BIBLIOTHECA AUGUSTANA

 

Lysias

ca. 450 - ca. 380

 

Λόγοι

 

Praefatio

Lysiae vita ex vitis X oratorum

(Ps.-Plutarchos)

 

___________________________________________________

 

 

 

Βίοι τῶν δέκα ῥητορων.

Λυσίας.

Λυσίας υἱὸς ἦν Κεφάλου του Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος, μεταναστάντος δ᾽ εἰς Ἀθήνας ἐπιθυμίαι τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτὸν φίλον ὄντα καὶ ξένον, πλούτωι διαφέροντα, ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα ὑπὸ Γέλωνος ἐτυραννοῦντο. γενόμενος <δ᾽> Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ το δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς [καὶ δευτέρας] ὀλυμπιάδος τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων· ἐπεὶ δὲ τὴν εἰς Σύβαριν ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ὤιχετο σὺν τῶι πρεσβυτάτωι ἀδελφῶν Πολεμάρχωι (ἦσαν γὰρ αὐτῶι καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος, κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τεισίαι καὶ Νικίαι τοῖς Συρακουσίοις, κτησάμενός τ᾽ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεοκρίτου τοῦ Ἀθήνησιν ἄρχοντος ἔτη ἑξήκοντα τρία. τῶι δ᾽ ἑξῆς ἐνιαυτῶι ὀλυμπιάδι ἐνενηκοστῆι δευτέραι τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τ᾽ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετ᾽ ἄλλων τριακοσίων. παραγενόμενος δ᾽ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι. τῆς δ᾽ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον. αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ἧι ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις. ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῆι καθόδωι, ἐκεῖ χρησιμώτατος ἁπάντων ὤφθη χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας, πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τ᾽ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον ξένον αὐτῶι γεγονότα· ἐφ᾽ οἷς γράψαντος αὐτῶι Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπ᾽ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δ᾽ Ἀρχίνου γραφὴν παρανόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα· καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν λοιπὸν ὤικησε χρόνον ἰσοτελὴς ὢν καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Λημοσθένη μειράκιον ὄντα. γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος. φέρονται δ᾽ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα <καὶ τρεῖς>, ἐν οἷς δὶς μόνον ἡττήσθαι λέγεται, ἔστι δ᾽ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος <ὃ> ἐγράψατο Ἀρχῖνος τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος. ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, τοῖς ἰδιώταις τοὺς πολλοὺς λόγους ἐκδούς. εἰσὶ δ᾽ αὐτῶι καὶ Τέχναι ῥητορικαὶ πεποιημέναι καὶ Δημηγορίαι, Ἐπιστολαί τε καὶ Ἐγκώμια καὶ Ἐπιτάφιοι καὶ Ἐρωτικοὶ καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν. δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν. Δημοσθένης δ᾽ ἐν τῶι κατὰ Νεαίρας λόγωι ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῆι Νεαίραι. ὕστερον δ᾽ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα. μνημονεύει δ᾽ αὐτοῦ καὶ Πλάτων ἐν τῶι Φαίδρωι ὡς δεινότατου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου. ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, δι᾽ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, <ὃ> καὶ ἐκ τῶν ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται. ἔχει δ᾽ οὕτως· 

 

<Νῦν>, ὦ Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι, 

δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις·

τῶι γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντι καὶ ἄλλοις 

ἐν κόσμοισι βίου σῶμα λαβόνθ᾽ ἕτερον

δεῖ σ᾽ ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσία ὕμνον 

δύντι κατὰ φθιμένων καὶ σοφῶι ἀθάνατον·

ὃς τό τ' ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασιν

καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν.

 

συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον, καὶ ἀμφοτέροις ἑνίκα· ἀναδεξαμένου δ᾽ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν, ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου, καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐξημιώθη πλείστοις χρήμασιν. ἀνέγνω δὲ καὶ ἐν τῆι Ὀλυμπιακῆι πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.