BIBLIOTHECA AUGUSTANA

 

Artemidoros

ca. 100 - 180 p. Chr. n.

 

Ὀνειροκριτικὰ

 

Βιβλίον γʹ

 

___________________________________________________

 

 

 

Γʹ

 

πειδή, Κάσσιε Μάξιμε, ἀποβλέψας εἰς τὸ μεγαλεῖον τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι, ἣν ἐν τοῖς δυσὶ βιβλίοις ἐπραγματευσάμην, τὴν †ἐπιδοθεῖσάν† σοι ἔχουσαν τάξιν καὶ ἀκολουθίαν καὶ κατὰ μηδὲν κοινωνοῦσαν τῆι τῶν παλαιῶν ὑποθέσει, καὶ καθ᾽ ὅσον ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου ** τὰ δὲ καὶ συμφωνούμενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα ἐξεῖπον, ἐδόκει δέ μοι τῆι μὲν ὅληι ὑποθέσει προσδεῖν τι, τοῖς δὲ ἐν ἀμφοτέροις τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι προσγράφειν, ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι καὶ εὐμόρφωι προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέρου παραιρήσειν κάλλους, ἰδίαι καὶ κατὰ μόνας ἕκαστον τῶν παραλελειμμένων σποράδην καὶ <εἰς> οὐ συνημμένα κεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα, ὡς ἂν μή τις ἀνθρώπων πάροδον καὶ ἐπιβάθραν τοῦ συγγράφειν τι τοιοῦτον ἐφεύρηι.

1 Κυβεύειν δοκεῖν φιλονεικῆσαι πρός τινα σημαίνει περὶ ἀργυρίου· καὶ γὰρ οἱ κύβοι ἀριθμὸν περιέχουσι καὶ ψῆφοι λέγονται αἷς οἱ κυβεύοντες παίζουσιν. ἀεὶ δὲ νικᾶν ἀγαθόν. εἰ δέ τις νοσῶν παίζειν ὑπολάβοι ψήφοις ἢ ἄλλον παίζοντα <ἴδοι, κακόν,> μάλιστα δὲ εἰ αὐτὸς λείποιτο, ἐπειδὴ μείονας ἔχων ψήφους καταλείπεται ὁ νικώμενος. αὐτοὶ δὲ οἱ κύβοι ὁρώμενοι στάσεις καὶ ἔχθρας προαγορεύουσιν, ἀπολλύμενοι δὲ λύουσι τὰς ἐν ποσὶ στάσεις καὶ αὐξανόμενοι ἐπιτείνουσι. παιδίον δὲ παῖζον ἰδεῖν κύβοις ἢ ἀστραγάλοις ἢ ψήφοις οὐ πονηρόν· ἔθος γὰρ τοῖς παιδίοις ἀεὶ παίζειν· ἀνδρὶ δὲ τελείωι καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις δοκεῖν παίζειν, εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν γὰρ σωμάτων γεγόνασιν οἱ ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.

2 Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν τῶν ἐξαπατᾶν τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι ἔλεγον οἱ παλαιοί. ὅσωι δ᾽ ἂν μείζονα ἢ πολυτελέστερα ἢ ἀσφαλέστερον τηρούμενα κλέπτηι τις, τοσούτωι μείζονα κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν. 3 ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα κλέπτειν πᾶσι πονηρόν, μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ τὰς τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβάνειν, καὶ τρόπον τινὰ ὑπὸ θεῶν τρέφονται καὶ οὐ πάντα φανερῶς λαμβάνουσι.

4 Ψεύδεσθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν τῶν ἐπὶ θυμέλην ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι. ἧττον δὲ πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς ἰδίους· μεγάλας γὰρ τούτοις συμφορὰς σημαίνει, κἂν ἐπὶ σμικροῖς δοκῆι τις ψεύδεσθαι.

5 Ὄρτυγες τοῖς μὴ φιλοτροφοῦσιν ἀγγελίας σημαίνουσι διαποντίους ἀκούσεσθαι ἀηδεῖς καὶ πονηράς· διαποντίους μέν, ἐπεὶ καὶ αὐτοὶ μὲν ἐγχώριοί εἰσιν ἀλλὰ διαπόντιοι παραγίνονται, ἀηδεῖς δέ, ὅτι μάχιμοί εἰσι καὶ ὀλιγόψυχοι. καὶ ἐν ταῖς κοινωνίαις καὶ φιλίαις καὶ γάμοις καὶ τοῖς βιωτικοῖς συμβολαίοις πᾶσι στάσεών εἰσι καὶ φιλονεικιῶν σημαντικοί, καὶ τοὺς νοσοῦντας εἰ μὲν μετακομισθεῖεν ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον, μὴ μετακομισθέντας δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν εἰσὶ πονηροί· δόλους γὰρ καὶ ἐνέδρας καὶ ληιστείας προαγορεύουσι· καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυόνες δὲ οἱ μάχιμοι στάσεων καὶ φιλονεικιῶν μόνον εἰσὶ σημαντικοί, πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν ἀποβαίνουσιν.

