BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

370b.

Ἄλλως. Ποιμὴν καὶ Σκύλαξ.

(C. 271. F. 317. B. 113.)

 

Ποιμὴν ἔν τινι τόπωι παραθαλασσίωι ποίμνια νέ[182]μων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. Μετ᾿ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· «ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.»

Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα.