BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

28.

Περὶ Βελλεροφόντου.

 

 

Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ᾽ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῶιον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα «πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα». ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίαι τροφῆι χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίαι δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει;

Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῶι πλοίωι Πήγασος ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίωι μᾶλλον ἢ ἵππωι ὄνομα κεῖσθαι Πήγασος. βασιλεὺς δὲ Ἀμισώδαρος ὤικει ἐπὶ τῶι Ξάνθωι ποταμῶι ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, ‹ἡ› μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν ‹ἐκ› τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσωιαὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτωι τῶι ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι· «Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε.» τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος.