BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ζʹ.

Διόρθωσις τῆς κατὰ τὸν Μαρῖνον τοῦ πλάτους τῆς

ἐγνωσμένης γῆς διαστάσεως ἀπὸ τῶν φαινομένων.

 

§ 1. Ἐπὶ τοίνυν τοῦ πλάτους πρῶτον ὑποτίθεται μὲν καὶ αὐτὸς τὴν Θούλην νῆσον ὑπὸ τὸν παράλληλον τὸν ἀφορίζοντα τὸ βορειότατον πέρας τῆς ἐγνωσμένης ἡμῖν γῆς· τὸν δὲ παράλληλον τοῦτον ἀποδείκνυσιν ὡς ἔνι μάλιστα ἀπέχοντα τοῦ ἰσημερινοῦ μοίρας ξγ°, οἵων ἐστὶν ὁ μεσημβρινὸς κύκλος τξ°, σταδίους δὲ τρισμυρίους χιλίους πεντακοσίους, ὡς τῆς μοίρας πεντακοσίους ἔγγιστα σταδίους περιεχούσης. § 2. Ἔπειτα τὴν τῶν Αἰθιόπων χώραν τὴν καλουμένην Ἀγίσυμβα καὶ τὸ Πράσον ἀκρωτήριον ἐκθέμενος ὑπὸ τὸν παράλληλον τὸν ἀφορίζοντα τὸ νοτιώτατον πέρας τῆς ἐγνωσμένης γῆς, ποιεῖ καὶ τοῦτον ὑπὸ τὸν χειμερινὸν τροπικὸν, ὥστε τὸ πᾶν πλάτος τῆς οἰκουμένης προσγενομένου τοῦ μεταξὺ διαστήματος, τουτέστι τοῦ τε ἰσημερινοῦ καὶ τοῦ χειμερινοῦ, συνάγεσθαι κατ᾽ αὐτὸν μοιρῶν πζ° ἔγγιστα, σταδίων δὲ μυριάδων τεσσάρων τρισχιλίων πεντακοσίων. § 3. Πειρᾶται δὲ τὸ εὔλογον τοῦ νοτίου πέρατος δεικνύναι καὶ διὰ φαινομένων τινῶν, ὥς γε αὐτὸς οἴεται, καὶ διὰ τῶν ἱστορηθεισῶν διανύσεων κατά τε γῆν καὶ κατὰ θάλασσαν· ὧν ἕκαστον ἐξ ἐπιδρομῆς ἐπισκεπτέον. § 4. Ἐπὶ μὲν δὴ οὖν τῶν φαινομένων φησὶν ἐν τῆι τρίτηι συντάξει κατὰ λέξιν οὕτως· «; Ἐν γὰρ τῆι διακεκαυμένηι ζώνηι ὁ ζωδιακὸς ὅλος ὑπὲρ αὐτὴν φέρεται· διόπερ ἐν αὐτῆι μεταβάλλουσιν {15} αἱ σκιαὶ, καὶ πάντα τὰ ἄστρα δύνει καὶ ἀνατέλλει. Μόνη δὲ ἡ μικρὰ Ἄρκτος ἄρχεται ὅλη ὑπὲρ γῆν φαίνεσθαι ἐν τοῖς Ὀκήλεως βορειοτέροις σταδίοις [πεντακισχιλίοις] πεντακοσίοις. Ὁ γὰρ διὰ Ὀκήλεως παράλληλος ἐξήρτηται μοίρας ια° καὶ δύο πέμπτα. Παραδίδοται δὲ ὑπὸ τοῦ Ἱππάρχου τῆς μικρᾶς ἄρκτου ὁ νοτιώτατος, ἔσχατος δὲ τῆς οὐρᾶς ἀστὴρ ἀπέχειν τοῦ πόλου μοίρας ιβ° καὶ δύο πέμπτα. Καὶ τοῖς μὲν ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν προϊοῦσιν ὁ μὲν βόρειος πόλος ἀεὶ μετεωρίζεται ὑπὲρ τὸν ὁρίζοντα, ὁ δὲ νότιος ὑπὸ τὸν ὁρίζοντα γίνεται. Τοῖς δὲ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸν χειμερινὸν τροπικὸν βαδίζουσιν ὁ μὲν νότιος πόλος ἐξαίρεται ὑπὲρ τὸν ὁρίζοντα, ὁ δὲ βόρειος ὑπὸ τὸν ὁρίζοντα γίνεται»; § 5. Διὰ μὲν οὖν τούτων αὐτὰ τὰ ὀφείλοντα συμβαίνειν ἐν τοῖς ὑπὸ τὸν