| |
|
- Κ α τ ο μ υ ο μ α χ ί α
- __________________________________________________
- Κ ρ ε ί λ λ ο ς
Τί τὸν τοσοῦτον ἀνδρικώτατοι χρόνον
μένοντες εἴσω τῶν ὀπῶν ἀεννάως
δείμωι σύνεσμεν καὶ φρίκηι καὶ δειλίαι
καὶ δυσμόρως δίμεν οἰκεῖον βίον,
- 5
- μηδὲ προκύψαι τῆς ὀπῆς ἡιρημένοι,
ἀλλ᾽ οἰκτρότατοι καὶ φόβου πεπλησμένοι
βίον σκοτεινὸν ἀθλίως μυωξίαις
ζῶμεν, καθώσπερ οἱ πεφυλακισμένοι,
καὶ νύκτα τὸν σύμπαντα τοῦ χρόνου δρόμον
- 10
- μακρὰν δοκοῦνεν καὶ σκιὰν τοῦ θανάτου,
ὡς οἱ ζοφώδεις Κιμμέριοι τοῦ λόγου,
οἳ Ποντικῶν ἔχοντες ἀμβλυωπίαν
ζόφωσιν ἑξάμηνον εἷλκον τοῦ βίου;
Τ υ ρ ο κ λ έ π τ η ς
κἂν μὴ θέλωμεν, ἐσμὲν ἐν μυωξίαις.
- 15
- εἰ γὰρ προελθεῖν, ὡς λέγεις, θαρραλέως
τολμήσομεν βαίνοντες ἀσχέτωι δρόμωι,
τάχιστ᾽ ἂν ἐμπέσοιμεν αἰπεῖ κινδύνωι,
καὶ προὐμμάτων ἴδοιμεν οἰκείων μόρον,
καὶ τὸν σκοτεινὸν Ἀιδωνέως τόπον
- 20
- λάβωμεν ἀντίποινον ἀκρατωσύνης.
Κ ρ ε ί λ λ ο ς
πῶς γοῦν παρεμπέσοιμεν ὡς φὴς κινδύνωι,
καὶ τὸν βίον λίποιμεν ἀθλίωι μόρωι;
Τ υ ρ ο κ λ έ π τ η ς
ληφθέντες εἴσω τῶν φρικωδῶν χειλέων
τῆς ἅρπαγος, Κρείλλε, τῆς δολοπλόκου.
Κ ρ ε ί λ λ ο ς
- 25
- τίς ἔστιν αὕτη; μὴ φθονήσηις τοῦ λέγειν·
οὐ γὰρ προχείρως τῶι σκόπωι περιστρέφω.
Τ υ ρ ο κ λ έ π τ η ς
ἣν κάταν ὠνόμασεν ἀνθρώπων γένος.
αὕτη γὰρ ἀεὶ χηραμοὺς περιβλέπει,
καὶ μῦς ἐρευνᾶι καὶ καθώσπερ οἱ κύνες
- 30
- ἰχνηλατοῦσι τοὺς λαγωοὺς ποικίλως,
τὸν αὐτὸν αὕτη σκανδαλοπλόκως τρόπον
ἡμᾶς διιχνεῖ λυγγικὸν βλέπουσά τι.
Κ ρ ε ί λ λ ο ς
οἶδ᾽ ἥνπερ ἡρμήνευσας ἠκριβωμένως.
καὶ γὰρ πρὸ καιροῦ τὴν ἐμὴν θυγατέρα
- 35
- (Λυχνογλύφον δέ φημι τὴν πεφιλμένην)
οἰκτρῶς κατημάλαψε φεῦ μοι προὐμμάτων.
Τ υ ρ ο κ λ έ π τ η ς
κἀμοῦ τὸ τέκνον τὴν φίλην Λαρδοκόπον
καὶ τὸν ποθεινὸν Σιτοδάπτην καὶ φίλον
εἰς ἐκδίκησιν τῆς ἀδελφῆς ἡκότα.
Κ ρ ε ί λ λ ο ς
- 40
- τί γοῦν; κατοκνήσωμεν ὡς θηλυδρίαι
καὶ παρίδωμεν τὸν φόνον τῶν φιλτάτων;
Τ υ ρ ο κ λ έ π τ η ς
καὶ τί προσῆκον ἐργάσασθαι τυγχάνει;
Κ ρ ε ί λ λ ο ς
εἰς ἀντάμυναν ἀπιδεῖν τῆς παμφάγου
καὶ τῶν θανόντων ἐκδικῆσαι τὸν μόρον.
Τ υ ρ ο κ λ έ π τ η ς
- 45
- ποίωι τρόπωι; κάτειπε σὺν σαφηνίσει.
Κ ρ ε ί λ λ ο ς
μόθον πρὸς αὐτὴν ἀτρόμως τετευχότες.
