BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον λ´

 

Βασιλεύς τις παιδὸς ἀμοιρῶν ἄρρενος ἠνιᾶτο λίαν τὴν ψυχὴν ἀχθόμενος, καὶ ἀτύχημα τοῦτο οὐ μικρὸν λογιζόμενος. ἐν τούτοις οὖν αὐτῶι ὄντι γεννᾶται υἱός· καὶ χαρᾶς ἐπὶ τούτωι τὴν καρδίαν ἐπεπλήρωτο ὁ βασιλεύς. εἶπον δὲ αὐτῶι οἱ τῶν ἰατρῶν ἐπιστήμονες, ὡς, εἰ ἐντὸς τῶν δώδεκα χρόνων ἥλιον ἢ πῦρ τὸ παιδίον τοῦτο ἴδοι, στερηθήσεται παντάπασι τοῦ φωτός· τοῦτο γὰρ ἡ τῶν ὀμμάτων αὐτοῦ θέσις δηλοῖ. ταῦτα τὸν βασιλέα ἀκούσαντα λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι, κἀκεῖσε τὸν παῖδα μετὰ τῶν τιθηνούντων αὐτὸν κατακλείσαντα, μηδόλως, μέχρι συμπληρώσεως τῶν δώδεκα ἐνιαυτῶν, φωτὸς ὑποδεῖξαι μαρμαρυγὴν τὸ παράπαν. μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δώδεκα ἐτῶν ἐξάγει τοῦ οἰκίσκου τὸν παῖδα μηδὲν ὅλως τοῦ κόσμου θεασάμενον, καὶ κελεύει ὁ βασιλεὺς πάντα κατὰ γένος παραστήσαντας ὑποδεῖξαι αὐτῶι, ἄνδρας μὲν ἐν ἑνὶ τόπωι, ἀλλαχοῦ δὲ γυναῖκας, ἑτέρωθι χρυσόν, ἄργυρον, ἀλλαχόθεν μαργαρίτας τε καὶ λίθους πολυτελεῖς, ἱμάτια λαμπρὰ καὶ κόσμια, ἅρματα περικαλλῆ μετὰ ἵππων βασιλικῶν χρυσοχαλίνων σὺν τάπησιν ἁλουργοῖς, καὶ ἀναβάτας ἐπ᾽ αὐτοῖς ὁπλοφόρους, βουκόλιά τε βοῶν καὶ ποίμνια προβάτων. καί, ἁπλῶς εἰπεῖν, πάντα στοιχηδὸν ὑπεδείκνυον τῶι παιδί. πυνθανομένου δὲ αὐτοῦ τί τούτων ἕκαστον καλεῖται, οἱ τοῦ βασιλέως ὑπασπισταὶ καὶ δορυφόροι τὴν ἑκάστου κλῆσιν ἐδήλουν ὡς δὲ τὴν κλῆσιν τῶν γυναικῶν ἤρετο μαθεῖν, τὸν σπαθάριον τοῦ βασιλέως χαριέντως εἰπεῖν, δαίμονας αὐτὰς καλεῖσθαι, αἳ τοὺς ἀνθρώπους πλανῶσιν. ἡ δὲ τοῦ παιδὸς καρδία τῶι ἐκείνων πόθωι πλέον τῶν λοιπῶν ἐθέλχθη. ὡς οὖν, πάντα περιελθόντες, πρὸς τὸν βασιλέα ἐπανήγαγον αὐτόν, ἐπηρώτα ὁ βασιλεὺς τί ἀρεστὸν αὐτῶι τῶν ὁραθέντων ἐφάνη. Τί, φησὶν ὁ παῖς, ἀλλ᾽ ἢ οἱ δαίμονες ἐκεῖνοι, οἱ τοὺς ἀνθρώπους πλανῶντες; οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, ἢ τῆι ἐκείνων φιλίαι ἐξεκαύθη μου ἡ ψυχή. καὶ ἐθαύμασεν ὁ βασιλεὺς ἐκεῖνος ἐπὶ τῶι ῥήματι τοῦ παιδός, καὶ οἷόν ἐστι τυραννικὸν χρῆμα γυναικῶν ἔρως. καὶ σὺ τοίνυν μὴ ἄλλως οἴου ὑποτάξαι σου τὸν υἱόν, ἢ τούτωι δὴ τῶι τρόπωι. 

