BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

263.

Λέων καὶ Ταῦρος.

(C. 339. F. 410.)

 

Λέων ποτὲ ταῦρον ὁρᾶι, καὶ τροφῆς μὲν ἐρᾶι, τὰς δὲ τῶν κεράτων δειδίττεται προσβολὰς, καὶ τὸ φάρμακον εὑρὼν οὐ θεραπεύει τὸ πὰθος· νικᾶι μὲν αὐτὸν ὁ λιμὸς, καὶ τῶι ταύρωι κελεύει συμπλέκεσθαι, ἀλλ᾿ ἐκφοβεῖ τῶν κεράτων τὸ μέγεθος. Τέλος πείθεται τῶι λιμῶι, καὶ φιλίαν πλασάμενος εἰς ἀπάτην τὸν ταῦρον ὑπέρχεται· ὅπου τὰρ τὸ κακὸν πρόχειρον, καὶ τὸ ἀνδρεῖον πεφόβηται· κἂν ἴδηι τὸ βίαι κρατεῖν οὐκ ἀκίνδυνον, τὸ λάθραι σοφίζεται. «Ἐγὼ γοῦν» φησὶν «ἐπαινῶ σου τὸ καρτερὸν, ὑπεράγαμα τὸ κάλλος, ὁποῖος μὲν εἶ τὴν κεφαλὴν, ὁποῖος δὲ τὴν μορφὴν, ὅσος δὲ τοὺς πόδας, ὅσος δὲ τὰς ὁπλάς· ἀλλ᾿ ὅσον ἐπὶ τῆς κεφαλῆς [129] φέρεις τὸ ἄχθος! Περίελε γοῦν ματαίαν ἐπιπλοκὴν, καί σοι καὶ κόσμος ἔσται τῆς κεφαλῆς, καὶ βάρους ἀπαλλαγὴ, καὶ πρὸς τὸ κρεῖττον μεταβολή. Τί δέ καὶ δεῖ σοιο κεράτων, εἰρήνης οὔσης πρὸς λέοντας;» Πείθεται τούτοις ὁ ταῦρος, καὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἀποβαλὼν, τῶι λέοντι λοιπὸν εὐχείρωτος ἦν καὶ δεῖπνον ἀκίνδυνον.

Οὕτω τὸ πείθεσθαι τοῖς ἐχθροῖς μετὰ τῆς ἀπάτης φέρει καὶ κίνδυνον.