B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Aristophanis
Ecclesiazusae
     
   


Ἐκκλησιάζουσαι

Πάροδος

___________________________________________


Χορός
285
ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ᾽ ἐξολίσθηι
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.

     [στροφή]
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ
290
ὁ θεσμοθέτης, ὃς ἂν
μὴ πρὼι πάνυ τοῦ κνέφους
ἥκηι κεκονιμένος,
    στέργων σκοροδάλμηι
βλέπων ὑπότριμμα, μὴ
δώσειν τὸ τριώβολον.
ἀλλ᾽ ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης
    ἕπου κατεπείγων,
σαυτῶι προσέχων ὅπως
295
μηδὲν παραχορδιεῖς
    ὧν δεῖ σ᾽ ἀποδεῖξαι·
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλη-
σίοι καθεδούμεθ᾽, ὡς
    ἂν χειροτονῶμεν
ἅπανθ᾽ ὁπόσ᾽ ἂν δέηι
τὰς ἡμετέρας φίλας.
καίτοι τί λέγω; φίλους
    γὰρ χρῆν μ᾽ ὀνομάζειν.

     [ἀντιστροφή]
300
ὅρα δ᾽ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
ἥκοντας, ὅσοι πρὸ τοῦ
μέν, ἡνίκ᾽ ἔδει λαβεῖν
ἐλθόντ᾽ ὀβολὸν μόνον,
    καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
νυνὶ δ᾽ ἐνοχλοῦσ᾽ ἄγαν.
ἀλλ᾽ οὐχί, Μυρωνίδης
ὅτ᾽ ἦρχεν ὁ γεννάδας,
    οὐδεὶς ἂν ἐτόλμα
305
τὰ τῆς πόλεως διοι-
κεῖν ἀργύριον φέρων·
    ἀλλ᾽ ἧκειν ἕκαστος
ἐν ἀσκιδίωι φέρων
πιεῖν ἅμα τ᾽ ἄρτον αὑ-
τῶι καὶ δύο κρομμύω
     καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ-
310
περ πηλοφοροῦντες.

Βλέπυρος
τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ ἡ γυνὴ φρούδη ᾽στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἔστιν, ἡ δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῶι σκότωι
315
καὶ θοἰμάτιον· ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320
ἀλλ᾽ ἐν καθαρῶι ποῦ ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῶι;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽· ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
325
οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.

Ἀνήρ
τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;

Βλέπυρος
νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος.

Ἀνήρ
                            εἰπέ μοι
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330
Κινησίας σου κατατετίληκέν ποθεν;

Βλέπυρος
οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

Ἀνήρ
τὸ δ᾽ ἱμάτιόν σου ποῦ ᾽στιν;

Βλέπυρος
                        οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

Ἀνήρ
335
εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;

Βλέπυρος
μὰ τὸν Δί᾽ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν·
ὃ καὶ δέδοικα μή τι δρᾶι νεώτερον.

Ἀνήρ
νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340
ἐμοὶ πέπονθας. καὶ γὰρ ἧι ξύνειμ᾽ ἐγὼ
φρούδη ᾽στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ ᾽φρόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

Βλέπυρος
μὰ τὸν Διόνυσον οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
345
Λακωνικάς, ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ᾽γχέσαιμ᾽ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.

Ἀνήρ
τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;

Βλέπυρος
                            γνώμην γ᾽ ἐμήν.

Ἀνήρ
350
οὔκουν πονηρά γ᾽ ἐστιν ὅ τι κἄμ᾽ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς, ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

Βλέπυρος
κἄγωγ᾽, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
355
ἀχράς τις ἐγκλήισασ᾽ ἔχει τὰ σιτία.

Ἀνήρ
μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;

Βλέπυρος
νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ᾽ ὅταν φάγω,
360
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ᾽ ἔσθ᾽ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
365
ἀλλ᾽ οἶδ᾽, Ἀμύνων. ἀλλ᾽ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσηι τέχνηι.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι᾽ Εἰλείθυια μή με περιίδηις
370
διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμωιδική.

Χρέμης
οὗτος τί ποιεῖς; οὔτι που χέζεις;

Βλέπυρος
                                    ἐγώ;
οὐ δῆτ᾽ ἔτι γε μὰ τὸν Δί᾽, ἀλλ᾽ ἀνίσταμαι.