Δέχεται τὸν λόγον ἀσμένως ὁ βασιλεύς. καὶ παράγονται αὐτῶι ἐξ ἐπιλογῆς κόραι ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμωι λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῶι, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρωι τινὶ προσβλέψαι ἢ ὁμιλῆσαι, ἢ συναριστῆσαι· αὗται γὰρ ἦσαν αὐτῶι πάντα. καὶ ταῦτα μὲν ὁ βασιλεὺς ἐποίει. Θευδᾶς δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον, καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας, εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς Χριστοῦ παρατάξεως· οὐκ εἰδὼς ὁ ἄθλιος οἷον ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦσθαι σὺν πάσηι τῆι ὑπ᾽ αὐτὸν δαιμονικῆι φάλαγγι. τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῶι λαβρότατον ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ ὁ μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν· αἱ δὲ τὴν ὄψιν εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην. 

Ἡ δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη τοῦ πονηροῦ, καὶ τὸν πόλεμον ὁρῶσα τῶν ἀτόπων λογισμῶν ἐπ᾽ αὐτὴν σφοδρῶς ἐρχόμενον, διεταράττετο· καὶ λύσιν εὑρεῖν τοῦ τοσούτου κακοῦ ἐπεζήτει, καθαρόν τε ἑαυτὸν παραστῆσαι τῶι Χριστῶι, καὶ μὴ τῶι βορβόρωι τῶν παθῶν καταχρᾶναι τὴν ἁγίαν ἐκείνην στολήν, ἣν αὐτὸν ἡ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις. εὐθὺς οὖν ἔρωτι ἀνθίστησιν ἔρωτα, τῶι ἀκολάστωι τὸν θεϊκόν, καὶ εἰς μνήμην ἄγει ἑαυτὸν τῆς ὡραιότητος ἐκείνης καὶ ἀνεκλαλήτου δόξης Χριστοῦ τοῦ ἀθανάτου νυμφίου τῶν καθαρωτάτων ψυχῶν, καὶ τοῦ νυμφῶνος ἐκείνου καὶ γάμου, οὗπερ ἐλεεινῶς ἐκβάλλονται οἱ τὸν νυμφικὸν σπιλώσαντες χιτῶνα, δεδεμένοι χεῖρας καὶ πόδας, εἰς τὸ ἐξώτερον σκότος. ταῦτα λογισάμενος καὶ σύνδακρυς γενόμενος, ἔτυπτε τὸ στῆθος, οἷα κακοὺς κηφῆνας τοὺς πονηροὺς ἐκεῖθεν λογισμοὺς φυγαδεύων. εἶτα διαναστὰς καὶ χεῖρας εἰς οὐρανὸν διάρας, θερμοῖς δάκρυσι καὶ στεναγμοῖς τὸν Θεὸν ἐπεκαλεῖτο πρὸς συμμαχίαν, καὶ ἔλεγε· Κύριε παντοκράτορ, ὁ μόνος δυνατὸς καὶ οἰκτίρμων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ τῶν ἀβοηθήτων βοήθεια, μνήσθητί μου τοῦ ἀχρείου σου δούλου ἐν τῆι ὥραι ταύτηι, καὶ ἱλέωι μοι ἐπίβλεψον ὄμματι, καὶ ῥῦσαι ἀπὸ ῥομφαίας δαιμονικῆς τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· καὶ μὴ ἐάσηις ἐμπεσεῖν με εἰς χεῖρας ἐχθρῶν μου, μηδὲ ἐπιχαρείησάν μοι οἱ μισοῦντές με· καὶ μὴ ἐγκαταλίπηις με καταφθαρῆναι ἐν ἀνομίαις, καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῶι Πατρὶ καὶ τῶι Υἱῶι καὶ τῶι Ἁγίωι Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ἤισθετο παρακλήσεως οὐρανόθεν αὐτῶι ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί· αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε. καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείαι καὶ δίψηι, καὶ τῆι ἄλληι ταλαιπωρίαι, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῶι λογισμῶι τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα· ὅπως μή, ἀργὴν καὶ ἄνετον ὁ ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῆι πονηροὺς ῥαιδίως ὑποσπείρηι, καὶ τὸ καθαρὸν ἐπιθολώσηι τῆς διανοίας. πάντοθεν τοίνυν ὁ ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται ὁ δεινὸς ἀπάτην ποικιλωτέραν, ὁ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῶι παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει.