6 Μύρμηκας τοὺς μὲν πτερὰ ἔχοντας οὐδαμῶς ἰδεῖν ἀγαθόν· ὄλεθρον γὰρ προαγορεύουσι καὶ ἀποδημίας ἐπικινδύνους· τοὺς δὲ ἑτέρους ἐργάτας καλουμένους ἀγαθὸν γεωργοῖς· εὐφορίαν γὰρ μαντεύονται, ἐπειδὴ ὅπου μὴ ἔστι σπέρματα, οὐκ ἂν ἴδοι τις μύρμηκας. ἀγαθοὶ δὲ οὗτοι καὶ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς νοσοῦσιν, ὅταν γε μὴ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται· ἐργάται γὰρ καλοῦνται καὶ ἐργοπονούμενοι οὐ διαλείπουσιν, ὅπερ ἴδιόν ἐστι τῶν ζώντων. ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται, ὄλεθρον προαγορεύουσιν, ὅτι γῆς εἰσι παῖδες καὶ ψυχροὶ καὶ μέλανες.

7 Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν ἐν τῶι σώματι ἢ ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας πλήθει πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ ἢ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας, ἐλπὶς αὐτῶι τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη, οὐκ ἄν ποτε σωθείη.

Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος ὑπὸ οἰκείων ἀνθρώπων καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τραπέζηι τῆι αὐτῆι χρωμένων ἀδικούμενον μαθεῖν σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας ἢ κατὰ ἄλλον τρόπον στερηθῆναι αὐτῶν· ἐνοικοῦσι μὲν γὰρ τῶι σώματι οἱ ἕλμινθες, ἀλλ᾽ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται. ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.

8 Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ σημαντικοί· ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ προσέτι πρός τινας τῶν οἰκείων, ὡς δὲ ἐπὶ τὸ πλεῖστον πρὸς γυναῖκας ἀηδίας καὶ δυσαρεστήσεις φέρουσι.

Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι τῶι ἰδόντι σημαίνουσι πονηρούς, βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶντας. καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.

9 Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν οὐδὲ τοῖς ἐκτός, ἧττον δὲ πονηρόν μάχεσθαι. νοσῶν δέ τις ἐὰν δόξηι μάχεσθαι, παρακόψει. μάχεσθαι τοῖς βελτίοσιν, οἷον τοῖς δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι, κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο.

Μισεῖν ἢ μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει τινὰ μισεῖν, ὑφ᾽ οὗ μισεῖταί τις, ἐπειδὴ τὸ μῖσος ἐχθροὺς ποιεῖ· οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται. δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων, ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται. πονηρὸν δὲ ἐτηρήσαμεν τὸ μῖσος.

10 Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι σημαίνει ἐν τῶι περὶ θανάτου λόγωι ἐν τῶι δευτέρωι βιβλίωι προείρηται. σφαζομένους δὲ ἰδεῖν ἀγαθόν· πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ σφαγὴ τελευτῆς ἐστι σημεῖον.

11 Κροκόδειλος πειρατὴν ἢ φονέα ἢ οὐδὲν ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δ᾽ ἂν διαθῆι τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος.

Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῶι πρώτωι βιβλίωι ἐπεμνήσθην.

12 Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώπους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.

13 Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν. εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται· ἀθάνατοι γὰρ οἱ θεοὶ καὶ ἀποθανόντες, ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενίαι ἢ δουλείαι ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ἢ ὡιτινιοῦν καθεστὼς κακῶι ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῶι θεῶι αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ δὲ πλουσίωι καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις διὰ τὸ ἐν τῆι ὑποκρίσει ἔθος· πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.

14 Θεὸν δοκεῖν ὑποδέχεσθαι τῶι μὲν εὖ πράττοντι φροντίδας καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῶι δὲ ἐν πενίαι ἢ στενοχωρίαι ὄντι πολλὴν ἐπίδοσιν ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες ὅταν εὐπορίσωσιν εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς.

Θεοῦ σκευὴν ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτροπεῦσαι σημαίνει πλουσίου, ὥστε φαντασίαν μὲν ἔχειν πλούτου, ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.

15 Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ἢ ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.

16 Ἐπὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι βουλομένωι ἀγαθόν, καὶ μάλιστά γε εἰ πλεῖν μέλλοι· πολλὴν γὰρ ἀσφάλειαν προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλωι καὶ τῶι γῆμαι προηιρημένωι· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότηι ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῶι δίκην ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς νικήσει· ἔοικε γὰρ καὶ δικαστῆι ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρωι ἑταίρας ἐρασθῆναι σημαίνει καὶ γυναικὶ ἰδούσηι ἑταιρικῶι χρήσασθαι βίωι· ἔοικε γὰρ καὶ ἑταίραι ἡ θάλασσα διὰ τὸ προςβάλλειν ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατιθέναι τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλωι ἡ θάλασσα διὰ τὴν ἀταξίαν.

17 Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάςσουσιν, οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῶι πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.

18 Ὑπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν τετραπόδων δουλείαν καὶ κάματον καὶ νόσον προαγορεύει, καὶ εἰ πάνυ τις λαμπρὸς καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.

19 Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων ὑπεζευγμένων πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς τῶι ἰδόντι γενέσθαι μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται, πολλὴν δὲ βραδύτητα προαγορεύει.

20 Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι περί τινος φροντίδας οὐ τὰς τυχούσας τῶι ἰδόντι σημαίνει· οὐ γὰρ δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δ᾽ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται, τούτωι πιστεύειν χρή. περὶ δὲ διαφορᾶς μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή προσῆκεν, ἐν τῶι περὶ <τῶν> ἀξιοπίστων λόγωι ἐν τῶι δευτέρωι βιβλίωι προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις πᾶσαν ἐγχείρησιν καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται· ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλ᾽ ἀπαγορευτική. 21 εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι καὶ εὐδοκιμεῖν ἐν τῶι προαγορεύειν, πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ φροντίδας ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλοτρίας· καὶ γὰρ τῶι μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῶι προςηκόντων κακῶν, ἃ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῶι ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπορίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.

