BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον εʹ

 

___________________________________________________

 

 

 

XII

 

1. [491] Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο, καὶ τοῖς μὲν θερμοτέροις πᾶσαν ἐδόκει προσφέρειν τὴν δύναμιν ἀποπειρᾶσθαί τε τοῦ τείχους βίαι· [492] μέχρι μὲν γὰρ νῦν κατὰ σπάσμα Ἰουδαίοις συμπεπλέχθαι, προσιόντων δ' ἀθρόων οὐδὲ τὴν ἔφοδον οἴσειν· [493] καταχωσθήσεσθαι γὰρ ὑπὸ τῶν βελῶν. τῶν δ' ἀσφαλεστέρων οἱ μὲν καὶ τὰ χώματα ποιεῖν πάλιν, οἱ δὲ καὶ δίχα τούτων προσκαθέζεσθαι μόνον παραφυλάττοντας τάς τε ἐξόδους αὐτῶν καὶ τὰς εἰσκομιδὰς τῶν ἐπιτηδείων παρήινουν καὶ τῶι λιμῶι καταλείπειν τὴν πόλιν, μηδὲ συμπλέκεσθαι κατὰ χεῖρα τοῖς πολεμίοις· [494] ἄμαχον γὰρ εἶναι τὴν ἀπόγνωσιν οἷς εὐχὴ μὲν τὸ σιδήρωι πεσεῖν, ἀπόκειται δὲ καὶ δίχα τούτου πάθος χαλεπώτερον. [495] αὐτῶι δὲ τὸ μὲν ἀργεῖν καθόλου μετὰ τοσαύτης δυνάμεως οὐκ ἐδόκει πρέπειν καὶ τὸ μάχεσθαι περιττὸν πρὸς ἀλλήλων φθαρησομένοις, [496] βάλλεσθαι δὲ χώματα δύσεργον ἀπέφαινεν ὕλης ἀπορίαι καὶ τὸ παραφυλάττειν τὰς ἐξόδους δυσεργότερον· κυκλώσασθαί τε γὰρ τῆι στρατιᾶι τὴν πόλιν διὰ μέγεθος καὶ δυσχωρίαν οὐκ εὐμαρὲς εἶναι καὶ σφαλερὸν ἄλλως πρὸς τὰς ἐπιθέσεις. [497] τῶν δὲ φανερῶν φυλαττομένων ἀφανεῖς ἐπινοεῖσθαι Ἰουδαίοις ὁδοὺς κατά τε ἀνάγκην καὶ δι' ἐμπειρίαν· εἰ δέ τι λάθρα παρεισκομισθήσοιτο, τριβὴν ἔσεσθαι πλείονα τῆι πολιορκίαι. [498] δεδιέναι τε μὴ τὴν δόξαν τοῦ κατορθώματος αὐτῶι τὸ μῆκος ἐλαττώσηι τοῦ χρόνου· τούτωι μὲν γὰρ εἶναι πᾶν ἀνύσιμον, πρὸς δὲ τῆς εὐκλείας τὸ τάχος. [499] δεῖν γε μήν, εἰ καὶ τῶι τάχει μετ' ἀσφαλείας βούλοιτο χρήσασθαι, περιτειχίζειν ὅλην τὴν πόλιν· μόνως γὰρ οὕτως ἂν πάσας ἀποφράξαι τὰς ἐξόδους, καὶ Ἰουδαίους ἢ πρὸς ἅπαντα ἀπογνόντας τὴν σωτηρίαν παραδώσειν τὴν πόλιν ἢ λιμώττοντας χειρωθήσεσθαι ῥαιδίως· [500] οὐδὲ γὰρ ἠρεμήσειν αὐτὸς ἄλλως, ἀλλὰ καὶ τῶν χωμάτων ἐπιμελήσεσθαι πάλιν χρώμενος τοῖς κωλύουσιν ἀτονωτέροις. [501] εἰ δέ τωι μέγα δοκεῖ καὶ δυσήνυτον τὸ ἔργον, χρῆναι σκοπεῖν, ὡς οὔτε Ῥωμαίοις τι μικρὸν ἐνεργεῖν πρέπει, καὶ δίχα πόνου κατορθοῦν τι τῶν μεγάλων οὐδενὶ ῥάιδιον.

