BIBLIOTHECA AUGUSTANA

 

Herodotos

ca. 484 - ca. 428 a. Chr. n.

 

Ἡ Σοῦδα περὶ Ἡροδότου

 

___________________________________________________

 

 

 

ρόδοτος, Λύξου καὶ Δρυοῦς, Ἁλικαρνασεύς, τῶν ἐπιφανῶν, καὶ ἀδελφὸν ἐσχηκὼς Θεόδωρον. μετέστη δ' ἐν Σάμωι διὰ Λύγδαμιν τὸν ἀπὸ Ἀρτεμισίας τρίτον τύραννον γενόμενον Ἁλικαρνασσοῦ· Πισίνδηλις γὰρ ἦν υἱὸς Ἀρτεμισίας, τοῦ δὲ Πισινδήλιδος Λύγδαμις. ἐν οὖν τῆι Σάμωι καὶ τὴν Ἰάδα ἠσκήθη διάλεκτον καὶ ἔγραψεν ἱστορίαν ἐν βιβλίοις θʹ, ἀρξάμενος ἀπὸ Κύρου τοῦ Πέρσου καὶ Κανδαύλου τοῦ Λυδῶν βασιλέως. ἐλθὼν δὲ εἰς Ἁλικαρνασσὸν καὶ τὸν τύραννον ἐξελάσας, ἐπειδὴ ὕστερον εἶδεν ἑαυτὸν φθονούμενον ὑπὸ τῶν πολιτῶν, εἰς τὸ Θούριον ἀποικιζόμενον ὑπὸ Ἀθηναίων ἐθελοντὴς ἦλθε κἀκεῖ τελευτήσας ἐπὶ τῆς ἀγορᾶς τέθαπται. τινὲς δὲ ἐν Πέλλαις αὐτὸν τελευτῆσαί φασιν. ἐπιγράφονται δὲ οἱ λόγοι αὐτοῦ Μοῦσαι. περὶ Ἡροδότου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῆι· τίς οὖν ἀγνοεῖ τὸν Αἰθιόπων ὑπὲρ τοῦ παρ' ἡμῖν τροφιμωτάτου σιτίου λόγον; ἁψάμενοι γὰρ τῆς μάζης θαυμάζειν ἔφασαν, ὅπως κόπρια σιτούμενοι ζῶμεν, εἴ τωι πιστὸς ὁ Θούριος εἶναι λογοποιὸς δοκεῖ. ἰχθυοφάγων δὲ καὶ σαρκοφάγων ἀνθρώπων γένη μηδ' ὄναρ ἰδόντα τὴν παρ' ἡμῖν δίαιταν οἱ τὴν οἰκουμένην περιηγούμενοι γῆν ἱστοροῦσιν· ὧν εἴ τις παρ' ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον.