<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Φ ι λ ο π ο ν η ρ ί α ς   κ θ

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ φιλοπονηρία ἐπιθυμία κακίας, ὁ δὲ φιλοπόνηρός ἐστι τοιόσδε τις, 

(2) οἷος ἐντυγχάνειν τοῖς ἡττημένοις καὶ δημοσίους ἀγῶνας ὡφληκόσι καὶ ὑπολαμβάνειν, ἐὰν τούτοις χρῆται, ἐμπειρότερος γενήσεσθαι καὶ φοβερώτερος. 

(3) καὶ ἐπὶ τοῖς χρηστοῖς εἰπεῖν, ὡς γίνεται κατὰ φύσιν [ὡς] οὐδεὶς [ἐστι] χρηστός, καὶ ὁμοίους πάντας εἶναι, καὶ ἐπισκῆψαι δέ, ὡς χρηστός ἐστι. 

(4) καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον, ἐὰν βούληταί τις εἰς π‹εῖραν ἐλθεῖν›, καὶ τὰ μὲν ἄλλα ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων, ἔνια δὲ ἀνανεύειν· φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ ἐπιδέξιον· καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν ἀνθρώπωι ἱκανωτέρωι·

(4A) καὶ εὔνους δὲ εἶναι αἰτίωι ἐν ἐκκλησίαι λέγοντι ἢ ἐπὶ δικαστηρίωι κρινομένωι· καὶ πρὸς ‹τοὺς› καθημένους δὲ εἰπεῖν δεινός, ὡς οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ πρᾶγμα κρίνεσθαι· καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου, φυλάττειν γὰρ αὐτὸν τοὺς ἀδικοῦντας· καὶ εἰπεῖν, ὡς Οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν τοὺς τοιούτους προώμεθα.

(5) δεινὸς δὲ καὶ προστατῆσαι φαύλων καὶ συνηγορῆσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν καὶ κρίσιν κρίνων ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων λεγόμενα ἐπὶ τὸ χεῖρον. 

[καὶ τὸ ὅλον ‹ἡ› φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας, καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας, τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι.]

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>