BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

{12}

Κεφ. εʹ.

Ὅτι ταῖς ἐγγυτέραις τῶν ἱστοριῶν προσεκτέον διὰ

τὰς ἐν τῆι γῆι κατὰ χρόνους μεταβολάς.

 

§ 1. Ἡ μὲν οὖν ἐπιβολὴ τῆς καταγραφῆς τοιαύτης ἂν εἰκότως ἔχοιτο προθέσεως. § 2. Ἐπειδὴ δὲ ἐν ἅπασι τοῖς μὴ παντελῶς κατειλημμένοις τόποις, ἢ διὰ μεγέθους ὑπερβολήν, ἢ διὰ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν, ὁ πλείων ἀεὶ χρόνος ἱστορίαν ἐμποιεῖ καθάπαξ ἀκριβεστέραν· τοιοῦτον δέ ἐστι καὶ τὸ κατὰ τὴν γεωγραφίαν· (ὡμολόγηται γὰρ δι᾽ αὐτῶν τῶν κατὰ χρόνους παραδόσεων, πολλὰ μὲν μέρη τῆς συνεχοῦς γῆς τῆς καθ᾽ ἡμᾶς οἰκουμένης μηδέπω διὰ τὸ τοῦ μεγέθους δυσέφικτον εἰς γνῶσιν ἐληλυθέναι, τὰ δὲ μὴ ὡς ἔχει λόγου τετυχηκέναι παρὰ τὸ τῶν ἐκλαβόντων τὰς ἱστορίας ἀνεπίστατον, ἔνια δὲ καὶ αὐτὰ νῦν ἄλλως ἔχειν ἢ πρότερον διὰ τὰς ἐν τοῖς κατὰ μέρος ἐπιγινομένας φθορὰς ἢ μεταβολάς·) ἀναγκαῖόν ἐστι κἀνταῦθα ταῖς ὑστάταις τῶν καθ᾽ ἡμᾶς παραδόσεων ὡς ἐπὶ πᾶν προσέχειν παραφυλάσσοντας – ἐπί τε τῆς τῶν ἱστορουμένων ἐκθέσεως καὶ τῆς τῶν προϊστορηθέντων διακρίσεως – τό τε ἀξιόπιστον καὶ τὸ μή.