<<< auctoris paginam



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Α ἱ   δ ι α θ ῆ κ α ι

________________________________________
 
 
Diog. Laert. V 51 sqq.

Ἔσται μὲν εὖ· ἐάν δέ τι συμβῆι, τάδε διατίθεμαι· τὰ μὲν οἴκοι ὑπάρχοντα πάντα δίδωμι Μελάντηι καὶ Παγκρέοντι τοῖς υἱοῖς Λέοντος. Ἀπὸ δὲ τῶν παρ' Ἱππάρχου συμβεβλημένων τάδε μοι βούλομαι γενέσθαι· πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύνηι περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον. Ἔπειτα τὴν Ἀριστοτέλους εἰκόνα τεθῆναι εἰς τὸ ἱερὸν καὶ τὰ λοιπὰ ἀναθήματα ὅσα πρότερον ὑπῆρχεν ἐν τῶι ἱερῶι· εἶτα τὸ στωΐδιον οἰκοδομηθῆναι τὸ πρὸς τῶι μουσείωι μὴ χεῖρον ἢ πρότερον· ἀναθεῖναι δὲ καὶ τοὺς πίνακας, ἐν οἷς αἱ τῆς γῆς περίοδοί εἰσιν, εἰς τὴν κάτω στοάν· [52] ἐπισκευασθῆναι δὲ καὶ τὸν βωμόν, ὅπως ἔχηι τὸ τέλειον καὶ τὸ εὔσχημον. Βούλομαι δὲ καὶ τὴν Νικομάχου εἰκόνα συντελεσθῆναι ἴσην. Τὸ μὲν τῆς πλάσεως ἔχει Πραξιτέλης, τὸ δ' ἄλλο ἀνάλωμα ἀπὸ τούτου γενέσθω. Σταθῆναι δὲ ὅπου ἂν δοκῆι τοῖς καὶ τῶν ἄλλων ἐπιμελουμένοις τῶν ἐν τῆι διαθήκηι γεγραμμένων. Καὶ τὰ μὲν περὶ τὸ ἱερὸν καὶ τὰ ἀναθήματα τοῦτον ἔχει τὸν τρόπον. Τὸ δὲ χωρίον τὸ ἐν Σταγείροις ἡμῖν ὑπάρχον δίδωμι Καλλίνωι· τὰ δὲ βιβλία πάντα Νηλεῖ. Τὸν δὲ κῆπον καὶ τὸν περίπατον καὶ τὰς οἰκίας τὰς πρὸς τῶι κήπωι πάσας δίδωμι τῶν γεγραμμένων φίλων ἀεὶ τοῖς βουλομένοις συσχολάζειν καὶ συμφιλοσοφεῖν ἐν αὐταῖς, [53] ἐπειδήπερ οὐ δυνατὸν πᾶσιν ἀνθρώποις ἀεὶ ἐπιδημεῖν, μήτ' ἐξαλλοτριοῦσι, μήτ' ἐξιδιαζομένου μηδενός, ἀλλ' ὡς ἂν ἱερὸν κοινῆι κεκτημένοις, καὶ τὰ πρὸς ἀλλήλους οἰκείως καὶ φιλικῶς χρωμένοις, ὥσπερ προσῆκον καὶ δίκαιον. Ἔστωσαν δὲ οἱ κοινωνοῦντες Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Δημάρατος, Καλλισθένης, Μελάντης, Παγκρέων, Νίκιππος. Ἐξεῖναι δὲ βουλομένωι φιλοσοφεῖν καὶ Ἀριστοτέλει τῶι Μητροδώρου καὶ Πυθιάδος υἱῶι καὶ μετέχειν τούτων· καὶ αὐτοῦ πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πρεσβυτάτους, ὅπως ὅτι μάλιστα προαχθῆι κατὰ φιλοσοφίαν. Θάψαι δὲ καὶ ἡμᾶς ὅπου ἂν δοκῆι μάλιστα ἁρμόττον εἶναι τοῦ κήπου, μηδὲν περίεργον μήτε περὶ τὴν ταφήν μήτε περὶ τὸ μνημεῖον ποιοῦντας. [54] Ὅπως δὲ συνείρηται, μετὰ τὰ περὶ ἡμᾶς συμβάντα, ‹τὰ› περὶ τὸ ἱερόν