22 Νοσεῖν μόνοις τοῖς ἐν δεσμοῖς ἢ μεγάληι ἀνάγκηι οὖσιν ἀγαθὸν διὰ τὸ τὴν νόσον λύειν τοὺς ὄγκους. τοῖς δὲ ἄλλοις μεγάλην ἀπραξίαν προαγορεύει· ἄπρακτοι γὰρ οἱ νοσοῦντες. καὶ τῶν ἐπιτηδείων ἔνδειαν· καὶ γὰρ ἐνδεεῖς τῶι σώματι ὧν μάλιστα χρὴ οἱ νοσοῦντες γίνονται. καὶ πρὸς τὰς ἀποδημίας ἐμποδὼν ἵσταται· δυσκίνητοι γὰρ οἱ νοσοῦντες. καὶ τὰς ἐπιθυμίας οὐκ ἐᾶι τελεσθῆναι· οὐδὲ γὰρ τὰς ὀρέξεις διὰ τὸ ἐπικίνδυνον ἀναπληροῦσι τῶι νοσοῦντι οἱ ἰατροί. νοσοῦντα δὲ εἴ τις ἐπισκέπτοιτο, εἰ μὲν γνώριμον, τὰ αὐτὰ τῶι νοσοῦντι σημαίνει· εἰ δὲ ἀγνῶτα, αὐτῶι τῶι ἰδόντι· οὐδὲν γὰρ διαφέρει ἢ αὐτὸν νοσεῖν ἢ ἄλλον ἀγνῶτα νοσοῦντα ἰδεῖν· εἰκόνας γὰρ τῶν ἀποβησομένων τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν, ὅταν γε ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα ἀποβησόμενα καὶ μᾶλλον ἢ σφοδρότερον ἡ ψυχὴ βούλεται σημῆναι ἀγαθὰ ἢ κακά, ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον, ταῦτα δι᾽ ἀλλοτρίου σώματος δείκνυσιν ἡ ψυχὴ τῶι ὁρῶντι.

23 Τὰς ἑαυτοῦ σάρκας ἐσθίειν ἀγαθὸν πένητι· πολλὰ γὰρ τῶι σώματι ἐργασάμενος καὶ πονῶν κτήσεται, καὶ οὕτως οὐχὶ τὰς σάρκας αὐτοῦ κατέδεται ἀλλὰ τὰς ἀπὸ τῶν σαρκῶν ἐργασίας. ἀγαθὸν δὲ καὶ χειροτέχνηι τὸ ἀπὸ τοιούτων μερῶν ἐσθίειν τοῦ σώματος, ἀφ᾽ ὧν μάλιστα πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις ταῖς χερσὶν ἐργάζονται, οἱ δὲ τῆι ἑτέραι μόνον, οἱ δὲ ἄκροις τοῖς δακτύλοις, οἱ δὲ καὶ παντὶ τῶι σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρέχειν τὸ στόμα καὶ τὴν γλῶσσαν ἐσθίειν· πολλὰ γὰρ πορίσαντες ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ καὶ ἄλλοις παρέχειν. εἰ δέ τις τὸ ἑαυτοῦ στόμα κατεσθίοι ἢ τὴν ἑαυτοῦ γλῶσσαν, παύσεται λόγοις χρώμενος· ἰδιώταις δὲ μετάνοιαν ἐπὶ προπετείαι λόγων σημαίνει. γυνὴ δὲ τὰς ἑαυτῆς σάρκας ἐσθίουσα πορνεύσει καὶ οὕτως ἀπὸ τοῦ ἰδίου σώματος τραφήσεται. παντὶ δὲ τῶι νοσοῦντα ἔχοντι ἤτοι φίλον ἢ συγγενῆ ἢ ἄλλον τινὰ τῶν σπουδαίων, πένθος προαγορεύει· καὶ γὰρ οἱ πενθοῦντες λωβώμενοι ἑαυτοὺς τὰς ἑαυτῶν σάρκας ἐσθίουσι. πλουσίωι δὲ ἀνδρὶ καὶ παντὶ τῶι κατὰ προαίρεσιν ζῶντι οὐκ ἀγαθὸν ἐσθίειν τῶν ἰδίων σαρκῶν· πρόρριζον γὰρ ἀνατραπῆναι τὸν βίον καὶ τὴν ὕπαρξιν τοῦ ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν κόπρον ἐσθίειν.

24 Ἐπ᾽ ἀριστερὰ περιβεβλῆσθαι ἢ ὅπως ποτὲ γελοίως καὶ μὴ κοσμίως πᾶσι πονηρὸν καὶ πρὸς ταῖς ἀπραξίαις διασυρμὸν καὶ καταγέλωτα ὑπομεῖναι σημαίνει. μόνοις δὲ γελωτοποιοῖς ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος.

25 Ἐπ᾽ ἀριστερὰ γράφειν σημαίνει πανούργως τι πρᾶξαι καὶ ἀπάτηι καὶ μεθόδωι χρησάμενον ὑπελθεῖν τινα καὶ ἀδικῆσαι, πολλάκις δὲ καὶ μοιχὸν γενόμενον νόθους παῖδας λάθραι ποιῆσαι. οἶδα δέ τινα, ὃς ἐπὶ τούτωι τῶι ὀνείρωι ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.

