<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Μ ι κ ρ ο λ ο γ ί α ς   ι

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ μικρολογία φειδωλία τοῦ διαφόρου ὑπὲρ τὸν καιρόν, ὁ δὲ μικρολόγος τοιοῦτός τις, 

(2) οἷος ἐν τῶι μηνὶ ἡμιωβόλιον ἀπαιτεῖν ‹ἐλθὼν› ἐπὶ τὴν οἰκίαν. 

(3) καὶ ὁμοσιτῶν ἀριθμεῖν τὰς κύλικας, πόσας ἕκαστος πέπωκε, καὶ ἀπάρχεσθαι ἐλάχιστον τῆι Ἀρτέμιδι τῶν συνδειπνούντων. 

(4) καὶ ὅσα μικροῦ τις πριάμενος λογίζεται, περιττὰ φάσκειν εἶναι. 

(5) καὶ οἰκέτου χύτραν ἔνην ἢ λοπάδα κατάξαντος εἰσπρᾶξαι ἀπὸ τῶν ἐπιτηδείων.

(6) καὶ τῆς γυναικὸς ἐκβαλούσης τρίχαλκον οἷος μεταφέρειν τὰ σκεύη καὶ τὰς κλίνας καὶ τὰς κιβωτοὺς καὶ διφᾶν τὰ καλύμματα. 

(7) καὶ ἐάν τι πωλῆι, τοσούτου ἀποδόσθαι, ὥστε μὴ λυσιτελεῖν τῶι πριαμένωι. 

(8) καὶ οὐκ ἂν ἐᾶσαι οὔτε συκοτραγῆσαι ἐκ τοῦ αὑτοῦ κήπου οὔτε διὰ τοῦ αὑτοῦ ἀγροῦ πορευθῆναι οὔτε ἐλάαν ἢ φοίνικα τῶν χαμαὶ πεπτωκότων ἀνελέσθαι. 

(9) καὶ τοὺς ὅρους δ' ἐπισκοπεῖσθαι ὁσημέραι εἰ διαμένουσιν οἱ αὐτοί. 

(10) δεινὸς δὲ καὶ ὑπερημερίαν πρᾶξαι καὶ τόκον τόκου. 

(11) καὶ ἑστιῶν δημότας μικρὰ τὰ κρέα κόψας παραθεῖναι. 

(12) καὶ ὀψωνῶν μηθὲν πριάμενος εἰσελθεῖν. 

(13) καὶ ἀπαγορεῦσαι τῆι γυναικὶ μήτε ἅλας χρηννύειν μήτε ἐλλύχνιον μήτε κύμινον μήτε ὀρίγανον μήτε ὀλὰς μήτε στέμματα μήτε θυηλήματα, ἀλλὰ λέγειν, ὅτι τὰ μικρὰ ταῦτα πολλά ἐστι τοῦ ἐνιαυτοῦ. 

[καὶ τὸ ὅλον δὲ τῶν μικρολόγων καὶ τὰς ἀργυροθήκας ἔστιν ἰδεῖν εὐρωτιώσας καὶ τὰς κλεῖς ἰωμένας καὶ αὐτοὺς δὲ φοροῦντας ἐλάττω τῶν μηρῶν τὰ ἱμάτια καὶ ἐκ ληκυθίων μικρῶν πάνυ ἀλειφομένους καὶ ἐν χρῶι κειρομένους καὶ τὸ μέσον τῆς ἡμέρας ὑποδουμένους καὶ πρὸς τοὺς γναφεῖς διατεινομένους, ὅπως τὸ ἱμάτιον αὐτοῖς ἕξει πολλὴν γῆν, ἵνα μὴ ῥυπαίνηται ταχύ.] 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>