Τ υ ρ ο κ λ έ π τ η ς
δέδοικα ναὶ δέδοικα μὴ πεφασμένοι
χἠμεῖς φανῶμεν καὶ κακῶς βεβρωμένοι,
καὶ κύρμα κάτης φεὺ γενώμεθα ξένον.
Κ ρ ε ί λ λ ο ς
- 50
- καὶ τοῦτο δεῖν ἕκητι τῶν τεθνηκότων·
καὶ γὰρ γινώσκεις τοὺς γραφαῖς αἰνουμένους
τῶν συγγενῶν ἕκητι καὶ τῶν γνωρίμων,
παίδων ἀδελφῶν συζύγων φυτοσπόρων,
θανόντας ἀπλήρωτον ἕλκοντας κλέος.
Τ υ ρ ο κ λ έ π τ η ς
- 55
- ἴσημαι πάντως· ἀλλὰ δεινὸν τυγχάνει
λιπεῖν τὸ λαμπρὸν στάδιον τῆς ἡμέρας
καὶ τῶι σκοτεινῶι συγκαλυφθῆναι τάφωι.
Κ ρ ε ί λ λ ο ς
οὐκ οἶδας; ἢν μέγιστον ἄρωμεν κράτος
καὶ πικροτάτωι τήνδε δώσομεν μόρωι.
Τ υ ρ ο κ λ έ π τ η ς
- 60
- ὅτωι τρόπωι σύναιμε σαφήνιζέ μοι.
Κ ρ ε ί λ λ ο ς
αὐτῆι μαχησμὸν συστάδην δεδρακότες.
Τ υ ρ ο κ λ έ π τ η ς
κρεῖττον δοκεῖ μοι συμβαλεῖν λαθριδίως.
Κ ρ ε ί λ λ ο ς
ποία δ᾽ ὄνησις λάθρα τοῦ προσιέναι;
Τ υ ρ ο κ λ έ π τ η ς
εἰ γὰρ προγνώσηι τῶι δόλοις προσανέχειν
- 65
- ὡς εἰς μαχησμὸν αἱρετὸν συνεστάναι,
καὶ συμμάχων ὅμιλον εἰς αὐτὴν λάβοι,
καὶ συμβαλοῦσα τηνικαῦτα τὸ στέφος
ἀρεῖ πριππεύσασα τὴν ἡμῶν ἴλην.
Κ ρ ε ί λ λ ο ς
χἠμεῖς κατ᾽ ἶσον συμμάχων ὁμηγύρεις
- 70
- λάβωμεν εἰς ἄρηξιν ὡς εἰθισμένον.
Τ υ ρ ο κ λ έ π τ η ς
οὐκ οἶσθα πῶς πρὶν συνιστῶντες τὸν μόθον
πρὸς τὸ στράτευμα τῶν γαλῶν καὶ βατράχων,
καὶ συμμάχων κράτιστον εἴχομεν νέφος;
Κ ρ ε ί λ λ ο ς
ἴσημι πῶς κάκιστον εἴδομεν μόρον
- 75
- παίδων ὁμεύνων γνωρίμων φυτοσπόρων·
μικροῦ δ᾽ ἀπωλώλειμεν ἡμεῖς τῶι τότε.
Τ υ ρ ο κ λ έ π τ η ς
δέδοικα καὶ νῦν μὴ θάνωμεν τῶι μόθωι.
Κ ρ ε ί λ λ ο ς
οὔ, νὴ θεῶν πλήρωμα τῶν οὐρανίων.
εὔελπίς εἰμι καὶ γὰρ ἐξ ὀνειράτων.
Τ υ ρ ο κ λ έ π τ η ς
- 80
- τί γοῦν; ὄνειρον ἐμφανῶς ἑωράκεις;
Κ ρ ε ί λ λ ο ς
ὁ Ζεὺς γὰρ ὤφθη κατ᾽ ὄναρ κνώσσοντί μοι,
καὶ θάρσος ἐντέθεικε τἠμῆι καρδίαι,
καὶ προσπεφώνηκε .
Τ υ ρ ο κ λ έ π τ η ς
τίνι προσωμοίωτο; καὶ τοῦτο φράσον.
Κ ρ ε ί λ λ ο ς
- 85
- τῶι Τυρολείχωι τῶι φρονίμωι πρεσβύτηι.
Τ υ ρ ο κ λ έ π τ η ς
πῶς δ᾽ οὐκ ἐπ᾽ ἄλλων ὡράθη σοι τῶν χρόνων;
Κ ρ ε ί λ λ ο ς
ἐμαῖς ἀπειλαῖς ὡράθη πτοιαλέος.
Τ υ ρ ο κ λ έ π τ η ς
τί γοῦν; ἐπηπείληκας αὐτῶι τῶι πόλον
οἰκοῦντι καὶ λέγοντι τοῖς ἀθανάτοις
- 90
- σειρὰν μεγίστην ἐξανάψειν τοῦ πόλου
καὶ πάντας ἕλξειν χειρὶ πανσθενεστάτηι;
Κ ρ ε ί λ λ ο ς
ναὶ τῆτες ἠπείληκα τούτωι μυρία.
καὶ γὰρ καθ᾽ αὐτὸν ἱστορῶν μου τὸν βίον,
ὅπως μένων ἔσωθεν οἰκτρῶς γωνίας
- 95
- ὅλος σκοτεινός εἰμι καὶ ζόφου γέμων
καὶ δεῖμα δεινὸν ἐνδέδειγμαι καὶ τρέμω
ζῶιον πενιχρὸν ἔμπλεων ἀηδίας,
ὤιμωζον ὠλόλυζον ἠθύμουν μέγα,
ἔκοπτον ἐσπάραττον οἰκείαν γένυν,
- 100
- καὶ τὸν θεῶν ὕπατον ὕβριζον Δία,
καὶ προστέθεικα τοῖς στεναγμοῖς σὺν χόλωι
δεινὰς ἀπειλὰς παντελῶς δειμαλέας.
Τ υ ρ ο κ λ έ π τ η ς
τί γοῦν; ἐπηπείληκας; εἰπὲ καὶ τόδε.
Κ ρ ε ί λ λ ο ς
ὡς εἴπερ οὐ θήσει με νικητὴν μέγαν
- 105
- καὶ παγκράτιστον τῆι μάχηι στεφανίτην,
τάχυ προσελθὼν εἰς ναὸν τῶν θυμάτων
ἅπαντα θήσω πρὸς τροφὴν τῆς κοιλίας.
Τ υ ρ ο κ λ έ π τ η ς
κἀγὼ συνέλθω σὺν συνεύνωι καὶ τέκνοις.
ἀλλ᾽ ὡς ἔοικε τὸν μόθον καθιστόρει.
Κ ρ ε ί λ λ ο ς
- 110
- ναὶ δῆτα, καὶ σύμπαντας ἀρτίως μύας
κεκληκέναι προύμελλον εἰς ἐκκλησίαν.
Τ υ ρ ο κ λ έ π τ η ς
οὐκοῦν ἐπεὶ δέδοκτο τῶι φυταλμίωι
ἀπαλλαγῆναι τοῦ σκοτοκρύπτου βίου
ἐλευθερωθῆναί τε κατῶν τοῦ φόβου,
- 115
- τοὺς μῦς ἅπαντας ἀρτίως συγκλητέον.
καὶ πρῶτον εἰς κάταρξιν ἰτέον λόγων
ἐπιτρεπόντων προσφέρειν εὐτολμίαν.
εἶτα στρατηγοὺς τῶν στρατῶν εἰργακότες
καὶ ταξιάρχας καὶ λοχαγούς, ὡς θέμις,
- 120
- λογχηφόρους τε καὶ κραταιοὺς ὁπλίτας
ἀντεξίωμεν εἰς μόθον τεταγμένοι.
Κ ρ ε ί λ λ ο ς
καλῶς ἔφησας καὶ σοφῶς καὶ κοσμίως
(καὶ γὰρ τὸ γῆρας νουθετεῖ) καὶ σωφρόνως.
κήρυξ ἴτω δὲ καὶ καλείτω τοὺς μύας.
κ ῆ ρ υ ξ
- 125
- ἰδοὺ πάρεισι μύαρχοι ξυνηγμένοι
καὶ σῶι παρεστήκασιν βουλευτηρίωι.
Κ ρ ε ί λ λ ο ς
ἐγὼ μέν, ὦ σύνταγμα γενναίων φίλων
εὔεικτον εὐόμιλον, ἐκ πολλοῦ χρόνου
πολλὴν καταγνοὺς τῶν πάλαι πεφυκότων
- 130
- τὴν ἀσθένειαν καὶ κακίστην δειλίαν
ἀνθ᾽ ὧνπερ εἴσω φωλεῶν μυχαιτάτων
μένοντες οὐκ εὔτολμον εἶχον καρδίαν
ἀλλ᾽ ὡς κλινήρεις καὶ μέλη παρειμένοι
ἔπτησσον ἐλθεῖν εἰς μάχην ἐναντίων.
- 135
- ἤδη στρατεύειν ἱστορῶ θαρραλέως.
οὐ γὰρ προσῆκόν μοι δέδοκτο καὶ φίλον
σθένος φέροντι καὶ κρατοῦντι μυρίων,
πομπὰς τελοῦντι καὶ κρότοις ἠινημένωι
τρέμειν προελθεῖν τῆς ἐμῆς μυωξίας.