26 Μητρυιὰν ἰδεῖν οὔτε ζῶσαν οὔτε τεθνεῶσαν ἀγαθόν. καὶ εἰ μὲν χαλεπαίνοι ἢ ὀργίζοιτο ἢ βλάπτοι τὸν ὁρῶντα τὸ ὄναρ, ἐπίτεινε τὰ δεινά· εἰ δὲ μετρίως προσφέροιτο, ἥττονα ποιεῖ τὰ δεινά. χαριζομένη δέ τι τῶι ἰδόντι καὶ λόγοις καὶ ἔργοις ψευδεῖς τὰς ἐλπίδας φησὶν εἶναι· οὐ γὰρ ἀπὸ γνώμης οὐδὲ κατὰ προαίρεσιν φιλήσειεν ἄν ποτε μητρυιὰ πρόγονον. ὁ δὲ πατρωὸς τὰ αὐτὰ τῆι μητρυιᾶι σημαίνει, ἥττονα δὲ τῆι δυνάμει. πολλάκις δὲ καὶ ὁ πατρωὸς καὶ ἡ μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα· ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ τῆι οἰκείαι, πατρωὸς δὲ καὶ μητρυιὰ τῆι ξένηι.

27 Πρόγονοι ὁρώμενοι, λέγω δὲ συγγενεῖς τοὺς πρὸ τῶν γονέων γεγονότας, φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἢ κεχαρισμένον πράττοιεν ἢ λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσουσιν· εἰ δὲ μή, τοὐναντίον.

Ἐπίγονοι οἱ μὲν ἔτι νήπιοι καὶ βραχεῖς φροντίδων εἰσὶ σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῶι πρώτωι βιβλίωι ἐν τῶι περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίωι), οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεώς εἰσι σημαντικοί.

28 Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ καὶ ἀπὸ τῶν αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς ἔνδον ἰδεῖν μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας· πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπίκτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις, ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῶι περὶ τεράτων καὶ σημείων ἐν τῶι περὶ μυῶν γεγραμμένων, οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθ᾽ ἡμέραν γινόμενα τῶν ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς τετύχηκε προρρήσεως, ὡς πολλάκις ἡμῖν ἔδοξε διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῶι δευτέρωι τῆς ἑαυτοῦ συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν ἑκάστου τῶν παραλελειμμένων ἐν τῆι ἐμῆι πραγματείαι. διὸ καὶ τρίτον τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλ᾽ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατ᾽ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον.

Γαλῆ δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη καὶ γαλῆ. ἀπὸ γὰρ τῶν αὐτῶν σύγκειται γραμμάτων. καὶ θάνατον· ὅ τι γὰρ ἂν λάβηι, τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖται γὰρ πρός τινων κερδώ. τὴν δὲ διαφορὰν ἔξεστι λαμβάνειν τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἢ ἀπιοῦσαν ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.

29 Πηλὸς νόσον σημαίνει καὶ ὕβριν· νόσον μὲν διὰ τὸ μήτε καθαρὸν εἶναι ὕδωρ μήτε γῆν ἀλλ᾽ ἐξ ἀμφοτέρων μεμίχθαι καὶ μηδὲ ἕτερον εἶναι. πονηρὸν οὖν σύγκριμα τοῦ σώματος τοῦτ᾽ ἔστι νόσον προαγορεύει εἰκότως· ὕβριν δὲ, ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ ἔκλυτον. ἀγαθὸς δ᾽ ἂν εἴη τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.

30 Λεκάνη οἰκέτην σημαίνει καὶ θεράπαιναν πιστούς. πίνειν δὲ ἐκ λεκάνης ἐρασθῆναι θεραπαίνης σημαίνει, τὸ δ᾽ αὐτὸ καὶ εἴ τις ἐσθίοι ἐν λεκάνηι. λεκάνην χρυσέαν ἢ ἀργυρέαν ἔχειν ἤτοι θεράπαιναν ἀπελευθερώσαντα γῆμαι σημαίνει ἢ ἀπηλευθερωμένηι συνοικῆσαι. λεκάνη θραυομένη θεράποντος σημαίνει ὄλεθρον. λεκάνηι ἐγκατοπτρίζεσθαι τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δέ τις αὐτὸς οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον, ἡγεῖσθαι χρὴ τὴν λεκάνην αὐτὴν τὴν δουλείαν αὐτῶι σημαίνειν.

31 Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν καὶ τὴν γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα, γνώμην δὲ καὶ προαίρεσιν διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκόσιν. ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη ἀμείνων ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι δ᾽ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πράξεων. πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους ἀποβαίνει τὸ ὄναρ.

32 Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ τὰ ἀπόρρητα καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς νοσοῦσι θάνατον· ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ περιεχόμενον καὶ δίδωσι τῆι γῆι. τοὺς δὲ βίαι ὑπό τινος κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ περιέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω τὸ περιεχόμενον σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα κουφότερον ποιεῖ. πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσηι ἐν γαστρὶ νόσον προαγορεύει, ἐν γαστρὶ δὲ ἐχούσηι οὐδὲν ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.

33 Ἄκανθαι καὶ σκόλοπες ὀδύνας σημαίνουσι διὰ τὸ ὀξὺ καὶ ἐμποδισμοὺς διὰ τὸ καθεκτικὸν καὶ φροντίδας καὶ λύπας διὰ τὸ τραχύ, πολλοῖς δὲ καὶ ἔρωτας καὶ ἀδικίας ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ μὴ εὐθύμους τοὺς ἐραστὰς εἶναι· ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονηρῶν διὰ τὴν γιγνομένην ὑπὸ τούτων ἐκ τῶν τραυμάτων αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶν τὰς ἀδικίας οἱ δὲ σκόλοπες ὑπ᾽ ἀνδρῶν προσημαίνουσι.

