BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Οἰκονομικός

 

Κεφάλαιον ιζʹ

 

___________________________________________________

 

 

 

[1] Περὶ μὲν τῆς νεοῦ ὁρᾶις, ἔφη, ὦ Σώκρατες, ὡς ἀμφοτέροις ἡμῖν ταὐτὰ δοκεῖ.

Δοκεῖ γὰρ οὖν, ἔφην ἐγώ.

Περί γε μέντοι τοῦ σπόρου ὥρας ἄλλο τι, ἔφη, ὦ Σώκρατες, γιγνώσκεις ἢ τὴν ὥραν σπείρειν ἧς πάντες μὲν οἱ πρόσθεν ἄνθρωποι πεῖραν λαβόντες, πάντες δὲ οἱ νῦν λαμβάνοντες, ἐγνώκασι κρατίστην εἶναι; [2] ἐπειδὰν γὰρ ὁ μετοπωρινὸς χρόνος ἔλθηι, πάντες που οἱ ἄνθρωποι πρὸς τὸν θεὸν ἀποβλέπουσιν, ὁπότε βρέξας τὴν γῆν ἀφήσει αὐτοὺς σπείρειν.

Ἐγνώκασι δή γ᾽, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, καὶ τὸ μὴ ἐν ξηρᾶι σπείρειν ἑκόντες εἶναι πάντες ἄνθρωποι, δῆλον ὅτι πολλαῖς ζημίαις παλαίσαντες οἱ πρὶν κελευσθῆναι ὑπὸ τοῦ θεοῦ σπείροντες.

[3] Οὐκοῦν ταῦτα μέν, ἔφη ὁ Ἰσχόμαχος, ὁμογνωμονοῦμεν πάντες οἱ ἄνθρωποι.

Ἃ γὰρ ὁ θεὸς διδάσκει, ἔφην ἐγώ, οὕτω γίγνεται ὁμονοεῖν· οἷον ἅμα πᾶσι δοκεῖ βέλτιον εἶναι ἐν τῶι χειμῶνι παχέα ἱμάτια φορεῖν, ἂν δύνωνται, καὶ πῦρ κάειν ἅμα πᾶσι δοκεῖ, ἂν ξύλα ἔχωσιν.

[4] Ἀλλ᾽ ἐν τῶιδε, ἔφη ὁ Ἰσχόμαχος, πολλοὶ ἤδη διαφέρονται, ὦ Σώκρατες, περὶ τοῦ σπόρου, πότερον ὁ πρώιμος κράτιστος ἢ ὁ μέσος ἢ ὁ ὀψιμώτατος.

Καὶ ὁ θεός, ἔφην ἐγώ, οὐ τεταγμένως τὸ ἔτος ἄγει, ἀλλὰ τὸ μὲν τῶι πρωίμωι κάλλιστα, τὸ δὲ τῶι μέσωι, τὸ δὲ τῶι ὀψιμωτάτωι.

[5] Σὺ οὖν, ἔφη, ὦ Σώκρατες, πότερον ἡγῆι κρεῖττον εἶναι ἑνὶ τούτων τῶν σπόρων χρῆσθαι ἐκλεξάμενον, ἐάν τε πολὺ ἐάν τε ὀλίγον σπέρμα σπείρηι τις, ἢ ἀρξάμενον ἀπὸ τοῦ πρωιμωτάτου μέχρι τοῦ ὀψιμωτάτου σπείρειν;

[6] Καὶ ἐγὼ εἶπον· Ἐμοὶ μέν, ὦ Ἰσχόμαχε, δοκεῖ κράτιστον εἶναι παντὸς μετέχειν τοῦ σπόρου. πολὺ γὰρ νομίζω κρεῖττον εἶναι ἀεὶ ἀρκοῦντα σῖτον λαμβάνειν ἢ ποτὲ μὲν πάνυ πολὺν ποτὲ δὲ μηδ᾽ ἱκανόν.

Καὶ τοῦτο τοίνυν σύγε, ἔφη, ὦ Σώκρατες, ὁμογνωμονεῖς ἐμοὶ ὁ μανθάνων τῶι διδάσκοντι, καὶ ταῦτα πρόσθεν ἐμοῦ τὴν γνώμην ἀποφαινόμενος.

[7] Τί γάρ, ἔφην ἐγώ, ἐν τῶι ῥίπτειν τὸ σπέρμα ποικίλη τέχνη ἔνεστι;

Πάντως, ἔφη, ὦ Σώκρατες, ἐπισκεψώμεθα καὶ τοῦτο. ὅτι μὲν γὰρ ἐκ τῆς χειρὸς δεῖ ῥίπτεσθαι τὸ σπέρμα καὶ σύ που οἶσθα, ἔφη.

Καὶ γὰρ ἑώρακα, ἔφην ἐγώ.

Ῥίπτειν δέ γε, ἔφη, οἱ μὲν ὁμαλῶς δύνανται, οἱ δ᾽ οὔ.

Οὐκοῦν τοῦτο μέν, ἔφην ἐγώ, ἤδη μελέτης δεῖται ὥσπερ τοῖς κιθαρισταῖς ἡ χείρ, ὅπως δύνηται ὑπηρετεῖν τῆι γνώμηι.

[8] Πάνυ μὲν οὖν, ἔφη· ἂν δέ γε ἦι, ἔφη, ἡ γῆ ἡ μὲν λεπτοτέρα, ἡ δὲ παχυτέρα;

Τί τοῦτο, ἐγὼ ἔφην, λέγεις; ἆρά γε τὴν μὲν λεπτοτέραν ὅπερ ἀσθενεστέραν, τὴν δὲ παχυτέραν ὅπερ ἰσχυροτέραν;

Τοῦτ᾽, ἔφη, λέγω, καὶ ἐρωτῶ γέ σε πότερον ἴσον ἂν ἑκατέραι τῆι γῆι σπέρμα διδοίης ἢ ποτέραι ἂν πλέον.

[9] Τῶι μὲν οἴνωι, ἔφην, ἔγωγε νομίζω τῶι ἰσχυροτέρωι πλέον ἐπιχεῖν ὕδωρ, καὶ ἀνθρώπωι τῶι ἰσχυροτέρωι πλέον βάρος, ἐὰν δέηι τι φέρειν, ἐπιτιθέναι, κἂν δέηι τρέφεσθαί τινας, τοῖς δυνατωτέροις τρέφειν ἂν τοὺς πλείους προστάξαιμι. εἰ δὲ ἡ ἀσθενὴς γῆ ἰσχυροτέρα, ἔφην ἐγώ, γίγνεται, ἄν τις πλείονα καρπὸν αὐτῆι ἐμβάληι, ὥσπερ τὰ ὑποζύγια, τοῦτο σύ με δίδασκε.

[10] Καὶ ὁ Ἰσχόμαχος γελάσας εἶπεν· Ἀλλὰ παίζεις μὲν σύγε, ἔφη, ὦ Σώκρατες. εὖ γε μέντοι, ἔφη, ἴσθι, ἂν μὲν ἐμβαλὼν τὸ σπέρμα τῆι γῆι ἔπειτα ἐν ὧι πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόης γενομένης ἀπὸ τοῦ σπέρματος καταστρέψηις αὐτὸ πάλιν, τοῦτο γίγνεται σῖτος τῆι γῆι, καὶ ὥσπερ ὑπὸ κόπρου ἰσχὺς αὐτῆι ἐγγίγνεται· ἂν μέντοι ἐκτρέφειν ἐᾶις τὴν γῆν διὰ τέλους τὸ σπέρμα εἰς καρπόν, χαλεπὸν τῆι ἀσθενεῖ γῆι ἐς τέλος πολὺν καρπὸν ἐκφέρειν. καὶ συὶ δὲ ἀσθενεῖ χαλεπὸν πολλοὺς ἁδροὺς χοίρους ἐκτρέφειν.

[11] Λέγεις σύ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῆι ἀσθενεστέραι γῆι μεῖον δεῖν τὸ σπέρμα ἐμβαλεῖν;

Ναὶ μὰ Δί᾽, ἔφη, ὦ Σώκρατες, καὶ σύ γε συνομολογεῖς, λέγων ὅτι νομίζεις τοῖς ἀσθενεστέροις πᾶσι μείω προστάττειν πράγματα.

[12] Τοὺς δὲ δὴ σκαλέας, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τίνος ἕνεκα ἐμβάλλετε τῶι σίτωι;

Οἶσθα δήπου, ἔφη, ὅτι ἐν τῶι χειμῶνι πολλὰ ὕδατα γίγνεται.

Τί γὰρ οὔ; ἔφην ἐγώ.

Οὐκοῦν θῶμεν τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπ᾽ αὐτῶν ἰλύος ἐπιχυθείσης καὶ ψιλωθῆναί τινας ῥίζας ὑπὸ ῥεύματος. καὶ ὕλη δὲ πολλάκις ὑπὸ τῶν ὑδάτων δήπου συνεξορμᾶι τῶι σίτωι καὶ παρέχει πνιγμὸν αὐτῶι.

Πάντα, ἔφην ἐγώ, εἰκὸς ταῦτα γίγνεσθαι.

[13] Οὐκοῦν δοκεῖ σοι, ἔφη, ἐνταῦθα ἤδη ἐπικουρίας τινὸς δεῖσθαι ὁ σῖτος;

Πάνυ μὲν οὖν, ἔφην ἐγώ.

Τῶι οὖν κατιλυθέντι τί ἂν ποιοῦντες δοκοῦσιν ἄν σοι ἐπικουρῆσαι;

Ἐπικουφίσαντες, ἔφην ἐγώ, τὴν γῆν.

Τί δέ, ἔφη, τῶι ἐψιλωμένωι τὰς ῥίζας;

Ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν, ἔφην ἐγώ.

[14] Τί γάρ, ἔφη, ἂν ὕλη πνίγηι συνεξορμῶσα τῶι σίτωι καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται;

Ἐκκόπτειν ἂν νὴ Δία [τὴν τροφὴν] δέοι τὴν ὕλην, ἔφην ἐγώ, ὥσπερ τοὺς κηφῆνας ἐκ τῶν σμηνῶν ἀφαιρεῖν.

[15] Οὐκοῦν, ἔφη, εἰκότως σοι δοκοῦμεν ἐμβαλεῖν τοὺς σκαλέας;

Πάνυ γε. ἀτὰρ ἐνθυμοῦμαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, οἷόν ἐστι τὸ εὖ τὰς εἰκόνας ἐπάγεσθαι. πάνυ γὰρ σύ με ἐξώργισας πρὸς τὴν ὕλην τοὺς κηφῆνας εἰπών, πολὺ μᾶλλον ἢ ὅτε περὶ αὐτῆς τῆς ὕλης ἔλεγες.