BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

1. Τὰ τῶν χριστιανῶν ἐπιγράμματα

 

______________________________________________________________________

 

 

 

10.

Εἰς τὸν ναὸν τοῦ ἁγίου

μάρτυρος Πολυεύκτου

 

   Εὐδοκίη μὲν ἄνασσα, Θεὸν σπεύδουσα γεραίρειν,

πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου·

ἀλλ' οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ,

οὐ κτεάτων χατέουσα (τίνος βασίλεια χατίζει;)

5

ἀλλ' ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην

καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.

ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,

τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,

ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης,

10

ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,

κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων·

πάντα γάρ, ὅσσα τέλεσσεν, ὑπέρτερα τεῦξε τοκήων,

ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.

τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς

15

εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,

εὐσεβίης ἀλέγουσα; μόνη δ' ἱδρῶτι δικαίωι

ἄξιον οἶκον ἔτευξεν ἀειζώωι Πολυεύκτωι.

καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν

πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.

20

πᾶσα χθὼν βοάαι, πᾶσα πτόλις, ὅττι τοκῆας

φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπ' ἔργοις.

ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι

νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης

εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;

25

ποῖος δ' ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν

εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες

σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.

ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους

λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.

30

ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει

οὐδ' αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,

μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο νηούς,

οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.

   Ἴχνεσι δ' εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων

35

πᾶσιν ἀεὶ ζώουσαν ἑὴν τεκτήνατο φύτλην,

εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.

τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,

ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,

προφρονέως ἐρύεσθε σὺν υἱέι τοῖό τε κούραις·

40

μίμνοι δ' ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,

εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.

 

 

Ἐν τῆι εἰσόδωι τοῦ

αὐτοῦ ναοῦ ἔξωθεν τοῦ νάρθηκος

πρὸς τῶν ἀψίδων

 

   Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,

ἣ μετὰ Κωνσταντῖνον, ἑῆς κοσμήτορα Ῥώμης,

καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα

45

καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,

ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον

εἰν ὀλίγοις ἐτέεσσι, χρόνον δ' ἐβιήσατο μούνη,

καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,

νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν

50

οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην;

οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,

νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων.

οἷος δ' ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,

ἀρρήτοις Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς

55

τῆι καὶ τῆι πλευρῆισι· μέσης δ' ἑκάτερθε πορείης

κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες

χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης·

κόλποι δ' ἀμφοτέρωθεν ἐπ' ἀψίδεσσι χυθέντες

φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·

60

τοῖχοι δ' ἀντιπέρηθεν ἀμετρήτοισι κελεύθοις

θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,

οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης

ἀγλαΐην ἔκλεπτε, Θεοῦ δ' ἐφύλασσε μελάθροις

δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσηι,

65

ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.

τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας

ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,

τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,

οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπ' ἄλλωι,

70

ἔνθ' ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς

ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,

πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσαν

καὶ Τριάδος φάος εὗρ<εν> ἐν ὕδασι γυῖα καθήρας;

   Τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,

75

ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων

καὶ σφετέρου βιότοιο καὶ ἐσσομένων καὶ ἐόντων.

 

Ἀνώνυμος