καὶ τὸ μνημεῖον καὶ τὸν κῆπον καὶ τὸν περίπατον θεραπευόμενα συνεπιμελεῖσθαι καὶ Πομπύλον τούτων ἐποικοῦντα αὐτόν καὶ τὴν τῶν ἄλλων ἐπιμέλειαν ποιούμενον ἣν καὶ πρότερον· τῆς δὲ λυσιτελείας ἐπιμελεῖσθαι αὐτοὺς τοὺς ἔχοντας ταῦτα. Πομπύλωι δὲ καὶ Θρέπτηι πάλαι ἐλευθέροις οὖσι καὶ ἡμῖν πολλὴν χρείαν παρεσχημένοις, εἴ τι πρότερον ἔχουσι παρ' ἡμῶν καὶ εἴ τι αὐτοὶ ἐκτήσαντο καὶ ἃ νῦν παρ' Ἱππάρχου αὐτοῖς συντέταχα, δισχιλίας δραχμάς, ἀσφαλῶς οἶμαι δεῖν αὐτοῖς ὑπάρχειν ταῦτα, καθάπερ καὶ αὐτοῖς διελέχθην Μελάντηι καὶ Παγκρέοντι πλεονάκις· καὶ πάντα μοι συγκατετίθεντο. Δίδωμι δ' αὐτοῖς καὶ Σωματάλην, [καὶ] τὴν παιδίσκην. [55] Τῶν δὲ παίδων Μόλωνα μὲν καὶ Τίμωνα καὶ Παρμένοντα, ἤδη ἐλευθέρους ἀφίημι· Μανῆν δὲ καὶ Καλλίαν παραμείναντας ἔτη τέτταρα ἐν τῶι κήπωι καὶ συνεργασαμένους καὶ ἀναμαρτήτους γενομένους ἀφίημι ἐλευθέρους. Τῶν δ' οἰκηματικῶν σκευῶν ἀποδιδόντας Πομπύλωι ὅσ' ἂν δοκῆι τοῖς ἐπιμεληταῖς καλῶς ἔχειν, τὰ λοιπὰ ἐξαργυρίσαι. Δίδωμι δὲ καὶ Καρίωνα Δημοτίμωι, Δόνακα δὲ Νηλεῖ· Εὔβοιον δ' ἀποδόσθαι. Δότω δ' Ἵππαρχος Καλλίνωι τρισχιλίας δραχμάς· Μελάντηι δὲ καὶ Παγκρέοντι εἰ μὲν μὴ ἑωρῶμεν Ἵππαρχον καὶ ἡμῖν πρότερον χρείαν παρεσχημένον καὶ νῦν ἐν τοῖς ἰδίοις μάλα νεναυαγηκότα, προσετάξαμεν ἂν μετὰ Μελάντου καὶ Παγκρέοντος ἐξάγειν αὐτά. [56] Ἐπειδὴ δὲ οὔτ' ἐκείνοις ἑώρων ῥάιδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τ' αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντηι καὶ Παγκρέοντι, ἑκατέρωι, τάλαντον· διδόναι δ' Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῆι διαθήκηι γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. Οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. Ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῆι διαθήκηι γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. [57] Αἱ διαθῆκαι κεῖνται, ἀντίγραφα τῶι Θεοφράστου δακτυλίωι σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίαι Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. Τὴν δ' ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δ' οἱ αὐτοί. Τὴν δ' ἑτέραν ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης ὁ υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος.

 
 
 
 
<<< auctoris paginam