BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. κγʹ.

Ἔκθεσις τῶν ἐντασσομένων τῆι καταγραφῆι

μεσημβρινῶν καὶ παραλλήλων.

 

§ 1. Οὗτοι μὲν οὖν περιέξουσιν ὡριαῖα διαστήματα δώδεκα τοῖς ἀποδεδειγμένοις ἀκολούθως· γεγράψεται δὲ καὶ ὁ τὸ νοτιώτερον πέρας ἀφορίζων παράλληλος, τοσοῦτον ἀπέχων τοῦ ἰσημερινοῦ πρὸς μεσημβρίαν, ὅσον καὶ ὁ διὰ Μερόης πρὸς τὰς ἄρκτους· ἡμῖν μέντοι σύμμετρον ἔδοξεν εἶναι, τοὺς μὲν μεσημβρινοὺς γράφειν διὰ τριτημορίου μιᾶς ὥρας ἰσημερινῆς, τουτέστι διὰ πέντε τῶν εἰλημμένων τοῦ ἰσημερινοῦ τμημάτων, τοὺς δὲ βορειοτέρους τοῦ ἰσημερινοῦ παραλλήλους· § 2. ὥστε τὸν μὲν πρῶτον ἀπ᾽ αὐτοῦ τετάρτωι μιᾶς ὥρας διαφέρειν, ἀπέχοντα κατὰ τὸν μεσημβρινόν, ὡς αἱ γραμμικαὶ δείξεις ἔγγιστα ὑποβάλλουσι, μοίρας δ° δ'· {46} § 3. τὸν δὲ δεύτερον ἡμίσείαι μιᾶς ὥρας διαφέρειν, ἀπέχοντα ὁμοίως μοίρας η° γ' ιβ'· § 4. τὸν δὲ γʹ ὥραι ἡμισείαι καὶ δʹ μιᾶς ὥρας διαφέρειν, ἀπέχοντα μοίρας ιβ° L'· § 5. τὸν δὲ δʹ ὥραι μιᾶι διαφέρειν, ἀπέχοντα μοίρας ις° γ' ιβ', καὶ γραφόμενον διὰ τῆς Μερόης· § 6. τὸν δὲ εʹ ὥραι μιᾶι καὶ δʹ διαφέρειν, ἀπέχοντα μοίρας κ° καὶ δ'· § 7. τὸν δὲ ςʹ καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν ὥραι μιᾶι καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας κγ° L' γ ', καὶ γραφόμενον διὰ Συήνης· § 8. τὸν δὲ ζʹ ὥραι μιᾶι καὶ Lʹ καὶ δʹ διαφέρειν, ἀπέχοντα μοίρας κζ° ς'· § 9. τὸν δὲ ηʹ, τὸν καὶ δι᾽ Ἀλεξανδρείας, ὥραις δυσὶ διαφέρειν, ἀπέχοντα μοίρας λ° καὶ γ'· § 10. τὸν δὲ θʹ ὥραις δυσὶ καὶ δʹ διαφέρειν, ἀπέχοντα μοίρας λγ° καὶ γ'· § 11. τὸν δὲ ιʹ ὥραις δυσὶ καὶ ἡμίσει διαφέρειν, ἀπέχοντα μοίρας λς° καὶ γραφόμενον διὰ τῆς Ῥοδίας· § 12. τὸν δὲ ιαʹ ὥραις δυσὶ καὶ Lʹ καὶ δʹ διαφέρειν, ἀπέχοντα μοίρας λη° L' ιβ'· § 13. τὸν δὲ ιβʹ, τὸν καὶ δι᾽ Ἑλλησπόντου γραφόμενον, ὥραις τρισὶ διαφέρειν, ἀπέχοντα μοίρας μ° L' γ' ιβ'. § 14. τὸν δὲ ιγʹ ὥραις τρισὶ καὶ δʹ διαφέρειν, ἀπέχοντα μοίρας μγ° ιβ'· § 15. τὸν δὲ ιδʹ καὶ διὰ μέσου Πόντου ὥραις τρισὶ καὶ ἡμίσει διαφέρειν, ἀπέχοντα μοίρας με°· § 16. τὸν δὲ ιεʹ τὸν διὰ Βορυσθένους ὥραις δʹ διαφέρειν, ἀπέχοντα μοίρας μη° L'· § 17. τὸν δὲ ιςʹ ὥραις δʹ καὶ Lʹ διαφέρειν, ἀπέχοντα μοίρας να° L'· § 18. τὸν δὲ ιζʹ ὥραις εʹ διαφέρειν, ἀπέχοντα μοίρας νδ°· § 19. τὸν δὲ ιηʹ ὥραις εʹ καὶ ἡμίσει διαφέρειν, ἀπέχοντα μοίρας νζ'· § 20. τὸν δὲ ιθʹ ὥραις ζʹ διαφέρειν, ἀπέχοντα μοίρας νη°· § 21. τὸν δὲ κʹ ὥραις ζʹ διαφέρειν, ἀπέχοντα μοίρας ξα°· § 22. τὸν δὲ καʹ {47} ὥραις ηʹ διαφέρειν, ἀπέχοντα μοίρας ξγ°, καὶ γραφόμενον διὰ τῆς Θούλης. § 23. Καὶ ἄλλος δὲ γεγράψεται πρὸς μεσημβρίαν τοῦ ἰσημερινοῦ, περιέχων διαφορὰν ἡμιωρίου, ὃς ἐλεύσεται διά τε τοῦ Ῥαπτοῦ ἀκρωτηρίου καὶ τῶν Καττιγάρων, ἔγγιστα τὰς ἴσας ταῖς ἀντικειμέναις ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας η° γ' ιβ'.