2. [502] Τούτοις πείσας τοὺς ἡγεμόνας διανέμειν ἐκέλευσε τὰς δυνάμεις ἐπὶ τὸ ἔργον. ὁρμὴ δέ τις ἐμπίπτει δαιμόνιος τοῖς στρατιώταις, καὶ μερισαμένων τὸν περίβολον οὐ μόνον τῶν ταγμάτων ἦν ἔρις, [503] ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς τάξεων πρὸς ἀλλήλας, καὶ στρατιώτης μὲν δεκαδάρχην, δεκαδάρχης δ' ἑκατοντάρχην, οὗτος δ' ἐσπούδαζεν ἀρέσασθαι χιλίαρχον, τῶν δὲ χιλιάρχων ἐπὶ τοὺς ἡγεμόνας ἔτεινεν ἡ φιλοτιμία καὶ τῶν ἡγεμόνων τὴν ἅμιλλαν ἐβράβευε Καῖσαρ· περιιὼν γὰρ αὐτὸς ἑκάστης ἡμέρας πολλάκις ἐπεσκόπει τὸ ἔργον. [504] ἀρξάμενος δὲ ἀπὸ τῆς Ἀσσυρίων παρεμβολῆς, καθ' ἣν αὐτὸς ἐστρατοπεδεύσατο, ἐπὶ τὴν κατωτέρω Καινόπολιν ἦγε τὸ τεῖχος, ἔνθεν διὰ τοῦ Κεδρῶνος ἐπὶ τὸ Ἐλαιῶν ὄρος· [505] εἶτ' ἀνακάμπτων κατὰ μεσημβρίαν περιλαμβάνει τὸ ὄρος ἄχρι τῆς Περιστερεῶνος καλουμένης πέτρας τόν τε ἑξῆς λόφον, ὃς ἐπίκειται τῆι κατὰ τὴν Σιλωὰμ φάραγγι, κἀκεῖθεν ἐκκλίνας πρὸς δύσιν εἰς τὴν τῆς πηγῆς κατήιει φάραγγα. [506] μεθ' ἣν ἀναβαίνων κατὰ τὸ Ἀνάνου τοῦ ἀρχιερέως μνημεῖον καὶ διαλαβὼν τὸ ὄρος, ἔνθα Πομπήιος ἐστρατοπεδεύσατο, πρὸς κλίμα βόρειον ἐπέστρεφε, [507] καὶ προελθὼν μέχρι κώμης τινός, Ἐρεβίνθων οἶκος καλεῖται, καὶ μετ' ἐκείνην τὸ Ἡρώδου μνημεῖον περισχὼν κατὰ ἀνατολὴν τῶι ἰδίωι στρατοπέδωι συνῆπτεν, ὅθεν ἤρξατο. [508] τὸ μὲν οὖν τεῖχος ἑνὸς δέοντος τεσσαράκοντα σταδίων ἦν, ἔξωθεν δ' αὐτῶι προσωικοδομήθη τρισκαίδεκα φρούρια, καὶ τούτων οἱ κύκλοι δέκα συνηριθμοῦντο σταδίων. [509] τρισὶ δ' ὠικοδομήθη τὸ πᾶν ἡμέραις, ὡς τὸ μὲν ἔργον μηνῶν [εἶναι] ἄξιον, τὸ τάχος δ' ἡττᾶσθαι πίστεως. [510] περικλείσας δὲ τῶι τείχει τὴν πόλιν καὶ δύναμιν τοῖς φρουρίοις ἐγκαταστήσας τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὴν δευτέραν δ' ἐπέτρεψεν Ἀλεξάνδρωι, τὴν τρίτην δ' ἔλαχον οἱ τῶν ταγμάτων ἡγεμόνες. [511] διεκληροῦντο δ' οἱ φύλακες τοὺς ὕπνους, καὶ δι' ὅλης νυκτὸς περιήιεσαν κατὰ διαστήματα τῶν φρουρίων.

