BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

117.

Δημάδης ὁ ῥήτωρ.

(S. 63. C. 178 et p. 363. F. 54.)

 

Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων οὐ πάνυ αὐτῶι προσεχόντων, ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῶι Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ προτρεψαμένων, αὐτὸς ἀρξάμενος ἔλεγε· «Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ἐβάδιζον ὁδόν· γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν, ἡ μὲν χελιδὼν ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ·» καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δ᾿ αὐτῶν «τί οὖν ἡ Δήμητρα ἔπαθεν;» ἔφη· «κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε.»

Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.