B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Archilochos
ca. 680 - ca. 630
     
   


Ἀ ρ χ ί λ ο χ ο ς
κ α ὶ   α ἱ   Μ ο ῦ σ α ι


Mnesiepis Insciptio (E1 col. II 22-55)

Textus:
Archilochus. Fragmenta edidit,
veterum testimonia collegit
Giovanni Tarditi,
Romae in aedibus Athenaei 1968
p. 5 sq.


_______________________________________________

 
 
Λέγουσι γὰρ Ἀρχίλοχον ἔτι νεώτερον
ὄντα πεμφθέντα ὑπὸ τοῦ πατρὸς Τελεσικλέους
εἰ]ς ἀγρόν, εἰς τὸν δῆμον, ὃς καλεῖται Λειμῶνες,
25
ὥ]στε βοῦν καταγαγεῖν εἰς πρᾶσιν, ἀναστάντα
π]ρωΐτερον τῆς νυκτός, σελήνης λαμπούσης,
ἄγ]ειν τὴμ βοῦν εἰς πόλιν· ὡς δ᾽ ἐγένετο κατὰ τὸν
τ]όπον, ὃς καλεῖται Λισσίδες, δόξαι γυναῖκας
ἰδ]εῖν ἀθρόας· νομίσαντα δ᾽ ἀπὸ τῶν ἔργων ἀπιέναι
30
αὐτὰς εἰς πόλιν προσελθόντα σκώπτειν, τὰς δὲ
δέξασθαι αὐτὸν μετὰ παιδιᾶς καὶ γέλωτος καὶ
ἐ]περωτῆσαι, εἰ πωλήσων ἄγει τὴμ βοῦν· φήσαντος δέ,
εἰ]πεῖν ὅτι αὐταὶ δώσουσιν αὐτῶι τιμὴν ἀξίαν·
ῥη]θέντων δὲ τούτων αὐτὰς μὲν οὐδὲ τὴμ βοῦν οὐκέτι
35
φα]νερὰς εἶναι, πρὸ τῶν ποδῶν δὲ λύραν ὁρᾶν αὐτόν·
καταπλαγέντα δὲ καὶ μετά τινα χρόνον ἔννουν
γεν]όμενον ὑπολαβεῖν τὰς Μούσας εἶναι τὰς φανείσας
καὶ] τὴν λύραν αὐτῶι δωρησαμένας· καὶ ἀνελό-
με]νον αὐτὴν πορεύεσθαι εἰς πόλιν καὶ τῶι πατρὶ
40
τὰ γ]ενόμενα δηλῶσαι. | Τὸν δὲ Τελεσικλῆν ἀκού-
σα]ντα καὶ τὴν λύραν ἰδόντα θαυμάσαι· καὶ πρῶτομ
μὲ]ν ζήτησιν ποιήσασθαι τῆς βοὸς κατὰ πᾶσαν
τὴ]ν νῆσον καὶ οὐ δύνασθαι εὑρεῖν. | Ἔπειθ᾽ ὑπὸ τῶν
πο]λιτῶν θεοπρόπον εἰς Δελφοὺς εἱρημένον μετὰ
45
Λυ]κάμβου χρησόμενον ὑπὲρ τῆς πόλεως, προθυμό-
τ]ερον ἀποδημῆσαι βουλόμενον καὶ περὶ τῶν
α]ὐτοῖς συμβεβηκότων πυθέσθαι. | Ἀφικομένων δὲ
καὶ] εἰσιόντων αὐτῶν εἰς τὸ μαντεῖον τὸν θεὸν
εἰ]πεῖν Τελεσικλεῖ τὸν χρησμὸν τόνδε·

50
     Ἀθά]νατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,
     ἔ]σται ἐν ἀνθρώποισιν, ὃς ἂμ πρῶτός σε προσείπει
     ν]ηὸς ἀποθρώισκοντα φίλην εἰς πατρίδα γαῖαν.

Π]αραγενομένων δ᾽ αὐτῶν εἰς Πάρον τοῖς Ἀρτε-
μ]ισίοις πρῶτον τῶν παίδων Ἀρχίλοχον ἀπαν-
55
τ]ήσαντα προσειπεῖν τὸν πατέρα.