3. [512] Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς, καὶ βαθύνας αὑτὸν ὁ λιμὸς κατ' οἴκους καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο. [513] καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν, παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον ὅπηι τινὰ τὸ πάθος καταλαμβάνοι. [514] θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες καὶ τὸ διευτονοῦν ὤκνει διά τε πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ κατὰ σφᾶς ἄδηλον· πολλοὶ γοῦν τοῖς ὑπ' αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δὲ ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον. [515] οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς οὔτ' ὀλοφυρμὸς ἦν, ἀλλ' ὁ λιμὸς ἤλεγχε τὰ πάθη, ξηροῖς δὲ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι, βαθεῖα δὲ περιεῖχεν τὴν πόλιν σιγὴ καὶ νὺξ θανάτου γέμουσα καὶ τούτων οἱ ληισταὶ χαλεπώτεροι. [516] τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξήιεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασιν, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείραι τοῦ σιδήρου· [517] τοὺς δ' ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος τῶι λιμῶι κατέλειπον ὑπερηφανοῦντες, καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενίσας εἰς τὸν ναὸν ἀφεώρα τοὺς στασιαστὰς ζῶντας ἀπολιπών. [518] οἱ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον τὴν ὀσμὴν οὐ φέροντες, ἔπειθ' ὡς οὐ διήρκουν ἀπὸ τῶν τειχῶν ἔρριπτον εἰς τὰς φάραγγας.

4. [519] Περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν καὶ βαθὺν ἰχῶρα μυδώντων ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεόν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ. [520] τὰ μὲν δὴ κατὰ τὴν πόλιν εἶχεν οὕτως, Ῥωμαῖοι δὲ μηδενὸς ἔτι τῶν στασιαστῶν ἐκτρέχοντος, ἤδη γὰρ καὶ τούτων ἀθυμία καὶ λιμὸς ἐφήπτετο, ἐπ' εὐθυμίαις ἦσαν σίτου τε ἀφθονίαν καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκ τῆς Συρίας καὶ τῶν πλησίον ἐπαρχιῶν ἔχοντες· [521] ἱστάμενοι δὲ πολλοὶ τοῦ τείχους πλησίον καὶ πολὺ πλῆθος τῶν· ἐδωδίμων ἐπιδεικνύμενοι τῶι κατὰ σφᾶς κόρωι τὸν λιμὸν τῶν πολεμίων ἐξέκαιον. [522] πρὸς δὲ τὸ πάθος τῶν στασιαστῶν μηδὲν ἐνδιδόντων Τίτος οἰκτείρων τὰ λείψανα τοῦ δήμου καὶ σπουδάζων τὸ γοῦν περιὸν ἐξαρπάσαι, πάλιν ἤρχετο χωμάτων χαλεπῶς αὐτῶι τῆς ὕλης ποριζομένης· [523] ἡ μὲν γὰρ περὶ τὴν πόλιν πᾶσα τοῖς προτέροις ἔργοις ἐκέκοπτο, συνεφόρουν δὲ ἄλλην ἀπ' ἐνενήκοντα σταδίων οἱ στρατιῶται. καὶ πρὸς μόνης ὕψουν τῆς Ἀντωνίας κατὰ μέρη τέσσαρα πολὺ μείζονα τῶν προτέρων χώματα. [524] περιιὼν δὲ ὁ Καῖσαρ τὰ τάγματα καὶ κατεπείγων τὸ ἔργον ἐπεδείκνυ τοῖς ληισταῖς, ὡς ἐν χερσὶν εἴησαν αὐτοῦ. [525] μόνοις δὲ ἐκείνοις ἄρα κακῶν ἀπολώλει μεταμέλεια, καὶ τὰς ψυχὰς χωρίσαντες ἀπὸ τῶν σωμάτων ἀμφοτέροις ὡς ἀλλοτρίοις ἐχρῶντο. [526] οὔτε γὰρ πάθος αὐτῶν ἡμέρου τὴν ψυχὴν οὔτ' ἀλγηδὼν ἥπτετο τοῦ σώματος, οἵ γε καὶ νεκρὸν τὸν δῆμον ὥσπερ κύνες ἐσπάραττον καὶ τὰ δεσμωτήρια τῶν ἀρρώστων ἐνεπίμπλασαν.