<<< operis indicem  <<< retro



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Α ἰ σ χ ρ ο κ ε ρ δ ε ί α ς   λ

________________________________________
 
 
 
(1) Ἡ δὲ αἰσχροκέρδειά ἐστιν ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι δὲ τοιοῦτος ὁ αἰσχροκερδής, 

(2) οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι (3) καὶ δανείσασθαι παρὰ ξένου παρ' αὑτῶι καταλύοντος. 

(4) καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοίρωι τῶι διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῶι νεῖμαι. 

(5) καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῶι φίλωι ἀποδόσθαι. 

(6) καὶ ἐπὶ θέαν τηνικαῦτα πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκα ἀφιᾶσιν οἱ θεατρῶναι. 

(7) καὶ ἀποδημῶν δημοσίαι τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι· καὶ τῶι ἀκολούθωι μεῖζον φορτίον ἐπιθεῖναι ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν· καὶ ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι. 

(8) καὶ ἀλειφόμενος ἐν τῶι βαλανείωι [καὶ] εἰπών· Σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον· τῶι ἀλλοτρίωι ἀλείφεσθαι. 

(9) καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν Ἑρμῆν.

(10) καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως ἂν ἀπαιτηθῆι. 

(11) καὶ τὰ τοιαῦτα· Φειδωνείωι μέτρωι τὸν πύνδακα εἰσκεκρουμένωι μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα ἀποψῶν. 

(12) ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου πωλεῖν. 

(13) καὶ χρέος δὲ ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι. 

(14) καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον τὸν μῆνα ὅλον διά τιν' ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ λόγον· καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν ἐκτίνηι. 

(15) καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, [καὶ] λογισμὸν δὲ λαμβάνων παρὰ τοῦ χειρίζοντος. 

(16) καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵν' οἱ διακονοῦντες παῖδες μὴ λάβωσι. 

(17) συναποδημῶν δὲ μετὰ γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν. 

(18) ἀμέλει δὲ καὶ συναγόντων παρ' αὐτῶι ὑποθεῖναι τῶν παρ' ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ ἐλαίου τοῦ εἰς τὸν λύχνον. 

(19) καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα ‹μὴ› προπέμψηι προσφοράν.

(20) καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, ἃ μήτ' ἂν ἀπαιτήσαι μὴτ' ἀπ' ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.

 
 
 
 
<<< operis indicem  <<< retro