Χρέμης
τὸ τῆς γυναικὸς δ᾽ ἀμπέχει χιτώνιον;

Βλέπυρος
375
ἐν τῶι σκότωι γὰρ τοῦτ᾽ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτέον;

Χρέμης
                        ἐξ ἐκκλησίας.

Βλέπυρος
ἤδη λέλυται γάρ;

Χρέμης
                νὴ Δί᾽ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλωι.

Βλέπυρος
380
τὸ τριώβολον δῆτ᾽ ἔλαβες;

Χρέμης
                        εἰ γὰρ ὤφελον.
ἀλλ᾽ ὕστερος νῦν ἦλθον, ὥστ᾽ αἰσχύνομαι
μὰ τὸν Δί᾽ οὐδέν᾽ ἄλλον ἢ τὸν θύλακον.

Βλέπυρος
τὸ δ᾽ αἴτιον τί;

Χρέμης
            πλεῖστος ἀνθρώπωμ ὄχλος,
ὅσος οὐδεπώποτ᾽ ἦλθ᾽ ἁθρόος ἐς τὴν πύκνα.
385
καὶ δῆτα πάντες σκυτοτόμοις ἠικάζομεν
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ᾽ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
ὥστ᾽ οὐκ ἔλαβον οὔτ᾽ αὐτὸς οὔτ᾽ ἄλλοι συχνοί.

Βλέπυρος
οὐδ᾽ ἄρ᾽ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;

Χρέμης
                                        πόθεν;
390
οὐδ᾽ εἰ μὰ Δία τότ᾽ ἦλθες ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετ᾽.

Βλέπυρος
                    οἴμοι δείλαιος.
Ἀντίλοχ᾽ ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἦν, ὅτι τοσοῦτον χρῆμ᾽ ὄχλου
395
οὕτως ἐν ὥραι ξυνελέγη;

Χρέμης
                            τί δ᾽ ἄλλο γ᾽ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κἆιτ᾽ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ᾽ ὁ δῆμος ἀναβοᾶι πόσον δοκεῖς,
400
«οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῶι βλεφαρίδ᾽ οὐκ ἐσώσατο;»
ὁ δ᾽ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
«τί δαί με χρῆν δρᾶν;»

Βλέπυρος
                «σκόροδ᾽ ὁμοῦ τρίψαμτ᾽ ὀπῶι
405
τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,»
ἔγωγ᾽ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.

Χρέμης
μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·
410
αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν·
κἄπειτ᾽ ἔλεξε δημοτικωτάτους λόγους·
«ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν· ἀλλ᾽ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
415
ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῆι,
πλευρῖτις ἡμῶν οὐδέν᾽ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή ᾽στι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
420
ἐς τῶν σκυλοδεψῶν· ἢν δ᾽ ἀποκλήιηι τῆι θύραι
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.»

Βλέπυρος
νὴ τὸν Διόνυσον χρηστά γ᾽· εἰ δ᾽ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425
δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
ἵνα τοῦτ᾽ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.

Χρέμης
μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδησ᾽ ὅμοιος Νικίαι
δημηγορήσων, κἀπεχείρησεν λέγειν
430
ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
εἶτ᾽ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν.

Βλέπυρος
                νοῦν γὰρ εἶχον νὴ Δία.

Χρέμης
ἀλλ᾽ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῆι βοῆι,
435
τὰς μὲν γυναῖκας πόλλ᾽ ἀγαθὰ λέγων, σὲ δὲ
πολλὰ κακά.

Βλέπυρος
            καὶ τί εἶπε;

Χρέμης
                    πρῶτον μέν σ᾽ ἔφη
εἶναι πανοῦργον.

Βλέπυρος
                καὶ σέ;

Χρέμης
                        μή πω τοῦτ᾽ ἔρηι.
κἄπειτα κλέπτην.

Βλέπυρος
                ἐμὲ μόνον;

Χρέμης
                        καὶ νὴ Δία
καὶ συκοφάντην.

Βλέπυρος
                ἐμὲ μόνον;

Χρέμης
                        καὶ νὴ Δία
440
τωνδὶ τὸ πλῆθος.

Βλέπυρος
                τίς δὲ τοῦτ᾽ ἄλλως λέγει;

Χρέμης
γυναῖκα δ᾽ εἶναι πρᾶγμ᾽ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητ᾽ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτ᾽ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.

Βλέπυρος
445
καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ᾽ οὐκ ἐψεύσατο.

Χρέμης
ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσί᾽ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ᾽ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
450
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.

Βλέπυρος
νὴ τὸν Ποσειδῶ μαρτύρων γ᾽ ἐναντίον.