34 Τῶν γραμμάτων καθ᾽ ἓν ὁρώμενον ἕκαστον τὰ μὲν φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει, τὰ δὲ ἡμίφωνα ἀπραξίας μὲν οὐχί, φόβους δὲ ἐπάγει· τὰ δὲ ἄφωνα οὔτε φόβους οὔτε πράξεις. ἰδίαι δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ κρινέσθω. ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ ἰσόψηφον· ἔστι γὰρ καὶ τὸ ἐπ᾽ ἀγαθὰ τὴν τοῦ ρ ἐκπληροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ <καὶ τὸ> ἀνγελία τὸ ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῆι ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει πεζῆ· καὶ γὰρ <καὶ> τοῦτο ἰσόψηφον τοῦ ἑκατόν. τοῖς δὲ περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ τὸ μένε ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ πέδαι ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις ἀγαθὸν τὸ ἑκατόν· καὶ γὰρ τὸ νέμε ἑκατόν.

35 Ἅλυσις γυναῖκα σημαίνει διὰ τὸ ὄνομα καὶ διὰ τὸ καθεκτικόν. καὶ πλοκὴν πραγμάτων οὐκ εὐθύμων οὐδὲ τερπνῶν· πέπλεκται μὲν γὰρ ἐκ πολλῶν, οὐκ εὐθύμους δὲ τοὺς δεδεμένους ποιεῖ. καὶ κατοχὴν καὶ ἐμποδισμὸν πράξεων δηλοῖ.

36 Ἱστὸς ὄρθιος κινήσεις καὶ ἀποδημίας σημαίνει· χρὴ γὰρ περιπατεῖν τὴν ὑφαίνουσαν. ὁ δὲ ἕτερος ἱστὸς κατοχῆς ἐστι σημαντικός, ἐπειδὴ καθεζόμεναι αἱ γυναῖκες ὑφαίνουσι τὸν τοιοῦτον ἱστόν. ἀεὶ δὲ ἄμεινον ἀρχόμενον ὑφαίνεσθαι ἱστὸν ἰδεῖν ἢ πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ τῶι βίωι. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν ὑπαγορεύει βίον, ὁ δὲ πρὸς ἐκτομὴν ὢν ὀλίγον, ὁ δὲ ἐκτετμημένος θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ λόγου τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναικείου ἐν τῶι δευτέρωι βιβλίωι ἐν ἀρχῆι ἐπεμνήσθην ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ <δέ> τις πλέων ἱστὸν ἴδοι, ἡγείσθω τὴν κατάρτιον ὁρᾶν. ὅ τι ἂν οὖν περὶ τὸν ἱστὸν ἀποβαίνηι, τὸ αὐτὸ καὶ περὶ τὴν κατάρτιον ἔσται. συνεργὰ δὲ τὰ εἰς ὑφὴν ἱστοῦ παρασκευαζόμενα πολλὰς φροντίδας καὶ σύγχυσιν πραγμάτων σημαίνει, ὧν ὀψὲ καὶ μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι συνεργά, συγκέχυται καὶ ἀδιάκριτά ἐστιν· ἐπειδὰν δὲ ὑφανθῆι, εἰς τὴν οἰκείαν ἕκαστον κατατεταγμένον χώραν καὶ τὴν εὐχρηστίαν παρέχει.

37 Ἀκόνη προτροπῆς ἐστι σημαντικὴ καὶ εὐθυμίας, καὶ τρόπον τινὰ ὀξυτέρους φησὶ δεῖν γενέσθαι. ἐν δὲ ταῖς φιλίαις οὐ τοὺς συλλαμβανομένους σημαίνει ἀλλὰ τοὺς προτρέποντας καὶ παρορμῶντας· συμπράττει μὲν γὰρ οὐδὲν τοῖς σιδηροῖς, ὀξύτερα δὲ αὐτὰ ποιεῖ. πολλάκις δὲ ἀκόνη καὶ γυναῖκα σημαίνει.

38 Τὰ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων οὐκ ἄχρηστα νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπ᾽ ἀγαθοῖς τοῖς ὑπὸ τῶν ἄλλων σημαινομένοις τὰ ὀνόματα ἦι εὔφημα, τελειότερα τὰ ἀγαθὰ ποιεῖ· ἐάν τ᾽ ἐπὶ κακοῖς, ἐλάττονα καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀγαθὰ ἀμβλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προαγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδιφόρος καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.

39 Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας ἀδικεῖ, τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς τοῦτο κατάγει, ὥστε δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς, τοῖς δὲ χρηστὰς ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου ἀποβαίνοντος. οὔτε γὰρ τῶι ὁρῶντί φησί τις ἀναβλέψεις ἀλλ᾽ <ὡς> εἰκὸς τῶι ὑποκεχυμένωι εἰς εὐθυμίαν ἀνάγειν αὐτὸν, οὔτε τῶι ὑγιαίνοντι λέγει τις ἀναρρώσει καὶ ὑγιανεῖς ἀλλ᾽ ὡς εἰκὸς τῶι κάμνοντι. οὕτως οὖν ἐπειδάν τινι προσελθών τις λέγηι πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις πράξεις ὃ βούλει, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῶι ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὃν ἐπὶ τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώμενον.

40 Ἐν ἄλλωι μέρει τοῦ σώματος ὡιτινιοῦν τραῦμα ὑπάρχον σὺν τῶι μέρει κρινέσθω ὡς βλαπτομένωι, ἠκρίβωται δὲ ὁ λόγος ἐν τῶι πρώτωι βιβλίωι ἐν τῶι περὶ σώματος καὶ τῶν ἐν τῶι σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους γενόμενον ἢ τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα σημαίνει, πρεσβυτέροις δὲ λύπην· ἐν δὲ τῆι δεξιᾶι χειρὶ γενόμενον ἐν αὐτῶι τῶι θέναρι δάνειον προαγορεύει καὶ τὴν ἐπὶ χειρογράφωι λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμπέρασμα σημαίνει.

41 Δάνειον τῶι ζῆν τὸν αὐτὸν ἔχει λόγον· ὀφείλομεν γὰρ τὸ ζῆν τῆι τῶν ὅλων φύσει, ὡς καὶ τὸ δάνειον τῶι χρήσαντι. καὶ ὁ δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῶι δανείωι. ὅθεν τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει, λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον, ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ, καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῆι φροντίδων, ἀπαλλάσσεται λαβοῦσα προῖκα. δανειστὴς οἰκέτηι δεσπότην σημαίνει ἀποφορὰν ἀπαιτοῦντα. τὰ δὲ αὐτὰ τῶι δανειστῆι καὶ ὁ ἐνοικιολόγος σημαίνει.

42 Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν ὁρμῶσιν· ἀκώλυτοι γὰρ οἱ μαινόμενοι, ἐφ᾽ ὅ τι ἂν ὁρμήσωσι. μάλιστα δ᾽ ἂν εἴη ἀγαθὸν τοῖς δημαγωγεῖν καὶ ὄχλου ἄρχειν βουλομένοις καὶ τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· πλείονος γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῶι νοσοῦντι ὑγεῖαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι καὶ μὴ ἠρεμεῖν, ὥσπερ ἐν νόσωι ὅπερ ὑγιείας ἐστὶ σύμβολον.

Μεθύειν οὐδενὶ ἀγαθόν, οὔτε ἀνδρὶ οὔτε γυναικί· πολλὴν γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαίνει· τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.

43 Φοβεῖσθαι οὐδενὶ ἀγαθόν, ἐπειδὴ ὁ φοβούμενος ἀντέχειν μὲν πρὸς οὐδὲ ἓν δύναται, καταπροδοὺς δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς πάντα ἐπιτηδειότερον ἑαυτὸν παρέχει, ὥστε θᾶττον παθεῖν ὃ ἂν μάλιστα φοβῆται.

44 Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν αὐτῆι γεγραμμένα, εἰς τοῦτο ἀποβαίνει, ὅ τι ἂν τὰ γεγραμμένα εἴπηι· εἰ δὲ μή, πάντως ἐστὶν ἀγαθή· ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ χαῖρε καὶ ἔρρωσο λέγειν.

45 Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο μὲν διὰ τὸ ἰσόψηφον τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῶι σώματι μήτε κάλλος μήτ᾽ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη, καὶ τοῦτο περὶ τὰ αἰδοῖα, οὐδὲν ἧττον καὶ <τὴν> ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων σημαινομένοις, περὶ ὧν ἀκριβέστερον ἐν τῶι πρώτωι βιβλίωι ἐν τῶι περὶ σώματος λόγωι εἴρηκα.

46 Ὅ τι δ᾽ ἂν ἐκ <τοῦ> σώματος φυτὸν πεφυκέναι δόξηι τις, ὡς μὲν ἔνιοι λέγουσι, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώματα· ὡς δὲ ἐγώ φημι, τὰς κρίσεις δεῖ ποιεῖσθαι μὴ αὐτὸ μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ὧι ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δ᾽ ἂν συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὃς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.

47 Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους τε καὶ ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι καὶ περιβλέπτους διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα ἤ τι τοιοῦτο πάθος, οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει. ἀτοπώτερον δ᾽ ἂν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτωι συνεχόμενον πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη, ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῶι· εἰ δὲ παῖς, οὐ φυλάξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν· εἰ δὲ γυνή, πάντως ἐπὶ τοῖς πραττομένοις ὑπ᾽ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ᾽ ἀναλογίαν κρίνειν χρή.

48 Βάλλειν λίθοις τινὰ κακῶς εἰπεῖν τινα σημαίνει, βάλλεσθαι δὲ λίθοις ὑπό τινος κακῶς ἀκούσεσθαι προαγορεύει· ἐοίκασι γὰρ οἱ λίθοι λόγοις ἀπρεπέσι καὶ μαχίμοις. πολλάκις δὲ τὸ βάλλεσθαι λίθοις καὶ ἀποδημίαν προηγόρευσε· δεῖ γὰρ ὡς εἰκὸς τὸν βαλλόμενον φυγεῖν. ἐπειδὰν δὲ πολλοὶ ὦσιν οἱ βάλλοντες, ἀγαθοὶ τετήρηνται μόνοις τοῖς ἐξ ὄχλου ποριζομένοις.

49 Τέττιγες ἄνδρας σημαίνουσι μουσικοὺς διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν, ἐν δὲ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους, ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας, οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψηι συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.

50 Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ σημαντικὴ διὰ τὸ μηδὲν ἐδώδιμον ἔχειν, ποιμέσι δὲ ἀγαθή, ὅτι φύσει συμβέβηκεν αὐτὴν λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δ᾽ ἂν εἴη πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπηι οὖσι· καθάρσιος γὰρ εἶναι νενόμισται· τοῖς δὲ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν.

