BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Ἀποσπάσματα

 

Περὶ εὐγενείας

 

Textus:

Aristotelis opera. Volumen quintum.

Edidit Academia regia Borussica

Berolini typis et impensis

Georgii Reimeri a. 1870

Facsimile: Internet Archive

 

________________________________________________________

 

 

 

Περὶ εὐγενείας

 

Fragmentum 1 (Stob. flor. 86, 24)

 

B

Ὅλως περὶ εὐγενείας ἐγὼ ἀπορῶ τίνας χρὴ καλεῖν τοὺς εὐγενεῖς.

A

Εἰκότως γε, ἔφην, τοῦτο σὺ διαπορῶν· καὶ γὰρ παρὰ τῶν πολλῶν καὶ μᾶλλον παρὰ τῶν σοφῶν τὰ μὲν ἀμφισβητεῖται τὰ δ᾽ οὐ λέγεται σαφῶς, εὐθὺς τὰ περὶ τῆς δυνάμεως. λέγω δὲ τοῦτο, πότερον τῶν τιμίων ἐστὶ καὶ σπουδαίων ἤ, καθάπερ Λυκόφρων ἔγραψε, κενόν τι πάμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς αὐτήν, εὐγενείας μὲν οὖν φησὶν ἀφανὲς τὸ κάλλος, ἐν λόγωι δὲ τὸ σεμνόν· ὡς πρὸς δόξαν οὖσαν τὴν αἵρεσιν αὐτῆς, κατὰ δ᾽ ἀλήθείαν οὐθὲν διαφέροντας τοὺς ἀγεννεῖς τῶν εὐγενῶν.

 

 

Fragmentum 2 (Stob. flor. 86, 25)

 

A

Ἀμφισβητεῖται δὲ καθάπερ καὶ περὶ τοῦ πηλίκον ἀγαθόν ἐστί, οὕτω καὶ τίνας δεῖ καλεῖν εὐγενεῖς. οἱ μὲν γὰρ τοὺς ἐξ ἀγαθῶν γονέων εὐγενεῖς εἶναι νομίζουσι, καθάπερ καὶ Σωκράτης· διὰ γὰρ τὴν Ἀριστείδου ἀρετὴν καὶ τὴν θυγατέρα αὐτοῦ γενναίαν εἶναι. Σιμωνίδην δέ φασιν ἀποκρίνασθαι διερωτώμενον τίνες εὐγενεῖς, τοὺς ἐκ πάλαι πλουσίων· καίτοι κατὰ τοῦτον τόν λόγον οὐκ ὀρθῶς ἐπιτιμῶσιν ὁ Θεόγνις οὐδ᾽ ὁ ποιητὴς ὁ ποιήσας ὡς ὅτι ,,τὴν μὲν εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι τοῖσι πλουσίοις". ἢ πρὸς Διὸς οὐχ αἱρετώτερος ὁ πλουτῶν αὐτὸς δὲ οὗ ὁ πρόπαππος ἢ τῶν προγόνων τις πλούσίος ἦν, αὐτὸς δὲ πένης;

B

Πῶς γὰρ οὐκ, εἶπε.

A

Καὶ δέοι δ᾽ ἂν κηδεύειν τοῖς πλουσίοις μᾶλλον ἢ τοῖς εὐγενέσιν· εὐγενεῖς γὰρ οἱ παλαιοί, κρείττους δὲ οἱ νῦν. οὐκ οὖν ὁμοίως κἄν τις ὑπολαμβάνηι οὐ τοὺς εὐγενεῖς εἶναι τοὺς ἐκ πάλαι πλουσίων ἀλλὰ τοὺς ἐξ ἀγαθων πάλαι; κρείττων γὰρ ἂν δόξειεν ἀρχαίας ἀρετῆς πρόσφατος καὶ μετέχειν μᾶλλον ἕκαστον πατρὸς ἢ προπάππου, αἱρετώτερον δ᾽ αὐτὸν εἶναι σπουδαῖον ἀλλ᾽ οὐ τὸν προπάππον ἤ τινα τῶν ἄλλων προγόνων.

B

Ὀρθῶς, ἔφη, λέγεις.

A

Ἆρ᾽ οὖν οὐκ ἐπεὶ ἐν μηδετέρωι τούτων ὁρῶμεν τὴν εὐγένειαν, σκεπτέον ἄλλον τρόπον τίνι τοῦτο ἔνι ποτέ;

B

Σκεπτέον δ᾽ ἔφη.

A

Τὸ εὖ σημαίνει τι δήπου τῶν ἐπαινετῶν καὶ σπουδαίων, οἷον τὸ εὐπρόσωπον καὶ τὸ εὐόφθαλμον· ἀγαθὸν γάρ τι ἢ καλὸν σημαίνει κατὰ τοῦτον τὸν λόγον.

B

Πάνυ γε, εἶπεν.

A

Οὐκ οὖν εὐπρόσωπον μέν ἐστι τὸ ἔχον ἀρετὴν προσώπου, εὐόφθαλμον δὲ τὸ ὀφθαλμοῦ ἀρετήν;

Οὕτως, εἶπεν.

