B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Nonnos
floruit ca. 450
     
   



Δ ι ο ν υ σ ι α κ ῶ ν   Α

Πρῶτον ἔχει Κρονίωνα,
φαεσφόρον ἅρπαγα νύμφης,
καὶ παλάμαις Τυφῶνος
ἀρασσόμενον πόλον ἄστρων.


________________________________________________

 
 
Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς,
νυμφιδίωι σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
5
Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
φειδομέναις παλάμηισι τομὴν μηροῖο χαράξας,
ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνωι
ὃς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσηι
10
τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.

ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμηι δότε θύρσον ἀειδομένου Διονύσου.
ἀλλὰ χοροῦ ψαύοντι Φάρωι παρὰ γείτονι νήσωι
στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
15
ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω.
εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῶι,
μέλψω θεῖον ἄεθλον, ὅπηι κισσώδεϊ θύρσωι
φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
20
Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
πόρδαλις ἀίξηι πολυδαίδαλον εἶδος ἀμείβων,
ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
25
πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
εἰ δέμας ἰσάζοιτο τύπωι συός, υἷα Θυώνης
ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
30
κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυάδι ληνῶι
βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῶι.

ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
35
νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
νεκταρέης, βυθίηι δὲ παρ᾽ Εἰδοθέηι καὶ Ὁμήρωι
φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάωι.
εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ
40
ἄλλωι δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
δέρμα παρηιώρησε φυτῶι κολπούμενον αὔραις,
γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.

45
ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.

Σιδονίης ποτὲ ταῦρος ἐπ᾽ ἠιόνος ὑψίκερως Ζεὺς
ἱμερόεν μύκημα νόθωι μιμήσατο λαιμῶι
καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῶι,
50
βαιὸς Ἔρως κούφιζε· καὶ ἐγγύθεν ὑγροπόρος βοῦς,
κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρηι,
δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
Εὐρώπην ἀνάειρε. - διεσσυμένοιο δὲ ταύρου
πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
55
ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
δείματι παλλομένη βοέωι ναυτίλλετο νώτωι
ἀστεμφὴς ἀδίαντος. ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου
ἢ λοφιῆι Τρίτωνος ἐφεζομένην Ἀφροδίτην.
60
καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης,
Τρίτων δ᾽ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλωι
ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
θαῦμα φόβωι κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
65
ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. - ἀκροβαφῆ δὲ
ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
καὶ δολόεις Βορέης γαμίηι δεδονημένος αὔρηι
70
φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρωι δὲ
ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῶι.
ὡς δ᾽ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ,
75
νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
ἡμιφανὴς πεφόρητο δι᾽ ὕδατος ὑγρὸς ὁδίτης,
κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
ὣς ὅγε τὴν ἤειρε. - τιταινομένοιο δὲ ταύρου
80
βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῶι
καί, νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων,
Κυπριδίηι ποίμαινε καλαύροπι νυμφίον Ἥρης
εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
85
ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα. -
καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῶι
οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
Οὐρανίης ὤδινεν ἀπ᾽ αὔλακος ἔγκυον ὕδωρ.
καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
90
κούρη φόρτος ἔην καὶ ναυτίλος. - εἰσορόων δὲ
μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης,
τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·

«ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
νήχεται ἀτρυγέτοιο δι᾽ ὕδατος ἀγρονόμος βοῦς;
95
μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης; -
παπταίνω κατὰ κῦμα νόθον πλόον. ἦ ῥα Σελήνη
ἄζυγα ταῦρον ἔχουσα μετ᾽ αἰθέρα πόντον ὁδεύει;
ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;
100
οὐ βοῒ χερσαίωι τύπον εἴκελον εἰνάλιος βοῦς
ἔλλαχεν - ἰχθυόεν γὰρ ἔχει δέμας -, ἀντὶ δὲ γυμνῆς
ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρωι δὲ
105
γλαυκὰ διασχίζει βοέωι ποδὶ νῶτα θαλάσσης,
καὶ σύ, βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης,
γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
νηὶ θαλασσαίηι Δημήτερος αὔλακα τέμνων,
χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων. -
110
ταῦρε, παρεπλάγχθης μετανάστιος. οὐ πέλε Νηρεὺς
βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσηι
ἀτρυγέτωι πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
πηδαλίωι τέμνουσι καὶ οὐ σχίζουσι σιδήρωι·
115
αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου,
ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη. -
ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
120
ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς,
ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ᾽ ὑδατόεις παρακοίτης
χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;»