ἰσημερινὸν ἢ τοῖς μεταξὺ τῶν τροπικῶν τόποις ἐκτίθεται μόνον. Εἰ δὲ καὶ τῶι ὄντι γέγονέ τις ἱστορία τῶν ὑπὸ τοὺς νοτιωτέρους τοῦ ἰσημερινοῦ φαινομένων, οὐ παρίστησιν, οἷον τὸ γίνεσθαί που κατὰ κορυφὴν ἀστέρας τῶν τοῦ ἰσημερινοῦ νοτιωτέρων, ἢ τὸ τὰς μεσημβρινὰς σκιὰς ἐν ταῖς ἰσημερίαις ἀποκλίνειν πρὸς νότον, ἢ τὸ τοὺς τῆς μικρᾶς ἄρκτου ἀστέρας πάντας ἀνατέλλειν, ἢ δύνειν, ἢ πάλιν τινὰς αὐτῶν μηδ᾽ ὅλως φαίνεσθαι, τοῦ νοτίου τῶν πόλων ὑπὲρ τὸν ὁρίζοντα γινομένου. § 6. Διὰ δὲ τῶν ἑξῆς ἐπιλέγει μέν τινα τετηρημένα φαινόμενα, μὴ μέντοι τὸ προκείμενον ἐπιδεῖξαι δυνάμενα πάντως. Φησὶ γὰρ, ὅτι «;Καὶ οἱ μὲν τῆς Ἰνδικῆς εἰς τὴν Λιμυρικὴν πλέοντες, ὥς φησι Διόδωρος ὁ Σάμιος ἐν τῶι τρίτωι, ἔχουσι τὸν Ταῦρον {16} μεσουρανοῦντα καὶ τὴν Πλειάδα κατὰ μέσην τὴν κεραίαν. Οἱ δ᾽ εἰς τὴν Ἀζανίαν ἀπὸ τῆς Ἀραβίας ἀναγόμενοι εὐθύνουσι τὸν πλοῦν πρὸς μεσημβρίαν καὶ τὸν Κάνωβον ἀστέρα, ὅστις ἐκεῖ λέγεται Ἵππος καί ἐστι νοτιώτατος. Ἄστρα δὲ φαίνεται παρ᾽ αὐτοῖς, ἃ παρ᾽ ἡμῖν οὐδ᾽ ὀνομάζεται, καὶ ὁ Κύων τοῦ Πρόκυνος πρότερος ἐπιτέλλων, καὶ ὁ Ὠρίων πρὸ τῶν θερινῶν τροπῶν ὅλος»; § 7. Καὶ τούτων οὖν τῶν φαινομένων τὰ μὲν σαφῶς τὰς βορειοτέρας οἰκήσεις τοῦ ἰσημερινοῦ παρίστησιν, ὡς ὁ Ταῦρος καὶ ἡ Πλειάς, κατὰ κορυφὴν γινόμενα (βορειότερα γὰρ καὶ τὰ ἄστρα ταῦτα τοῦ ἰσημερινοῦ) τὰ δ᾽ οὐδὲν μᾶλλον τὰς νοτιωτέρας τῶν βορειοτέρων. § 8. Ὅ τε γὰρ Κάνωβος δύναται φαίνεσθαι καὶ τοῖς συχνῶι τοῦ θερινοῦ τροπικοῦ βορειοτέροις, καὶ πολλοὶ τῶν ἀεὶ παρ᾽ ἡμῖν ὑπὸ γῆν ὄντων ἀστέρων ἐν τοῖς ἡμῶν μὲν νοτιωτέροις τόποις, ἔτι δὲ τοῦ ἰσημερινοῦ βορειοτέροις, οἷον τοῖς περὶ Μερόην, ὑπὲρ γῆν δύνανται γίνεσθαι, καθάπερ αὐτὸς ὁ Κάνωβος ἐνταῦθα φαίνεται τοῖς βορειοτέροις ἡμῶν μὴ φαινόμενος· καίτοι τούτου μὲν καὶ τοὔνομα οἱ μεσημβρινώτεροι λέγουσι τὸν Ἵππον, ἄλλου δὲ οὐδενὸς τῶν ἡμῖν ἀγνώστων. § 9. Ἐπιφέρει δὲ καὶ αὐτὸς παρειληφέναι διὰ τῶν μαθηματικῶν λόγων, ὅτι ὁ μὲν Ὠρίων ὅλος φαίνεται πρὸ τῶν θερινῶν τροπῶν παρὰ τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν· ὁ δὲ Κύων προανατέλλειν ἄρχεται τοῦ Πρόκυνος παρὰ τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν, καὶ ἀπ᾽ αὐτῶν μέχρι Συήνης· ὡς μηδὲ τούτων τῶν φαινομένων ἴδιον εἶναί τι τῶν νοτιωτέρων οἰκήσεων τοῦ ἰσημερινοῦ.