<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Δ υ σ χ ε ρ ε ί α ς   ι θ ’

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική, ὁ δὲ δυσχερὴς τοιοῦτός τις, 

(2) οἷος λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι ταῦτα εἶναι αὑτῶι συγγενικὰ ἀρρωστήματα· ἔχειν γὰρ αὐτὸν καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥάιδιον αὐτῶν εἰς τὸ γένος ὑποβάλλεσθαι. 

(3) ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλ' ἐᾶσαι θηριωθῆναι· καὶ τὰς μασχάλας δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής. 

(4) καὶ τὰ τοιαῦτα· ἐσθίων ἀπομύττεσθαι· θύων ἅμ' ἀδαξᾶσθαι· προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος· ἅμα πιὼν προσερυγγάνειν. 

(5) ἐν ἀνίπτοις τοῖς στρώμασι μετὰ τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι. 

(6) ἐλαίωι σαπρῶι ἐν βαλανείωι χρώμενος σφύζεσθαι. 

(7) καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλλόμενος εἰς ἀγορὰν ἐξελθεῖν.

(8) καὶ εἰς ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι. 

(9) καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς· (10) καὶ αὐλούμενος δὲ κροτῆσαι ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῆι αὐλητρίδι, τί οὕτω ταχὺ ἐπαύσατο· (11) καὶ ἀποπτύσαι δὲ βουλόμενος, ὑπὲρ τῆς τραπέζης προσπτύσαι τῶι οἰνοχόωι. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>