125
τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
θαμβαλέος. - βοέους δὲ γάμους μαντεύσατο κούρη,
καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·

«κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρωι,
εἰ βόες εἰσαΐουσιν· ‹ἀμείλιχε, φείδεο κούρης.›
130
εἴπατέ μοι, ῥηγμῖνες, ἐμῶι φιλόπαιδι τοκῆι
Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρωι
ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτηι.
μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
135
δέξο με σαῖς πτερύγεσσι μετάρσιον! Ἴσχεο, φωνή,
μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.»

ὣς φαμένη ῥαχίηισι βοὸς πορθμεύετο κούρη·
Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.
140
ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
ἠερίωι ξένον ἴχνος ἐρετμώσαντες ἀήτηι,
145
καὶ πόλος ἑπτάζωνος ἱμάσσετο. καὶ γὰρ ἐς εὐνὴν
Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσηι
Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
αἰθέρος ἔντεα θῆκε μυχῶι κεκαλυμμένα πέτρης
καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
150
καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
καὶ κρυφίωι σπινθῆρι πυριγλώχινος ὀιστοῦ
πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῶι.

καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
155
ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,
ὅπλα πυρός. πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπωι
πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
160
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῶι.

ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
165
εὐπαλάμωι δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
τῆι μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῆι δὲ πιέζων
ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου
Παρρασίης, ἑτέρηι δὲ λαβὼν ἀνέκοπτε Βοώτην,
ἄλληι Φωσφόρον ἕλκε, μάτην δ᾽ ὑπὸ κυκλάδι νύσσηι
170
πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
εἴρυσεν Ἠριγένειαν· ἐρυκομένοιο δὲ Ταύρου
ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη.
καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
175
Ἠελίωι σελάγιζε συναντέλλουσα Σελήνη.

οὐδὲ Γίγας ἀπέληγε· παλιννόστωι δὲ πορείηι
ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη.
καὶ δολιχῆι παλάμηι δεδραγμένος Ὑδροχοῆος
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος·
180
καὶ διδύμους ἐπὶ πόντον ἀπ᾽ αἰθέρος Ἰχθύας ἕλκων
Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχληι.

ὁλκαίοις δὲ πόδεσσιν ἀνηιώρητο Τυφωεὺς
185
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν,
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθηι
190
ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
ἀστραίαις παλάμηισιν ἰσόζυγα κύκλον ἑλίξας,
δέσμιον Ἀνδρομέδην ἑτέρωι σφηκώσατο δεσμῶι
λοξὸς ὑπὸ σπείρηισιν· ὁ δὲ γλωχῖνι κεραίης
ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης,
195
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην.
καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
200
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου·
καὶ Στεφάνωι στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῶι.

καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
205
νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
καὶ λόφον Ἀτλάντειον. - ἐνὶ βρυόεντι δὲ κόλπωι
πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
αὐερύσας στατὸν ἵππον ὑποβρυχίηι παρὰ φάτνηι
210
οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι· -
πολλάκι δ᾽ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
215
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῶι
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης. -
οὐδὲ κορυσσομένωι Τιτηνιὰς εἴκαθε Μήνη·
220
μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.

ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι,
225
καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλωι
εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῶι
αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλωι δὲ κυδοιμῶι
230
ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
ἀντιπόρους δ᾽ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ᾽ ἠχῆι
οὐρανίωι κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
μεσσοπαγής. - ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
235
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῶι
πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων. -
240
καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ,
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται. -
σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
245
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
στικτὸν ἀκοντίζων σκολιὸν βέλος· ἀμφὶ δὲ πυρσῶι
λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
250
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
Τοξευτὴρ βέλος ἧκεν. Ἁμαξαίωι δ᾽ ἐνὶ κύκλωι
μεσσοφανὴς διδύμηισι Δράκων μεμερισμένος Ἄρκτοις
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης.
γείτων δ᾽ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
255
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης.
γούνατι δ᾽ Εἰδώλοιο καὶ ἀγχιπόρωι παρὰ Κύκνωι
Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.

Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
260
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῶι·
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
εἰς σκοπέλους μετένασσε, μετ᾽ αἰθέρα πόντον ἱμάσσων· -
νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῶι
φαίνετο γυμνωθεῖσα δι᾽ ὕδατος ἄβροχος ὀσφύς,
265
καὶ μεσάτωι βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῶι·
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσηι
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντωι
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
270
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
θλιβομένη νεφέεσσι· - Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπωι·
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου,
275
Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
καὶ βυθίηι δελφῖνες ἐνεκρύπτοντο θαλάσσηι·
καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρηι,
280
καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων. -
πυργώθη δὲ θάλασσα καὶ ὠμίλησεν Ὀλύμπωι
285
ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρωι δὲ ῥεέθρωι
ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντωι. -
καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῶι
νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης,
290
ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας.
μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπωι
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.

καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
295
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῶι.
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτηισιν ἀείρων
χερσὶ διηκοσίηισι πέλωρ ἐμόγησε Τυφωεὺς
βριθοσύνηι· παλάμηι δὲ μιῆι κούφιζε Κρονίων. -
ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
300
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῶι
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
ἀστεροπὴ δ᾽ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῶι
μαρμαρυγῆι σελάγιζε κατηφέι λεπταλέον πῦρ·
305
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος. -
310
ὡς δ᾽ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῶι
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
οἰστρηθεὶς δ᾽ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
315
στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων,
καὶ λόφον ἠιώρησεν, ἐπ᾽ ἀμφοτέρων δέ οἱ ὤμων
ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίηισιν ἀείρων
320
μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.

ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
τόφρα δὲ Δικταίης ὑπὲρ ἠιόνος ὑγροπόρος βοῦς
ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
καὶ Κρονίδην ὁρόωσα πόθωι δεδονημένον Ἥρη
325
ζηλομανὴς γελόωντι χόλωι ξυνώσατο φωνήν·

«Φοῖβε, τεῶι γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
‹τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.›
330
ὡς Νόμιος, Κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθληι. -
Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
335
ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσηι
ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρωι παρακοίτηι.
Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνηι,
μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
καὶ κιθάρην ὀπάσειε τεῶι πάλιν υἱέι Φοίβωι
340
ἅρπαγος ἁρπαμένου κειμήλιον. - ἀλλὰ τί ῥέξω;
ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.»

ἡ μὲν ἔφη. Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
345
εἴκελος ἠιθέωι περιδέδρομεν ἄζυγα κούρην·
καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
καὶ κύσε χείλεος ἄκρον· ἀναπτύξας δὲ σιωπῆι
350
ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.

καὶ διδύμηι σφριγόωσα γονῆι κυμαίνετο γαστήρ·
καὶ ζαθέης ὡδῖνος ἑὴν ἐγκύμονα νύμφην
κάλλιπεν Ἀστερίωνι, βαθυπλούτωι παρακοίτηι,
355
Ζεὺς πόσις. ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος
νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
εἰαρινῶι Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων
360
φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων
σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.

ὣς ὁ μὲν ἐστήρικτο κατ᾽ οὐρανόν. - οὐδὲ Τυφωεὺς
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρωι γὰρ
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας
365
φοιταλέωι μαστῆρι δι᾽ οὔρεος ἤντετο Κάδμωι
πλαζομένωι, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
370
πλέξας δ᾽ ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῶι
πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστωι τινὶ μορφῆι
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμωι
375
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·

«Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
380
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς.
αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῶι; -
δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
385
δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσηι
ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. - γίνεο βούτης
ἐς μίαν ἠριγένειαν, ἀμερσινόωι δὲ λιγαίνων
ῥύεο ποιμενίηι σέο πηκτίδι ποιμένα κόσμου,
390
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
μαρνάμενον στεροπῆισι καὶ αἰχμάζοντα κεραυνῶι. -
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
κερδαλέης σύριγγος ἀλεξικάκωι σέο μολπῆι
395
θέλγε νόον Τυφῶνος· ἐγὼ δέ σοι ἄξια μόχθων
δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.

καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης. -
400
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσηις. -
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί. -
πανδαμάτωρ, ἕνα βάλλε τεῶι πυρί, θελγόμενον δὲ
405
σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων· -
Καδμείης δ᾽ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς,
ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.»

ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρωι,
ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. - ὀξὺ δὲ τείνων
410
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
πέμπε Τυφαονίηισι δολοπλόκον ὕμνον ἀκουαῖς
οἰδαλέηι φύσημα παρηίδι λεπτὸν ἰάλλων.
415
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίωι ποδὸς ὁλκῶι
ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ᾽ ἄντρου
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίηι
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
ἑσπόμενος μελέεσσιν. ἰδὼν δέ μιν ἐγγύθι λόχμης
420
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρηι.
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπωι δὲ
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
425
ἀγνώσσων· μεσάτωι δὲ δαφοινήεντι προσώπωι
ἀνδρομέωι γελόων κενεαυχέα ῥήξατο φωνήν·

«αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῆισιν ἀείρειν·
430
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῶι;
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
ὄργανον αὐτοβόητον Ὀλύμπιον. ἑζόμενος δὲ
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς. -
435
σῶν δ᾽ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
ἀλλὰ κυλινδομένας νεφέλας νεφέληισι συνάπτων
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω. -
στήσω δ᾽, ἢν ἐθέληις, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων
440
πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
φυσιάαις στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί. -
βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος· οὐράνιον γὰρ
445
ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
αὐτῆι ὁμοῦ σύριγγι καί, ἢν ἐθέληις, ἅμα ποίμνηι. -
οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
450
ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπωι
πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει. -
στήσω δ᾽ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπωι,
ἢ δροσερὴν παρὰ νύσσαν, ὅπηι ζωθαλπέι λαιμῶι
455
ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης. -
οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη·
καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνηι. -
460
ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῶιος Ἁμάξης,
οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν. -
σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου·
465
μολπῆς δ᾽ ἄξια δῶρα παρ᾽ ἀστεροφεγγέι κύκλωι
στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ
οὐρανίηι Φόρμιγγι τεὴν σύριγγα συνάψω. -
σοὶ γάμον, ἢν ἐθέληις, δωρήσομαι ἁγνὸν Ἀθήνης·
εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
470
ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης. -
εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
475
δώσω σοι τόδε δῶρον. - ἐγὼ δ᾽ ἐς Ὄλυμπον ὁδεύσω
οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
480
σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.»

εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
ἀλλ᾽ ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης
νήματι Μοιριδίωι πεφορημένον υἱὸν Ἀρούρης
τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρωι,
485
κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·

«βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
490
Φοῖβον ἐμῆι φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῶι
υἱέι νικηθέντι φέρων χάριν· - εἰ δέ ποθ᾽ εὕρω
νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
495
καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι Γαίηι,
Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης. -
500
ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνωι
μοῦνον ἔα Κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης
δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων·
Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
505
Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος
θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῆι.»

ἔννεπε· καὶ χαροπῆισιν ἐπ᾽ ὀφρύσι νεῦσε Τυφωεύς,
καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
510
καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμωι,
νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίηι ποτὲ χάρμηι·
καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ἤινεσε ποιμήν.

καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
515
ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρηι,
Ζηνὶ Γιγαντοφόνωι πεφυλαγμένα· φειδομένωι δὲ
λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
λαρότερον μέλος εἶπε. καὶ οὔατα πολλὰ τιταίνων
520
ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς.
θελγομένωι δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
ἀθανάτων ἅτε φύζαν ἑῆι σύριγγι λιγαίνων,
καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
ἑζομένωι Τυφῶνι μόρον Τυφῶνος ἀείδων. -
525
καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρωι
ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρηι,
καὶ πῆι μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
πῆι δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρηι
530
σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῆι
θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν
οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμωι
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.