, ἢ ὅτι τοῦ γνωστοῦ καὶ ἀγνώστου οὐ μία· τοῦτο δὲ τὸ
τρίτον· κατὰ γὰρ τοῦ Γ, τοῦ γνωστοῦ καὶ ἀγνώστου, τὸ μὲν
ἐναντία εἶναι ἀληθές, τὸ δὲ μίαν αὐτῶν ἐπιστήμην εἶναι ψεῦ-
15
δος. πάλιν ἐπὶ τῆς στερητικῆς προτάσεως ὡσαύτως. ἀξιοῦν-
τος γὰρ μὴ εἶναι μίαν τῶν ἐναντίων, ἢ ὅτι πάντων τῶν ἀν-
τικειμένων ἢ ὅτι τινῶν ἐναντίων ἡ αὐτὴ λέγομεν, οἷον ὑγιεινοῦ
καὶ νοσώδους· τὸ μὲν οὖν πάντων ἐκ τοῦ πρώτου, τὸ δὲ τινῶν
ἐκ τοῦ τρίτου σχήματος. Ἁπλῶς γὰρ ἐν πᾶσι καθόλου μὲν
20
ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου τῶν προτεινομένων τὴν
ἀντίφασιν εἰπεῖν, οἷον εἰ μὴ τὴν αὐτὴν ἀξιοῖ τῶν ἐναντίων,
πάντων εἰπόντα τῶν ἀντικειμένων μίαν. οὕτω δ᾽ ἀνάγκη τὸ
πρῶτον εἶναι σχῆμα· μέσον γὰρ γίνεται τὸ καθόλου πρὸς
τὸ ἐξ ἀρχῆς. ἐν μέρει δέ, πρὸς ὅ ἐστι καθόλου καθ᾽ οὗ λέ-
25
γεται ἡ πρότασις, οἷον γνωστοῦ καὶ ἀγνώστου μὴ τὴν αὐτήν·
τὰ γὰρ ἐναντία καθόλου πρὸς ταῦτα. καὶ γίνεται τὸ τρίτον
σχῆμα· μέσον γὰρ τὸ ἐν μέρει λαμβανόμενον, οἷον τὸ γνω-
στὸν καὶ τὸ ἄγνωστον. ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναν-
τίον, ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν. διὸ
30
καὶ ἐκ μόνων τούτων τῶν σχημάτων φέρομεν· ἐν μόνοις γὰρ
οἱ ἀντικείμενοι συλλογισμοί· διὰ γὰρ τοῦ μέσου οὐκ ἦν κα-
ταφατικῶς. ἔτι δὲ κἂν λόγου δέοιτο πλείονος ἡ διὰ τοῦ μέ-
σου σχήματος, οἷον εἰ μὴ δοίη τὸ Α τῶι Β ὑπάρχειν διὰ
τὸ μὴ ἀκολουθεῖν αὐτῶι τὸ Γ. τοῦτο γὰρ δι᾽ ἄλλων προτά-
35
σεων δῆλον· οὐ δεῖ δὲ εἰς ἄλλα ἐκτρέπεσθαι τὴν ἔνστασιν,
ἀλλ᾽ εὐθὺς φανερὰν ἔχειν τὴν ἑτέραν πρότασιν. [διὸ καὶ τὸ
σημεῖον ἐκ μόνου τούτου τοῦ σχήματος οὐκ ἔστιν.]

Ἐπισκεπτέον δὲ καὶ περὶ τῶν ἄλλων ἐνστάσεων, οἷον
περὶ τῶν ἐκ τοῦ ἐναντίου καὶ τοῦ ὁμοίου καὶ τοῦ κατὰ δόξαν, καὶ
70a
εἰ τὴν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τὴν στερητικὴν ἐκ τοῦ μέσου
δυνατὸν λαβεῖν.


27

Ἐνθύμημα δὲ ἐστὶ συλλογισμὸς ἐξ εἰκότων ἢ σημείων,›
εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν, ἀλλὰ τὸ μὲν
εἰκός ἐστι πρότασις ἔνδοξος· ὁ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἴσασιν
5
οὕτω γινόμενον ἢ μὴ γινόμενον ἢ ὂν ἢ μὴ ὄν, τοῦτ᾽ ἐστὶν εἰ-
κός, οἷον τὸ μισεῖν τοὺς φθονοῦντας ἢ τὸ φιλεῖν τοὺς ἐρω-
μένους. σημεῖον δὲ βούλεται εἶναι πρότασις ἀποδεικτικὴ ἢ
ἀναγκαία ἢ ἔνδοξος· οὗ γὰρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρό-
τερον ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, τοῦτο σημεῖόν ἐστι τοῦ γε-
10
γονέναι ἢ εἶναι. [ἐνθύμημα μὲν οὖν ἐστὶ συλλογισμὸς ἐξ εἰκό-
των ἢ σημείων] λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσα-
χῶς καὶ τὸ μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῶι πρώτωι
ἢ ὡς ἐν τῶι μέσωι ἢ ὡς ἐν τῶι τρίτωι, οἷον τὸ μὲν δεῖξαι κύου-
σαν διὰ τὸ γάλα ἔχειν ἐκ τοῦ πρώτου σχήματος· μέσον
15
γὰρ τὸ γάλα ἔχειν. ἐφ᾽ ὧι τὸ Α κύειν, τὸ Β γάλα ἔχειν,
γυνὴ ἐφ᾽ ὧι Γ. τὸ δ᾽ ὅτι οἱ σοφοὶ σπουδαῖοι, Πιττακὸς γὰρ
σπουδαῖος, διὰ τοῦ ἐσχάτου. ἐφ᾽ ὧι Α τὸ σπουδαῖον, ἐφ᾽ ὧι
Β οἱ σοφοί, ἐφ᾽ ὧι Γ Πιττακός. ἀληθὲς δὴ καὶ τὸ Α καὶ
τὸ Β τοῦ Γ κατηγορῆσαι· πλὴν τὸ μὲν οὐ λέγουσι διὰ τὸ εἰδέ-
20
ναι, τὸ δὲ λαμβάνουσιν. τὸ δὲ κύειν, ὅτι ὠχρά, διὰ τοῦ
μέσου σχήματος βούλεται εἶναι· ἐπεὶ γὰρ ἕπεται ταῖς κυού-
σαις τὸ ὠχρόν, ἀκολουθεῖ δὲ καὶ ταύτηι, δεδεῖχθαι οἴονται
ὅτι κύει. τὸ ὠχρὸν ἐφ᾽ οὗ τὸ Α, τὸ κύειν ἐφ᾽ οὗ Β, γυνὴ
ἐφ᾽ οὗ Γ. Ἐὰν μὲν οὖν ἡ μία λεχθῆι πρότασις, σημεῖον γίνε-
25
ται μόνον, ἐὰν δὲ καὶ ἡ ἑτέρα προσληφθῆι, συλλογισμός,
οἷον ὅτι Πιττακὸς ἐλευθέριος· οἱ γὰρ φιλότιμοι ἐλευθέριοι,
Πιττακὸς δὲ φιλότιμος. ἢ πάλιν ὅτι οἱ σοφοὶ ἀγαθοί· Πιτ-
τακὸς γὰρ ἀγαθός, ἀλλὰ καὶ σοφός. οὕτω μὲν οὖν γίνονται
συλλογισμοί, πλὴν ὁ μὲν διὰ τοῦ πρώτου σχήματος ἄλυ-
30
τος, ἂν ἀληθὴς ἦι (καθόλου γάρ ἐστιν), ὁ δὲ διὰ τοῦ ἐσχάτου
λύσιμος, κἂν ἀληθὲς ἦι τὸ συμπέρασμα, διὰ τὸ μὴ εἶναι
καθόλου μηδὲ πρὸς τὸ πρᾶγμα τὸν συλλογισμόν· οὐ γὰρ
εἰ Πιττακὸς σπουδαῖος, διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀνάγκη
σοφούς. ὁ δὲ διὰ τοῦ μέσου σχήματος ἀεὶ καὶ πάντως λύ-
35
σιμος· οὐδέποτε γὰρ γίνεται συλλογισμὸς οὕτως ἐχόντων
τῶν ὅρων· οὐ γὰρ εἰ ἡ κύουσα ὠχρά, ὠχρὰ δὲ καὶ ἥδε,
κύειν ἀνάγκη ταύτην. ἀληθὲς μὲν οὖν ἐν ἅπασιν ὑπάρξει τοῖς
σημείοις, διαφορὰς δ᾽ ἔχουσι τὰς εἰρημένας.

70b
Ἢ δὴ οὕτω διαιρετέον τὸ σημεῖον, τούτων δὲ τὸ μέσον
τεκμήριον ληπτέον (τὸ γὰρ τεκμήριον τὸ εἰδέναι ποιοῦν φα-
σὶν εἶναι, τοιοῦτο δὲ μάλιστα τὸ μέσον), ἢ τὰ μὲν ἐκ τῶν
ἄκρων σημεῖον λεκτέον, τὰ δ᾽ ἐκ τοῦ μέσου τεκμήριον· ἐνδο-
5
ξότατον γὰρ καὶ μάλιστα ἀληθὲς τὸ διὰ τοῦ πρώτου σχή-
ματος.

Τὸ δὲ φυσιογνωμονεῖν δυνατόν ἐστιν, εἴ τις δίδωσιν ἅμα
μεταβάλλειν τὸ σῶμα καὶ τὴν ψυχὴν ὅσα φυσικά ἐστι
παθήματα· μαθὼν γὰρ ἴσως μουσικὴν μεταβέβληκέ τι τὴν
10
ψυχήν, ἀλλ᾽ οὐ τῶν φύσει ἡμῖν ἐστὶ τοῦτο τὸ πάθος, ἀλλ᾽
οἷον ὀργαὶ καὶ ἐπιθυμίαι τῶν φύσει κινήσεων. εἰ δὴ τοῦτό τε
δοθείη καὶ ἓν ἑνὸς σημεῖον εἶναι, καὶ δυναίμεθα λαμβάνειν
τὸ ἴδιον ἑκάστου γένους πάθος καὶ σημεῖον, δυνησόμεθα φυ-
σιογνωμονεῖν. εἰ γάρ ἐστιν ἰδίαι τινὶ γένει ὑπάρχον ἀτόμωι
15
πάθος, οἷον τοῖς λέουσιν ἀνδρεία, ἀνάγκη καὶ σημεῖον εἶναί
τι· συμπάσχειν γὰρ ἀλλήλοις ὑπόκειται. καὶ ἔστω τοῦτο τὸ
μεγάλα τὰ ἀκρωτήρια ἔχειν· ὁ καὶ ἄλλοις ὑπάρχειν γέ-
νεσι μὴ ὅλοις ἐνδέχεται. τὸ γὰρ σημεῖον οὕτως ἴδιόν ἐστιν,
ὅτι ὅλου γένους ἴδιόν ἐστι [πάθοσ], καὶ οὐ μόνου ἴδιον,
20
ὥσπερ εἰώθαμεν λέγειν. ὑπάρξει δὴ καὶ ἐν ἄλλωι γένει
τοῦτο, καὶ ἔσται ἀνδρεῖος [ὁ] ἄνθρωπος καὶ ἄλλο τι ζῶιον.
ἕξει ἄρα τὸ σημεῖον· ἓν γὰρ ἑνὸς ἦν. εἰ τοίνυν ταῦτ᾽ ἐστί,
καὶ δυνησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπὶ τούτων τῶν
ζώιων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δ᾽ ἔχει ση-
25
μεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμο-
νεῖν. εἰ δὲ δύο ἔχει ἴδια ὅλον τὸ γένος, οἷον ὁ λέων ἀνδρεῖον
καὶ μεταδοτικόν, πῶς γνωσόμεθα πότερον ποτέρου σημεῖον
τῶν ἰδίαι ἀκολουθούντων σημείων; ἢ εἰ ἄλλωι τινὶ μὴ ὅλωι
ἄμφω, καὶ ἐν οἷς μὴ ὅλοις ἑκάτερον, ὅταν τὸ μὲν ἔχηι τὸ
30
δὲ μή· εἰ γὰρ ἀνδρεῖος μὲν ἐλευθέριος δὲ μή, ἔχει δὲ τῶν
δύο τοδί, δῆλον ὅτι καὶ ἐπὶ τοῦ λέοντος τοῦτο σημεῖον τῆς
ἀνδρείας. Ἔστι δὴ τὸ φυσιογνωμονεῖν τῶι ἐν τῶι πρώτωι σχή-
ματι τὸ μέσον τῶι μὲν πρώτωι ἄκρωι ἀντιστρέφειν, τοῦ δὲ τρί-
του ὑπερτείνειν καὶ μὴ ἀντιστρέφειν, οἷον ἀνδρεία τὸ Α, τὰ
35
ἀκρωτήρια μεγάλα ἐφ᾽ οὗ Β, τὸ δὲ Γ λέων. ὧι δὴ τὸ Γ,
τὸ Β παντί, ἀλλὰ καὶ ἄλλοις. ὧι δὲ τὸ Β, τὸ Α παντὶ
καὶ οὐ πλείοσιν, ἀλλ᾽ ἀντιστρέφει· εἰ δὲ μή, οὐκ ἔσται ἓν
ἑνὸς σημεῖον.