Ἀσφόδελος τῆι σκίλληι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀποβαίνει, μόνους δὲ τοὺς νοσοῦντας ἀναιρεῖ, ὡς πολλάκις ἐτήρησα. τὴν δὲ αἰτίαν σαφῶς μὲν εἰπεῖν οὐκ ἔχω, εἰκὸς δὲ εἰπεῖν ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.

51 Πάσχειν δὲ δοκεῖν τὰ αὐτὰ ἄλλωι ὡιτινιοῦν γνωρίμωι, οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος τοῦ σώματος τὸ αὐτὸ πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συναλγεῖν, κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνωι· τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ <αἱ> τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις, ὁ δὲ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρτάνοι. οἶδα δέ τινα πηρὸν τῶι δεξιῶι ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῆι ἐρωμένηι, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῶι τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῶι τὸν οἰκέτην.

52 Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν ἢ μισθουμένοις. ἀγαθὸν δὲ καὶ ἐπὶ κοπρίαι καθεύδειν ἀνδρὶ πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίωι δὲ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆς τινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῆι κοπρίαι προςφέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δὲ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν· ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλωι κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.

53 Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι προΐκται καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα τῆς ψυχῆς καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύουσι· τοῦτο μὲν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ φροντίζων, τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες ὑγιὲς ἐμποδὼν ἵστανται πάσηι προαιρέσει. ἔστι δὲ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον· οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων ἑκάστωι πραγμάτων, οἱ δὲ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσεσθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον αὐτῶι τῶι ἐπιδιδόντι ἤ τινι τῶν περὶ αὐτόν· ἐοίκασι γὰρ θανάτωι, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λάβωσιν ἢ αὐτοὶ βίαι χρησάμενοι ἢ παρέχοντός τινος, βλάβην ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δ᾽ αὐτὸ καὶ εἰς χωρίον εἰσιόντες σημαίνουσι.

54 Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μὲν προηιρημένωι πιστὴν καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῶι θεράπαιναν ὠνήσασθαι βουλομένωι εὔνουν ἔσεσθαι τὴν θεράπαιναν προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῶι ἀνοίγεσθαι ἀλλ᾽ ἐπὶ τῶι κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδὲ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῆι ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκληιμένων τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς ἀποδημεῖν βουλομένοις. τοῖς δ᾽ ἐπιστατεύειν θέλουσι καὶ διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.

55 Ψηφοπαικτεῖν δοκεῖν οὐκ ἐπιστάμενον πολλὰ ὠφεληθῆναι σημαίνει παραλογιζόμενον καὶ ψευδόμενον διὰ τὸ πολλὰς ψήφους κλέπτειν καὶ ταύτας ἄλλοτε ἄλλως δεικνύειν, οὐ κατά τινα ἁπλοῦν τρόπον, ἀλλὰ πανούργως. ἰδεῖν δὲ ψηφοπαικτοῦντά τινα, παραλογισθέντα καὶ ἐξαπατηθέντα βλαβῆναι σημαίνει.

56 Μάγειρος ὁ μὲν κατ᾽ οἶκον ἀγαθὸς ὁρώμενος τοῖς γῆμαι προηιρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς πένησιν· οἱ γὰρ ἐκτενεῖς τροφὰς ἔχοντες, οὗτοι μαγείρωι χρῶνται. τοῖς δὲ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ φλεγμονὰς διὰ τὸ παροπτᾶν καὶ ποικίλην δυσκρασίαν, ἀφ᾽ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί· τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθραι γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ φαίνεται οἷά ἐστιν.

Οἱ δὲ ἐν ἀγορᾶι μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί καὶ βλάβης. καὶ τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν, ἐπειδὴ νεκρῶν ἅπτονται σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδὲ ὑγιᾶ ἐῶσιν ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ καὶ κατὰ τὸ πλεῖστον εἰς τὸ δημόσιον διὰ τὸ τῶι δήμωι διανέμειν τὸν τοιοῦτον μάγειρον τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον ἐπάγει τὸν φόβον. δάνεια δὲ καὶ δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.

57 Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον σημαίνει· ἔοικε γὰρ θανάτωι διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει. καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ ἑρμηνεύειν; τὰ δὲ αὐτὰ τῶι πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.

58 Τελώνης ἀγαθὸς τῶι χρείαν ἡντιναοῦν ἀπαρτίσαι βουλομένωι καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμα ἑκάστης χρείας προαγορεύει. καὶ τοῖς κινεῖσθαι προηιρημένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε) μικρὰς κατοχὰς προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσηι ἀποδημίαι χρῆσθαι. νοσοῦσι δὲ θάνατον προαγορεύει· τελευτὴν γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς καὶ τὰς γυναῖκας, στασιώδεις δὲ καὶ μαχίμους διὰ τὰς γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ δὲ εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι τεκμήρασθαι.

59 Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ πονηρά· στερρότερον γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον· καὶ τοῖς δούλοις βασάνους καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ δι᾽ αὐτῆς τὴν ἐργασίαν. καὶ γὰρ κόπτεται καὶ καταπλέκεται· τοῖς δὲ ἐν τρυφῆι διάγουσι θλίψεις καὶ στενοχωρίας σημαίνει καὶ τοὺς ἀποδήμους ἐπανάγει, μάλιστά γε ὅταν διαπόντιοι ὦσι· καὶ γὰρ αὐτὴ διαπόντιος κομίζεται. λίνον δὲ πρὸς γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν πλοκὴν καὶ πρὸς τὰ ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν καὶ μακρὰν θηρῶσι. πρὸς δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῆι λευκέαι σημαίνει, ἥττονα δὲ τῆι δυνάμει. κάνναβις δὲ ὑπερεπιτείνει τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου καὶ τὰς βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα· λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει μόνη γὰρ αὐτὴ καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν. εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ δι᾽ αὐτῶν ἐργαζομένοις οὐδὲν ἀποτρόπαιον προαγορεύει.