Χρέμης
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.

Βλέπυρος
455
τί δῆτ᾽ ἔδοξεν;

Χρέμης
            ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῆι πόλει
οὔπω γεγενῆσθαι.

Βλέπυρος
            καὶ δέδοκται;

Χρέμης
                        φήμ᾽ ἐγώ.

Βλέπυρος
ἅπαντά τ᾽ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;

Χρέμης
                    οὕτω ταῦτ᾽ ἔχει.

Βλέπυρος
460
οὐδ᾽ ἐς δικαστήριον ἄρ᾽ εἶμ᾽ ἀλλ᾽ ἡ γυνή;

Χρέμης
οὐδ᾽ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ᾽ ἡ γυνή.

Βλέπυρος
οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ᾽ ἆρά μοι;

Χρέμης
μὰ Δί᾽ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ᾽ ἤδη μέλει·
σὺ δ᾽ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.

Βλέπυρος
465
ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῶιν,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ᾽ ἀναγκάζωσι πρὸς βίαν -

Χρέμης
                            τί δρᾶν;

Βλέπυρος
κινεῖν ἑαυτάς.

Χρέμης
                ἢν δὲ μὴ δυνώμεθα;

Βλέπυρος
ἄριστον οὐ δώσουσι.

Χρέμης
                    σὺ δέ γε νὴ Δία
470
δρᾶ ταῦθ᾽, ἵν᾽ ἀριστᾶις τε καὶ κινῆις ἅμα.

Βλέπυρος
τὸ πρὸς βίαν δεινότατον,

Χρέμης
                    ἀλλ᾽ εἰ τῆι πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ᾽ ἄνδρα δρᾶν.

Βλέπυρος
λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ᾽ ὅσ᾽ ἂν καὶ μῶρα βουλευσώμεθα,
475
ἅπαντ᾽ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.

Χρέμης
καὶ ξυμφέροι γ᾽ ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ᾽ εἶμι· σὺ δ᾽ ὑγίαινε.

Βλέπυρος
                    καὶ σύ γ᾽ ὦ Χρέμης.

Χορός
    ἔμβα χώρει.
ἆρ᾽ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480
    στρέφου σκόπει,
φύλαττε σαυτὴν ἀφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξηι.

     [στροφή]
ἀλλ᾽ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·
    ἡμῖν δ᾽ ἂν αἰσχύνην φέροι
485
πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ᾽ ἐλεγχθέν.
    πρὸς ταῦτα συστέλλου σεαυ-
    τὴν καὶ περισκοπουμένη
    ‹τἀνθένδε καὶ› τἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλ᾽ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
490
ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ᾽ ἡνίκ᾽ ἦιμεν·
τὴν δ᾽ οἰκίαν ἔξεσθ᾽ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθ᾽ ἡ τὸ πρᾶγμ᾽ εὑροῦσ᾽ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

     [ἀντιστροφή]
ὥστ᾽ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ᾽ ἐπαναμενούσας
    πώγωνας ἐξηρτημένας,
495
μὴ καί τις +ὄψεθ᾽ ἡμᾶς+ χἠμῶν ἴσως κατείπηι.
    ἀλλ᾽ εἶα δεῦρ᾽ ἐπὶ σκιᾶς
    ἐλθοῦσα πρὸς τὸ τειχίον
    παραβλέπουσα θατέρωι
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
500
καὶ μὴ βράδυν᾽· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ᾽ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·
χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ᾽ ἔχουσαι.

Πραξαγόρα
ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
505
τὰ πράγματ᾽ ἐκβέβηκεν ἁβουλεύσαμεν.
ἀλλ᾽ ὡς τάχιστα πρίν τιν᾽ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
510
ταύτας κατευτρέπιζ᾽, ἐγὼ δὲ βούλομαι
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον τἄλλα θ᾽ ἁξηνεγκάμην.

Χορός
κεῖται ‹καὶ› δὴ πάνθ᾽ ἅπερ εἶπας, σὸν δ᾽ ἔργον τἄλλα
διδάσκειν,
515
ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
οὐδεμιᾶι γὰρ δεινοτέραι σου ξυμμείξασ᾽ οἶδα γυναικί.

Πραξαγόρα
περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσομαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῶι θορύβωι καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.

Βλέπυρος
520
αὕτη πόθεν ἥκεις Πραξαγόρα;

Πραξαγόρα
                            τί δ᾽ ὦ μέλε
σοὶ τοῦθ᾽;

Βλέπυρος
            ὅ τί μοι τοῦτ᾽ ἔστιν; ὡς εὐηθικῶς.

Πραξαγόρα
οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.

Βλέπυρος
                                    οὐκ ἴσως
ἑνός γε.

Πραξαγόρα
        καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι.

Βλέπυρος
        πῶς;

Πραξαγόρα
            εἰ τῆς κεφαλῆς ὄζω μύρου;

Βλέπυρος
525
τί δ᾽; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;

Πραξαγόρα
οὐ δῆτα τάλον ἔγωγε.

Βλέπυρος
                        πῶς οὖν ὄρθριον
ὤιχου σιωπῆι θοἰμάτιον λαβοῦσά μου;

Πραξαγόρα
γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ᾽ ὠδίνουσα.

Βλέπυρος
                    κἆιτ᾽ οὐκ ἦν ἐμοὶ
530
φράσασαν ἰέναι;

Πραξαγόρα
τῆς λεχοῦς δ᾽ οὐ φροντίσαι
οὕτως ἐχούσης ὦνερ;

Βλέπυρος
                    εἰποῦσάν γέ μοι.
ἀλλ᾽ ἔστιν ἐνταῦθά τι κακόν.

Πραξαγόρα
                        μὰ τὼ θεὼ
ἀλλ᾽ ὥσπερ εἶχον ὠιχόμην· ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ᾽ ἐξιέναι πάσηι τέχνηι.

Βλέπυρος
535
εἶτ᾽ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχτῆν σ᾽ ἔχειν;
ἀλλ᾽ ἔμ᾽ ἀποδύσασ᾽ ἐπιβαλοῦσα τοὔγκυκλον
ὤιχου καταλιποῦσ᾽ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασ᾽ οὐδ᾽ ἐπιθεῖσα λήκυθον.

Πραξαγόρα
ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
540
ἔπειθ᾽ ἵν᾽ ἀλεαίνοιμι, τοῦτ᾽ ἠμπεσχόμην·
σὲ δ᾽ ἐν ἀλέαι κατακείμενον καὶ στρώμασιν
κατέλιπον ὦνερ.

Βλέπυρος
            αἱ δὲ δὴ Λακωνικαὶ
ὤιχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;

Πραξαγόρα
ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῆι βακτηρίαι.

Βλέπυρος
οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;

Πραξαγόρα
μὴ φροντίσηις; ἄρρεν γὰρ ἔτεκε παιδίον.

Βλέπυρος
550
ἡκκλησία;

Πραξαγόρα
        μὰ Δί᾽ ἀλλ᾽ ἐφ᾽ ἣν ἐγὠιχόμην.
ἀτὰρ γεγένηται;

Βλέπυρος
                ναὶ μὰ Δί᾽. οὐκ ἤιδησθά με
φράσαντά σοι χθές;

Πραξαγόρα
                ἄρτι γ᾽ ἀναμιμνήισκομαι.

Βλέπυρος
οὐδ᾽ ἄρα τὰ δόξαντ᾽ οἶσθα;

Πραξαγόρα
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Βλέπυρος
κάθησο τοίνυν σηπίας μασωμένη.
555
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.

Πραξαγόρα
τί δρᾶν; ὑφαίνειν;

Βλέπυρος
                οὐ μὰ Δί᾽ ἀλλ᾽ ἄρχειν.

Πραξαγόρα
                                    τίνων;

Βλέπυρος
ἁπαξαπάντων τῶν καὰ πόλιν πραγμάτων.

Πραξαγόρα
νὴ τὴν Ἀφροδίτην μακαρία γ᾽ ἄρ᾽ ἡ πόλις
ἔσται τὸ λοιπόν.

Βλέπυρος
            κατὰ τί;

Πραξαγόρα
                πολλῶν οὕνεκα.
560
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μρτυρεῖν,
οὐ συκοφαντεῖν -

Βλέπυρος
            μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσηις μηδ᾽ ἀφέληι μου τὸν βίον.

Ἀνήρ
ὦ δαιμόνι᾽ ἀνδρῶν τὴν γυναῖκ᾽ ἔα λέγειν.

Πραξαγόρα
565
μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ᾽νεχυραζόμενον φέρειν.

Ἀνήρ
νὴ τὸν Ποσειδῶ μεγάλα γ᾽, εἰ μὴ ψεύσεται.

Πραξαγόρα
ἀλλ᾽ ἀποφανῶ τοῦθ᾽, ὥστε σέ τέ μοι μαρτυρεῖν
570
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.