Ἀλλὰ μήν ἐστι γένος τὸ μὲν σπουδαῖον, τὸ δὲ φαῦλον ἀλλ᾽ οὐ σπουδαῖον.

B

Πάνυ γε, εἶπε.

A

Σπουδαῖον δέ γε φαμὲν ἕκαστον κατὰ τὴν αὐτοῦ ἀρετὴν εἶναι, ὥστε καὶ γένος σπουδαῖον ὡσαύτως.

B

Οὕτως, εἶπε.

A

Δῆλον ἄρ᾽, ἔφην, ὅτι ἐστὶν ἡ εὐγένεια ἀρετὴ γένους.

 

 

Fragmentum 3 (Stob. flor. 88, 13)

 

A

Φανερὸν τοίνυν, ἔφην ἐγώ, περὶ ὦν πάλαι διηπορήσαμεν, διὰ τί ποτε οἱ ἐκ πάλαι πλουσίων ἢ οἱ ἐκ πάλαι σπουδαίων ευγενέστεροι δοκοῦσιν εἶναι μᾶλλον τῶν σύνεγγυς τἀγαθὰ κεκτημένων. αὐτὸς γὰρ ἐγγύτερος σπουδαῖος ὢν ἢ πάππου σπουδαίου τετυχηκώς, ὥστ᾽ εἴη ἂν εὐγενὴς ὁ ἀγαθὸς ἀνήρ. καί τινες εἰρήκασιν οὕτως, ἐκ τούτου διελέγχειν προσποιούμενοι τοῦ συλλογισμοῦ τὴν εὐγένειαν, ὥσπερ φησὶ καὶ Εὐριπίδης οὐχὶ τῶν ἐκ πάλαι σπουδαίων εὐγένειαν φάμενος εἶναι, ἀλλ᾽ ὅστις ἀνὴρ ἀγαθὸς ἁπλῶς. τὸ δ᾽ οὐκ ἔστιν· ἀλλ᾽ ὀρθῶς ζητοῦσιν οἱ τὴν ἀρχαίαν ἀρετὴν προτιθέντες. τὰ δ᾽ αἴτια εἴπομεν, τουτέστίν ὅτι ἡ μὲν εὐγένειά ἐστιν ἀρετὴ γένους, ἡ δ᾽ ἀρετὴ σπουδαῖον· σπουδαῖον δ᾽ ἐστὶ γένος ἐν ὧι πολλοὶ σπουδαῖοι πεφύκασιν ἐγγίνεσθαί. συμβαίνει δὲ τὸ τοιοῦτον, ὅταν ἐγγένηται ἀρχὴ σπουδαία ἐν τῶι γένει· ἡ γὰρ ἀρχὴ τοιαύτην ἔχει τὴν δύναμιν, πολλὰ παρασκευάζειν οἷάπερ αὐτή. τοῦτο γάρ ἐστιν ἀρχῆς έργον, ποιῆσαί οἷον αὐτὴ ἕτερα πολλά. ὅταν οὖν ἐγγένηται τοιούτος εἷς τις ἐν τῶι γένει καὶ οὕτω σπουδαῖος ὥστ᾽ ἔχειν τὸ ἀπ᾽ ἐκείνου ἀγαθὸν πολλὰς γενεάς, τοῦτο σπουδαῖον ἀνάγκη εἶναι τὸ γένος. πολλοὶ γὰρ ἔσονται σπουδαῖοι ἄνθρωποι, ἄν τε ἀνθρώπων ἦι τὸ γένος, ἄν τε ἵππων, ἵπποι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζωών. ὥστ᾽ εὐλόγως οὐχ οἱ πλούσιοι οὐδ᾽ οἱ ἀγαθοὶ ἄλλ᾽ οἱ ἐκ πάλαι πλουσίων ἢ ἐκ πάλαι ἀγαθῶν εὐγενεῖς εἶεν ἄν. ζητεῖ γὰρ ὁ λόγος τἀληθῆ· ἀρχὴ γὰρ ἄνωθεν πάντων. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ οἱ ἐκ προγόνων ἀγαθῶν εὐγενεῖς πάντως, ἀλλ᾽ ὅσοις τυγχάνουσιν ἀρχγοὶ τῶν προγόνων ὄντες. ὅταν μὲν οὖν αὐτός ἀγαθὸς ἦι, μὴ ἔχηι δὲ τοιαύτην δύναμιν τῆς φύσεως ὡς τίκτειν πολλοὺς ὁμοίους, οὐκ ἔχει ἡ ἀρχὴ τοιαύτην δύναμιν ἐν τούτοις.

. . . ἀρετὴ τοῦ γένους καὶ εὐγενεῖς οἱ ἀπὸ τούτου τοῦ γένους ὄντες, οὐκ ἐὰν ὁ πατὴρ εὐγενὴς ἦι, ἀλλ᾽ ἐὰν ὁ ἀρχηγὸς τοῦ γένους. οὐ γὰρ δι᾽ αὐτὸν ὁ πατὴρ ἐγέννησεν ἀγαθόν, ἀλλ᾽ ὅτι ἐκ τοιούτου γένους ἦν.