60 Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίαι ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις καὶ ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δὲ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατήρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δ᾽ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτ᾽ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν ἑκόντα ἢ βίαι πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ <δεσμεύουσι> καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμένοις καὶ καταφώροις γεγονόσι προσίασι.

61 Παννυχίδες δὲ καὶ ἑορταὶ νυκτεριναὶ καὶ μετὰ ἀγρυπνίας εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντικαί, καθότι καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι παννυχίζειν μὴ οὐχὶ ἐν πολλῆι εὐφροσύνηι ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς, ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν τοῖς συναναστρεφομένοις ἐστί, κἂν ἀκόλαστα ἦι, τρόπον δέ τινα συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορίαι καθεστῶσι καὶ οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.

62 Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ θορύβου διὰ τὸν ἐν αὐτῆι ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾶι ζῶσιν ἀνθρώποις ἀγαθὴ καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ ὁρωμένη· ἡ δὲ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τούτοις, τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ἦι τὸ ἐν αὐτῆι ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῆι πόλει ἐν μὲν εὐποτμίαι λιμόν, ἐν δὲ λιμῶι εὐποτμίαν σημαίνειν. θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῆι ἀγορᾶι λόγον ἔχει.

63 Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν μεγάλοι σφόδρα εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντικοὶ διὰ τὴν τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις, ὅπως ἂν κινῶνται, φόβους καὶ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγουσι· φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῆι πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν. ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς ἡγουμένους τῆς πόλεως δρᾶσαι ἢ παθεῖν προσημαίνουσιν.

64 Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζώιου πόνον. καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφ᾽ ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων ἐλεγχόμενος ἔργων συλλαμβάνεται.

65 Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς φόβους ἄφοβα, ὅτι μήτε θηρεύει <ἐν ἡμέραι> μήτε σαρκοφαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη <δὲ> νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή· οὐ γὰρ ὠιοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζωιοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δ᾽ ἂν τούτων τῶν ὀρνέων τις ἴδηι πλέων ἢ ὁδεύων, χειμῶνι μεγάλωι ἢ ληισταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.

66 Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ κινήσεις καὶ ἐπιβολὰς <τῶν> χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον ἢ κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον, μάλιστα δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥρας ἀριθμεῖν ἄμεινον ἢ τὰς μετὰ τὴν ἕκτην.

Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων, ὅσα μήτ᾽ ἐν ταῖς προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν χώραν, μήτε μὴν ἄγραφα καταλιπεῖν εὔλογον ἦν, ὅπως μή τινι, ὡς ἔφην, πάροδον καὶ ἐπιβάθραν καταλείπω τοῦ γράφειν, αὐτάρκως ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν ποιήσασθαι, ἐπειδὴ πολλάκις ἐναντία ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν· ἀλλ᾽ ὥσπερ τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδηι τις ὁμοῦ ἀγαθὰ καὶ κακά, ἐν νῶι δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προςδοκηθέντες φόβοι ἀγαθῶν αἴτιοι κατέστησαν. ἔστι δὲ ὅτε καὶ ἀντὶ μεγάλων κακῶν λυσιτελεῖ μικρὰ παθεῖν, καὶ πάλιν αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀγαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται, ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο διδασκαλικῶς ἀνέγραψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ἦι εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείραι κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπαρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι ὡς ἔχει. ἐν μὲν <οὖν> τῶι πρώτωι βιβλίωι ἔφην εἶναι τὴν κεφαλὴν πατέρα τοῦ ἰδόντος, ἐν δὲ τῶι δευτέρωι λέοντα εἶναι βασιλέα ἢ νόσον, καὶ ἐν τῶι περὶ θανάτου τοῖς πενομένοις τὸ ἀποθανεῖν χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον ὄναρ ὑπὸ λέοντος τὴν κεφαλὴν ἀφηιρῆσθαι δόξηι καὶ ἀποθανεῖν, εἰκός ἐστι τὸν πατέρα αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν, καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν γένοιτο καὶ εὔπορος, οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος· ἔστι γὰρ ἡ μὲν κεφαλὴ ὁ πατήρ, ἡ δὲ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων ἡ νόσος, ἣν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν· ὁ δὲ θάνατος ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνείρων χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθ᾽ ἕκαστον τῶν κεφαλαίων σῶμα ἕν. χρὴ δὲ ἀποφαίνεσθαι μιμούμενον τοὺς θύτας, οἳ καὶ καθ᾽ ἓν τῶν σημείων ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀποφάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας ἐπιθυμῆσαι ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω.

Τὰ μὲν δὴ χρειώδη, Κάσσιε Μάξιμε, τοῖς βιβλίοις καθὼς προσῆκεν ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται· τὴν δὲ ἐπιγραφὴν μὴ θαυμάσηις, διότι Ἀρτεμιδώρου Δαλδιανοῦ καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν δι᾽ ἑαυτῆς περιώνυμον εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι, Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδρα ἐλλόγιμον διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσηι μοι πατρίδι πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῆι.