BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον αʹ

 

___________________________________________________

 

 

 

XII

 

1. [236] Κασσίου δὲ ἀναχωρήσαντος ἐκ Συρίας πάλιν στάσις ἐν Ἱεροσολύμοις γίνεται Ἕλικος μετὰ στρατιᾶς ἐπαναστάντος Φασαήλωι καὶ κατὰ τὴν ὑπὲρ Μαλίχου τιμωρίαν ἀμύνεσθαι θέλοντος Ἡρώδην εἰς τὸν ἀδελφόν. Ἡρώδης δὲ ἔτυχεν μὲν ὢν παρὰ Φαβίωι τῶι στρατηγῶι κατὰ Δαμασκόν, ὡρμημένος δὲ βοηθεῖν ὑπὸ νόσου κατείχετο. [237] κἀν τούτωι Φασάηλος καθ' ἑαυτὸν Ἕλικος περιγενόμενος Ὑρκανὸν ὠνείδιζεν εἰς ἀχαριστίαν ὧν τε Ἕλικι συμπράξειεν, καὶ ὅτι περιορώιη τὸν ἀδελφὸν τὸν Μαλίχου τὰ φρούρια καταλαμβάνοντα· πολλὰ γὰρ δὴ κατείληπτο, καὶ τὸ πάντων ὀχυρώτατον Μασάδαν.

2. [238] Οὐ μὴν αὐτῶι τι πρὸς τὴν Ἡρώδου βίαν ἤρκεσεν, ὃς ἀναρρωσθεὶς τά τε ἄλλα παραλαμβάνει κἀκεῖνον ἐκ τῆς Μασάδας ἱκέτην ἀφῆκεν. ἐξήλασεν δὲ καὶ ἐκ τῆς Γαλιλαίας Μαρίωνα τὸν Τυρίων τύραννον ἤδη τρία κατεσχηκότα τῶν ἐρυμάτων, τοὺς δὲ ληφθέντας Τυρίους ἔσωσεν μὲν πάντας, ἦσαν δ' οὓς καὶ δωρησάμενος ἀπέπεμψεν εὔνοιαν ἑαυτῶι παρὰ τῆς πόλεως καὶ τῶι τυράννωι μῖσος παρασκευαζόμενος. [239] ὁ δὲ Μαρίων ἠξίωτο μὲν τῆς τυραννίδος ὑπὸ Κασσίου τυραννίσιν πᾶσαν διαλαβόντος τὴν Συρίαν, κατὰ δὲ τὸ πρὸς Ἡρώδην ἔχθος συγκατήγαγεν Ἀντίγονον τὸν Ἀριστοβούλου, καὶ τὸ πλέον διὰ Φάβιον, ὃν Ἀντίγονος χρήμασιν προσποιησάμενος βοηθὸν εἶχεν τῆς καθόδου· χορηγὸς δ' ἦν ἁπάντων ὁ κηδεστὴς Πτολεμαῖος Ἀντιγόνωι.

3. [240] Πρὸς οὓς Ἡρώδης ἀντιπαραταξάμενος ἐπὶ τῶν ἐμβολῶν τῆς Ἰουδαίας κρατεῖ τῆι μάχηι καὶ τὸν Ἀντίγονον ἐξελάσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πᾶσιν ἀγαπητὸς ὢν ἐπὶ τῶι κατορθώματι· καὶ γὰρ οἱ μὴ προσέχοντες πάλαι τότε ὠικείωντο διὰ τὴν πρὸς Ὑρκανὸν ἐπιγαμίαν αὐτῶι. [241] πρότερον μὲν γὰρ ἦκτο γυναῖκα τῶν ἐπιχωρίων οὐκ ἄσημον, Δωρὶς ἐκαλεῖτο, ἐξ ἧς ἐγέννησεν Ἀντίπατρον, τότε δὲ γήμας τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, θυγατριδῆν δὲ Ὑρκανοῦ Μαριάμην οἰκεῖος τῶι βασιλεῖ γίνεται.

4. [242] Ἐπεὶ δὲ Κάσσιον περὶ Φιλίππους ἀνελόντες ἀνεχώρησαν εἰς μὲν Ἰταλίαν Καῖσαρ ἐπὶ δὲ τῆς Ἀσίας Ἀντώνιος, πρεσβευομένων τῶν ἄλλων πόλεων πρὸς Ἀντώνιον εἰς Βιθυνίαν ἧκον καὶ Ἰουδαίων οἱ δυνατοὶ κατηγοροῦντες Φασαήλου καὶ Ἡρώδου, βίαι μὲν αὐτοὺς κρατεῖν τῶν πραγμάτων, ὄνομα δὲ μόνον περιεῖναι Ὑρκανῶι τίμιον. πρὸς ἃ παρὼν Ἡρώδης καὶ τεθεραπευκὼς οὐκ ὀλίγοις Ἀντώνιον χρήμασιν οὕτως διέθηκεν, ὡς μηδὲ λόγου τῶν ἐχθρῶν ἀνασχέσθαι. (5. [243] καὶ τότε μὲν οὕτως διελύθησαν, αὖθις δὲ οἱ ἐν τέλει Ἰουδαίων ἑκατὸν ἄνδρες ἧκον εἰς τὴν πρὸς Ἀντιόχειαν Δάφνην ἐπ' Ἀντώνιον ἤδη τῶι Κλεοπάτρας ἔρωτι δεδουλωμένον· οἳ προστησάμενοι τοὺς ἀξιώματι καὶ λόγωι σφῶν δυνατωτάτους κατηγόρουν τῶν ἀδελφῶν. ὑπήντα δὲ Μεσσάλας ἀπολογούμενος συμπαρεστῶτος Ὑρκανοῦ διὰ τὸ κῆδος. [244] καὶ Ἀντώνιος ἀκούσας ἑκατέρων Ὑρκανοῦ διεπυνθάνετο τοὺς ἐπιτηδειοτέρους ὄντας ἄρχειν· τοῦ δὲ τοὺς περὶ τὸν Ἡρώδην προκρίνοντος, ἡσθείς, ἦν γὰρ δὴ καὶ ξένος αὐτοῖς πατρῶιος δεχθεὶς ὑπ' Ἀντιπάτρου φιλοφρόνως ὅτε εἰς τὴν Ἰουδαίαν σὺν Γαβινίωι παρέβαλλεν, τετράρχας ἀποδείκνυσιν τοὺς ἀδελφοὺς πᾶσαν διοικεῖν τὴν Ἰουδαίαν ἐπιτρέπων.

6. [245] Προσαγανακτούντων δὲ τῶν πρέσβεων πεντεκαίδεκα μὲν συλλαβὼν εἵργνυσιν, οὓς καὶ ἀνελεῖν ὥρμησεν, τοὺς δὲ λοιποὺς μεθ' ὕβρεως ἀπήλασεν. πρὸς ὃ μείζων ἐν τοῖς Ἱεροσολύμοις γίνεται ταραχή· χιλίους γοῦν πάλιν ἔπεμψαν πρέσβεις εἰς Τύρον, ἔνθα διέτριβεν Ἀντώνιος ἐπὶ Ἱεροσολύμων ὡρμημένος. ἐπὶ τούτους κεκραγότας ἐκπέμπει τὸν ἄρχοντα τῶν Τυρίων κολάζειν προστάξας οὓς ἂν λάβηι, συγκατασκευάζειν δὲ τὴν ἀρχὴν τοῖς ὑπ' αὐτοῦ κατασταθεῖσιν τετράρχαις.

7. [246] Πρὸ δὲ τούτου πολλὰ παρήινει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν Ἡρώδης σὺν Ὑρκανῶι μήθ' ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῆι πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως. τῶν δὲ ἔτι μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν· ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ. [247] οὐ μὴν οἱ διαφυγόντες ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι.