<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Κ α κ ο λ ο γ ί α ς   κ η ’

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις, 

(2) οἷος ἐρωτηθείς· Ὁ δεῖνα τίς ἐστιν; ‹εἰπεῖν› οἰκονομῶν καθάπερ οἱ γενεαλογοῦντες· Πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι. Τούτου ὁ μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, ‹Σωσίδημος›. Ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾶιττά ἐστι· καλεῖται γοῦν ἡ ψυχὴ Κρινοκόρακα· τὰς δὲ τοιαύτας φασὶν ἐν τῆι πατρίδι εὐγενεῖς εἶναι. Αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων γεγονὼς κακὸς καὶ μαστιγίας. 

(3) καὶ κακονοῶν δὲ πρός τινα εἰπεῖν· Ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ ἔπλασας πρὸς ἐμέ· κἀπὶ τούτοις διεξιών· Αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι, καὶ Οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα· οὐ γὰρ οἷον λῆρός ἐστι, τὸ λεγόμενον, ἀλλ' ὥσπερ αἱ κύνες ἐν ταῖς ὁδοῖς συνέχονται, καὶ Τὸ ὅλον ἀνδρολάβοι τινές, καὶ Αὐταὶ τὴν θύραν τὴν αὔλειον ὑπακούουσι. 

(4) ‹ἀ›μέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι καὶ αὐτὸς εἴπας· Ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα· καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν· ἡ δὲ πονηρία, οὐδὲν ὅμοιον· σημεῖον δέ· τῆι γὰρ ἑαυτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένηι προῖκα, ἐξ οὗ παιδίον αὐτῶι γεννᾶι, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῶι ψυχρῶι λούεσθαι ἀναγκάζει τῆι τοῦ Ποσειδῶνος ἡμέραι. 

(5) καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι. 

(6) καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων κακὰ εἰπεῖν, καὶ περὶ τῶν τετελευτηκότων, κακῶς λέγειν ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῶι βίωι ἥδιστα τοῦτο ποιῶν. 

[οὕτως ὁ τῆς διδασκαλίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.] 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>