BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

261.

Λέων, Προμηθεὺς καὶ Ἐλεφας.

(F. 357. C. 407.)

 

Λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλὸν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· «ὁ δὲ τοιοῦτος» ἔφασκε «τὸν ἀλεκτρυόνα φοβοῦμαι.» Καὶ ὁ Προμηθεὺς ἔφη· «τί με μάτην αἰτιᾶι; τὰ γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.» Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων, καὶ τῆς δειλίας κατεμέμφετο, καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα, «τί πάσχεις» ἔφη «καὶ τί δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;» Καὶ ὁ ἐλέφας, κατὰ τύχην περιπτάντος αὐτῶι κώνωπος, «ὁρᾶις» ἔφη «τοῦτο τὸ βραχὺ, τὸ βομβοῦν; ἢν εἰσδύνηι μου τῆι τῆς ἀκοῆς ὁδῶι, τέθνηκα.» Καὶ ὁ λέων· «τί οὖν ἔτι ἀποθνήσκειν» [128] ἔφη «με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;»

Ὁρᾶις, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.