B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Philogelos
ca. 450
     
   



Φ ι λ ό γ ε λ ω ς

ἐκ τῶν Ἱεροκλέους
καὶ Φιλαγρίου Γραμματίκου.


______________________________________________________




Σχολαστικοί
Φιλάργυροι
[Ἀλαζόνες]
[Μωροί]
[Ἀβδηρῖται]
[Σιδόνιοι]
Εὐτράπελοι
[Κυμαῖοι]
Δύσκολοι
[Ἀφυεῖς]
Δειλοί
Ὀκνηροί
[Φθονεροί]
Λιμόξηροι
Μέθυσοι
[Ὀζόστομοι]
Γυναῖκες
Μισογύναιοι
Ἀτυχεῖς

___________________________________________________

 
Σχολαστικοί

2
Σχολαστικὸς κολυμβᾶν βουλόμενος παρὰ μικρὸν ἐπνίγνη· ὤμοσεν οὖν μὴ ἅψασθαι ὕδατος, ἐὰν μὴ πρῶτον μάθηι κολυμβᾶν.

3
Σχολαστικῶι τις ἰατρῶι προσελθὼν εἶπεν· ἰατρέ, ὅταν ἀναστῶ ἐκ τοῦ ὕπνου, ἡμιώριον ἐσκότωμαι καὶ εἶθ᾽ οὕτως ἀποκαθίσταμαι. καὶ ὁ ἰατρός· μετὰ τὸ ἡμιώριον ἐγείρου.

7
Σχολαστικῶι τὴν σταφύλην τμηθέντι παρήγγειλεν ὁ ἰατρὸς μὴ λαλεῖν. ὁ δὲ τῶι δούλωι ἐπέταξεν ἀντασπάζεσθαι ἀντ᾽ αὐτοῦ τοὺς προσαγορεύοντας. εἶτα αὐτὸς πρὸς ἕκαστον λεγε· μὴ πρὸς ὕβριν αὐτὸ δέξηι, εἰ ὁ δοῦλός μου ἀντ᾽ ἀμοῦ σε ἀσπάζεται· ἐκέλευσε γάρ με ὁ ἰατρὸς μὴ λαλεῖν.

55
Σχολαστικὸς εὐτράπελος ἀπορῶν δαπανημάτων τὰ βιβλία αὐτοῦ ἐπίπρασκε· καὶ γράφων πρὸς τὸν πατέρα ἔλεγε· σύγχαιρε ἡμῖν, πάτερ, ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.

56
Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεύς συνοδεύοντες καὶ ἔν τινι ἐρημίαι μείναντες συνέθεντο πρὸς τέσσαρας ὥρας ἀγρυπνῆσαι καὶ τὰ σκεύη ἕκαστος τηρῆσαι. ὣς δὲ ἔλαχε τῶι κουρεῖ πρώτωι φυλάξαι, μετεωρισθῆναι θέλων τὸν σχολαστικὸν καθεύδοντα ἔξυρεν καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. ὁ δὲ σχολαστικὸς ψήχων ὡς ἀπὸ ὕπνου τὴν κεφαλὴν καὶ εὑρὼν ἑαυτὸν ψιλόν· μέγα κάθαρμα, φησίν, ὁ κουρεύς πλανηθεὶς γὰρ ἀντ᾽ ἐμοῦ τὸν φαλακρὸν ἐξύπνισεν.

66
Σχολαστικὸς ἐν ποταμῶι θεασάμενος ἁλιάδα σίτου μεστὴν καὶ βεβαρημένην· ἐὰν μικρόν, εἶπεν, ὁ ποταμὸς αὐξήσηι, βυθισθήσεται.

80
Σχολαστικοῦ πλέοντος ἐκινδύνευεν ὐπὸ χειμῶνος τὸ πλοῖον. τῶν δὲ συμπλεόντων ἀπορριπτούντων ἐκ τῶν σκευῶν, ἵνα κουφισθῆι τὸ πλοῖον. κἀκείνωι τὸ αὐτὸ ποιεῖν παραινούντων, ὁ δὲ ἔχων χειρόγραφον ἑκατὸν πεντήκοντα μυριάδων, τὰς πεντήκοντα ἀπαλείψας· ἴδε φησίν, ὅσοις χρήμασιν ἐπεκούφισα τὴν ναῦν.

255
Σχολαστικὸς μαθών, ὅτι ὁ κόραξ ὑπὲρ τὰ διακόσια ἔτη ζῆι, ἀγοράσας κόρακα εἰς ἀπόπειραν ἔτρεφεν.

 
Φιλάργυροι

104
Φιλάργυρος διαθήκας γράφων ἑαυτὸν κληρονόμον ἔταξεν.

 
[Ἀλαζόνες]

108
Ἀλαζὼν ἐν ἀγορᾶι παῖδα ἑαυτοῦ θεασάμενος ἐκ τοῦ ἀγροῦ νεωστὶ ἐληλυθότα εἶπε· τί ποιοῦσι τὰ πρόβατα; ὁ δὲ εἶπε· τὸ μὲν καθεύδει, τὸ δὲ ἵσταται.

 
[Μωροί]

109
Μωρὸς ἀκούσας, ὅτι ἐν Ἅιδου δίκαια κριτήρια, πρᾶγμα ἔχων ἀπήγξατο.

 
[Ἀβδηρῖται]

110
Ἐν Ἀβδήροις διηιρεῖτο ἡ πόλις εἰς δύο μέρη, οἵ τε πρὸς ἀνατολὰς οἰκοῦντες καὶ οἱ πρὸς δύσιν. πολεμίων οὖν ἄφνω τὴν πόλιν ἐφορμησάντων καὶ πάντων θορυβουμένων οἱ πρὸς τὸ ἀνατολικὸν οἰκοῦντες μέρος πρὸς ἀλλήλους ἔλεγον· ἡμεῖς μὴ θορυβηθῶμεν· οἱ γὰρ πολέμιοι ἐπὶ τὰς δυσικὰς εἰσέρχονται πύλας.

120
Ἀβδηρίτης ἀκούσας, ὅτι κρόμυα καὶ βολβοὶ φυσῶσιν, ἐν τῶι πλέειν αὐτὸν γαλήνης οὔσης πολλῆς, σάκκον πλήσας ἀπὸ τῆς πρύμνης ἐκρέμασεν.

 
[Σιδόνιοι]

136
Σιδόνιος γραμματικὸς ἠρώτα τὸν +διδάσκαλον· ἡ πεντακότυλος λήκυθος πόσον χωρεῖ; ὁ δὲ εἶπεν· οἶνον λέγεις ἢ ἔλαινον;

 
Εὐτράπελοι

148
Εὐτράπελος φλυάρου κουρέως ἐρωτήσαντος· πῶς σε κείρω; - σιωπῶν, ἔφη.

 
[Κυμαῖοι]

164
Κυμαῖος ἐν τῶι κολυμβᾶν βροχῆς γενομένης δία τὸ μὴ βραχῆναι εἰς τὸ βάθος κατέδυ.

165
Κυμαῖος θυρίδας ἀγοράζων ἠρώτα, εἰ δύνανται πρὸς μεσημβρίαν βλέπειν.

 
Δύσκολοι

185 A
Δύσκολος ἰατρὸς ἑτερόφθαλμος ἠρώτα νοσοῦντα· πῶς ἔχεις; ὁ δὲ εἶπεν· ὁς βλέπεις. ὁ δὲ ἰατρὸς ἔφη· ἐὰν ὡς ἐγὼ βλέπω ἔχηις, τὸ ἥμυσύ σου ἀπέθανεν.

 
[Ἀφυεῖς]

197
Ἀφυὴς γραμματικὸς ἐρωτηθείς· ἡ μήτηρ Πριάμου τίς ἐκαλεῖτο; ἀπορῶν ἔφη· ἡμεῖς κατὰ τιμὴν κυρίαν αὐτὴν καλοῦμεν.

198
Ἀφυὴς κουρεύς τοῖς ὑπ᾽ αὐτοῦ πληττομένοις ἔμπλαστρα προσετίθει. ἑνὸς δὲ αἰτιασαμένου αὐτὸν ἔφη· ἀχάριστε, μάτην ἀγανακτεῖς ἑνὸς γὰρ δηναρίου ξυράμενος τεσσάρων δηναρίων ἔμπλαστρα ἔλαβες.

199
Ἀφυὴς μαθητὴς κακῶς τινα κείρας καὶ παρωνυχίδας ποιήσας καὶ διὰ τοῦτο ὑπὸ τοῦ ὀνυχιζομένου ἀπωσθεὶς ἀνεβόησεν· ἐπιστάτα, τί οὐκ ἀφίησ‹ί› με μαθεῖν;

201
Ἀφυεῖ μάντει προσελθών τις ἐξ ἀποδημίας ἀνιὼν ἠρώτα περὶ τῶν οἰκείων. ὁ δὲ εἶπεν· ὑγιαίνουσι πάντες, καὶ ὁ πατήρ σου. τοῦ δὲ εἰπόντος ὅτι ὁ πατήρ μου δέκατον ἔτος ἔχει ἀφ οὗ ἀπέθανεν - ἀπεκρίνατο· οὐδὲν γὰρ οἶδας τὸν κατὰ ἀλήθειάν σου πατέρα.

 
Δειλοί

206
Δειλὸς ἐρωτηθείς· ποῖα τῶν πλοίων ἀσφαλέστερα, τὰ μακρὰ ἢ τὰ στρογγύλα; ἔφη· τὰ νενεωλκημένα.

 
Ὀκνηροί

211
Ὀκνηρῶν δύο κοιμωμένων εἰσελθών τις κλέπτης τὸ σαγίον αὐτῶν ἔλαβε. τοῦ δὲ ἑνὸς νοήσαντος καὶ εἰπόντος πρὸς τὸν ἕτερον· ἀνάστα, δίωξον αὐτόν - ἔφη· ἀφες· ὅταν ἔλθηι λαβεῖν τὴν τύλην, κρατοῦμεν αὐτὸν οἱ δύο.

213
Ὀκνηρὸς ὀκνηρῶι ὤφειλε δηνάριον. ὑπαντηκὼς δὲ αὐτὸν ἤιτει τὸ δηνάριον. ὁ δέ φησιν· εἰς τὸ μάπουλόν μου δέδεται· λύσας ἆρον. ὁ δέ· ἄπελθε, φησίν, ἐπληρώθην.

 
[Φθονεροί]

215
Φθονερὸς οἰκοδεσπότης τοὺς ἐνοίκους ἰδῶν εὐτυχοῦντας ἐκ τοῦ οἴκου αὐτοῦ ἐξεδίωξεν.

 
Λιμόξηροι

223
Λιμόξηρος ἰδῶν ἄρτον ἐν ὑπερθύρωι κείμενον εἶπε· Θεέ, ἤ ἐμὲ ὕψωσον ἤ ἐκεῖνον ταπείνωσον.

 
Μέθυσοι

227 A
Μεθύσωι ἐν καπηλείωι πίνοντι ἐπιστάς τις ἔφη· ἡ γυνή σου ἀπέθανεν. ὁ δὲ ἀκούσας πρὸς τὸν κάπηλον ἔφη· οὐκοὖν, αὐθέντα, ἐκ τοῦ μελανοῦ κέρασον.

 
[Ὀζόστομοι]

231
Ὀζόστομος θέλων ἰδίωι θανάτωι ἀποθανεῖν περικαλυψάμενος ἐχασμᾶτο.

232
Ὀζόστομος συνεχῶς τὴν γυναῖκα αὐτοῦ καταφιλῶν ἔλεγεν· ἡ κυρία μου, ἡ Ἥρα μου, ἡ Ἀφροδίτη μου. κἀκείνη ἀποστρεφομένη ἔλεγεν· ὀζεύς μου, ὀζεύς μου.

 
Γυναῖκες

245 A
Νεανίσκος γραίας δύο καπριώσας ἐκάλεσε, πρὸς δὲ τοὺς οἰκείους διακόνους ἔφη· τὴν μίαν κεράσατε, τὴν δὲ θέλουσαν ἀφροδισιάσατε. αἱ δὲ ὑφ᾽ ἓν εἶπον· ἡμεῖς οὐ διψῶμεν.

 
Μισογύναιοι

247 A
Μισογύναιος, τῆς γυναικὸς αὐτοῦ ἀποθανούσης, ἐπὶ τῶι θάψαι ἐκήδευε. τινὸς δὲ ἐρωτήσαντος· τίς ἀνεπαύσατο; ἔφη· ἐγὼ ὁ ταύτης στερηθείς.

 
Ἀτυχεῖς

229 β
Ἀτυχὴς μέθυσος ἀμπελῶνα κληρονομήσας ἐν καιρῶι τοῦ τρυγητοῦ ἀπέθανεν.


___________________________________________________


Textus:
Philogelos. Der Lachfreund,
ed. Andreas Thierfelder,
Heimeran München 1968