BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

173b.

Ἄλλως.

(S. 104.)

 

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν· ὁ δὲ τῆι ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο [87] ὁ χειμὼν, οἶκον ἑαυτῶι κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος Ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως σκέπηι αὐτόν. Ὁ δ᾿ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῶι δῶι. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ᾿ οὐ πολὺ καὶ βοῦς, οὐδ᾿ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχηι, καὶ αὐτὸς μέρος δοὺς ὑποδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῶι τοῦ Διὸς χρόνωι γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνου ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.

Τούτωι τῶι λόγωι χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.