Μίαν γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῶι βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ ὁ πατὴρ ἦν ἀποστείλας, ταύτην ὁ ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῆι ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταύτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥαιδίως ὁ πονηρὸς μετέρχεται. εἶτα, τῶι τοῦ βασιλέως υἱῶι ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῶι τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι.

Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς ὁ τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἢ ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῶι πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ᾽ ἢ μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπολείας, οὐκ ἤιδει δαιμονικὴν εἶναι μηχανὴν τὸ πρᾶγμα· ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῆι κόρηι ὁ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῆι προσλαλεῖν λόγια, Σύνες, λέγων, ὦ γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῆι πλάνηι ταύτηι τῶν εἰδώλων καταφθαρῆις, ἀλλὰ τὸν Δεσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε τοῦ παντός, καὶ μακαρία ἔσηι νυμφευθεῖσα τῶι ἀθανάτωι νυμφίωι· πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῆι γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῶι γενάρχηι πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτωι ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας.

Ὡς γὰρ ἤκουσεν ἡ κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν· ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῶι πονηρῶι γενομένη, καί φησιν· Εἰ τῆς ἐμῆς, ὦ δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῆι τῶι Θεῶι σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρώιοις μου θεοῖς ἀποταξαμένη, τῶι σῶι συντάξομαι Θεῶι, μέχρι τελευταίας αὐτῶι λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψηι τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς. 

Τοῦ δέ, Τίς ἡ ἀξίωσις, ὦ γύναι; εἰπόντος, ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίαι, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω.

Ὁ δέ, Μάτην, φησίν, ὦ γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν· τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι· μολῦναι δὲ τὸ σῶμά μου δι᾽ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον.

Ἡ δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῶι καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγηι σύ, ὁ πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων· ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῆι πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι τῶν καθ᾽ ὑμᾶς βιβλίων, Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι; καί, Ἃ ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, γάμωι συναφθῆναι αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον, ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, γαμετὴν γέγραπται ἐσχηκέναι; τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας τῶν δογμάτων ὑμῶν ἀποπλανᾶσθαι.

Ὁ δέ, Ναί, φησίν, ὦ γύναι· οὕτως ἔχει ταῦτα πάντα καθὼς εἴρηκας. ἐφεῖται γὰρ τοῖς βουλομένοις γάμωι κοινωνεῖν· ἀλλ᾽ οὐ τοῖς ἅπαξ ἐπαγγελλομένοις τῶι Χριστῶι παρθενεύειν. ἐγὼ γάρ, ἐξότε τῶι λουτρῶι ἐκαθαρίσθην τοῦ θείου βαπτίσματος, τῶν τῆς νεότητος καὶ ἀγνοίας μου πταισμάτων καθαρὸν ἐμαυτὸν παραστῆσαι τῶι Χριστῶι συνεταξάμην· καὶ πῶς τὰ ὡμολογημένα Θεῶι διαλῦσαι τολμήσω;

Ἔφη δὲ αὖθις ἡ γυνή· Ἔστω καὶ τοῦτό σου τὸ θέλημα, καθὼς βούλοιο. ἄλλην δὲ μικράν τινα καὶ οὐδαμινὴν πλήρωσον ἐπιθυμίαν μου, εἴπερ ὄντως ἐν ἀληθείαι τὴν ψυχήν μου θέλεις σῶσαι. συγγενοῦ μοι ταύτηι τῆι νυκτὶ καὶ μόνον, καὶ τοῦ σοῦ κατατρυφῆσαί με κάλλους ποίησον, τῆς ἐμῆς τε αὐτὸς ἐμπλήσθητι ὡραιότητος. καὶ λόγον σοι δίδωμι, ἅμα πρωῒ Χριστιανὴν γενέσθαι καὶ πᾶσαν ἐκφυγεῖν τὴν τῶν θεῶν μου λατρείαν. καὶ ἔσται σοι οὐ μόνον συγγνώμη ἕνεκεν τῆς οἰκονομίας ταύτης, ἀλλὰ καὶ δωρεῶν ἀντάμειψις παρὰ τῶι Θεῶι σου ἕνεκα τῆς ἐμῆς σωτηρίας· Χαρὰ γάρ, φησὶν ἡ Γραφή σου, γίνεται ἐν οὐρανῶι ἐφ᾽ ἑνὶ ἁμαρτωλῶι μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῶι δι᾽ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῶι προξένωι τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οἱ ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ᾽ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ᾽ ὅτε ἐντολὴν ἕνεκα μείζονος ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς ἡ περιτομὴ λελόγισται· ἀλλ᾽ ὅμως ἐκεῖνος οὐ παρηιτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον. καὶ ἐγὼ μὲν τελείαι σοι κοινωνίαι γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα· λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξηι· ἀλλ᾽, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός. 

Οὕτω λέγουσα (καὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, ὧι καὶ τὰ ὦτα ὑπεῖχεν αὕτη κρυφίως· καὶ Γραφῶν ἔμπειρος ὁ ληιστὴς ἦν, ὁ τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλος), τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῶι περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν. ὁ δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῶι παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως ἡ κόρη αὕτη διανῦσαι ἐπείγεται ἃ οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῶι· οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας ὁ δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῶι Χριστοῦ στρατιώτηι, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῶι.

Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρωι δέλεαρ, τῆι προκειμένηι πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῶι τῆι τοῦ ἐχθροῦ ὑποβολῆι μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρία ψυχῆς ἅπαξ γυναικὶ συγγενέσθαι, στενάξας ἐν ἀπορίαι ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς ἐπ᾽ αὐτῶι πεποιθότας· Ἐπὶ σοί, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς· ἀλλὰ παράστηθί μοι ἐν τῆι ὥραι ταύτηι, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῆι τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ᾽ ἐμοὶ τῶι οἰκέτηι σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν.

Ἐφ᾽ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾶι ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστηι πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσηι, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔραι τινὶ λεπτοτάτηι, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῶι κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτωι τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα; φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾶιττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου· καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτηι ἐπεδήμουν, μέλος ἄιδουσαι ἀκοῆι βροτείαι μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης· Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων· αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῶι Κυρίωι. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης· ἀλλὰ δότε κἀμοὶ ἐν μιᾶι τῆς μεγίστης ταύτης πόλεως γωνίαι διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπωι πολλῶι καὶ ἱδρῶτι ἐλεύσηι ὧδε, εἴπερ ἑαυτὸν βιάσηι. 

Ταῦτα εἶπον· καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς· θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη· καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῆι καμίνωι, καί τινες ἐλεεινῶς τῶι πυρὶ κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα· Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν· αὕτη ἡ κόλασις τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων· ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος· δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῶι λελόγιστο. στρέφων δὲ ἐν τῆι ψυχῆι τῶν ὁραθέντων τὴν μνήμην, τῶι πόθωι τῶν ἀγαθῶν καὶ τῶι φόβωι τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος.

Ἀνηγγέλθη δὲ τῶι βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. ὁ δὲ τὰ ὁραθέντα αὐτῶι διηγεῖται, καί φησιν· Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρώικησεν ἂν τῶι ἅιδηι ἡ ψυχή μου. ἀλλ᾽ ὡς ἀγαθὸς ὁ Θεὸς τῶι Ἰσραήλ, τοῖς εὐθέσι τῆι καρδίαι· ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ᾽ ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, ὦ πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπαιδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν βαδίσαι ὁδόν. τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ ὁ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῶι τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς. εἰ δὲ βίαι κατασχεῖν με θελήσειας, ὄψει με θᾶττον τῆι λύπηι καὶ ἀδημονίαι νεκρόν· καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσηι, οὔτε υἱόν με ἔτι ἕξεις.