- 140
- ὑμεῖς δ᾽ ἑτοίμως τὸν λόγον δεδεγμένοι,
ὡς εὐγενῶν πέλοντες ἐκ φυτοσπόρων
καὶ πανσθενῶς ἔχοντες αὐτῶν τοῦ τόνου,
μὴ νωχελεῖς γένησθε πρὸς τὰ πρακτέα,
μηδ᾽ ὀκλάσητε μηδαμῶς, ὦ γεννάδαι,
- 145
- ἀλλ᾽ ὡς ἐνόν ἅπαντες, ὦ θεῖοι μύες,
ἴτε προθύμως πρὸ νέαν στρατηγίαν,
ζῆλον λαβόντες τῆς ἐμῆς ἐξουσίας.
ἐγὼ γὰρ οὐκ ὤκνησα πώποτ᾽ εἰς μόθον,
ἀλλ᾽ ὡς ἀληθῶς ἐκ νέας ἡλικίας
- 150
- εἰς τὸ στρατηγεῖν ἀνδρικῶς ἐτραπόμην,
πάσαις δὲ πάντη προσβολαῖς ἐπεκράτουν.
γένος γὰρ ἐκφὺς εὐγενοῦς ἐξ ὀσφύος
(ὡς ἴστε πάντες τοὺς πάλαι θρυλλουμένους
ἐπὶ δυνάμει καὶ φρενῶν γερουσίαι
- 155
- ἐμοὺς γονεῖς ἕλκοντας ἄπλετον κλέος·
τοὺς Χαρτοδάπτας ὠνομασμένους λέγω)
οὐκ ἠθέλησα ζῆν τὸν ἄπονον βίον,
ἀλλ᾽ εἰς μάθησιν τῶν στρατηγικωτάτων
ἀπεῖδον εὐθὺς ἐκ νέου μειρακίου.
- 160
- ἤσκησα κόντον καὶ σπάθην σὺν ἀσπίδι,
βαίνειν ἐφ᾽ ἵππους καὶ στρέφεσθαι ποικίλως,
βάλλειν τὸν ἐχθρὸν εὐστόχως καὶ καιρίως,
τείνειν τὸ τόξον καὶ τὸν ἰὸν ἱέναι,
καὶ πᾶσαν ἁπλῶς τῆς στρατηγίας τέχνην
- 165
- μεθῆλθον ὡς ἅπαντες οἱ στρατηλάται.
μόθων δὲ πολλῶν ἐγκρατὴς δεδειγμένος
καὶ πλεῖστα δοῦλα τῆς ἐμῆς ἐμπειρίας
ἔθνη δεδειχὼς ἦλθον εἰς μυαρχίαν,
πάντων ἄριστος καὶ μέγας κεκριμένος.
- 170
- καὶ νῦν δὲ παγκάκιστον ἔγνων τυγχάνειν
τὸν ἀνθάμιλλον τοῦ Διὸς τοῦ τῆς Ῥέας
ζῶιον τρέμειν τι μικρὸν ἠθλιωμένον.
τοίνυν κελεύω τοὺς ἐμοὶ πεφιλμένους
ἅπαντας εἰς σύνταξιν ἐλθεῖν τῆς μάχης
- 175
- στερρῶς κραταιῶς εὐσθενῶς εὐκαρδίως
σοφῶς ἐνεργῶς εὐφυῶς ὡπλισμένους.
τὰ νῦν δὲ λοιπὸν ἴτε πρὸς τὰς οἰκίας.
τὴν αὔριον δ᾽ ἕωθεν, ὦ στρατηλάται,
πάντας κινῆσαι βούλομαι θαρραλέως·
- 180
- δοκεῖ γὰρ οὕτω συμφέρειν πρὸς τὸ πράγος.
Τ υ ρ ο κ λ έ π τ η ς
ἐπείπερ ἤδη πάντες εἰς τὰς οἰκίας
ἀπῆλθον ὥραι τοῦ καθευδῆσαι κλίνηι,
ἄπειμι κἀγὼ πρὸς κλίνην τὴν ἰδίαν.
Κ ρ ε ί λ λ ο ς
εἴρηκας ὀρθῶς· τοιγαροῦν πειρατέον.
χ ο ρ ό ς
- 185
- ὢ ποῖον ἄλγος νῦν κρατεῖ με καὶ θλίβει.
ὦ Ζεῦ, τί τοῦτο τῆς παρούσης ἡμέρας.
δεινὸς λογισμὸς ἔσχε μου τὸν δεσπότην
κάτηι προσάψαι μῶλον οὐ λαθριδίως.
δοκῶ γὰρ αὐτὸν σὺν πάσηι στρατηγίαι
- 190
- θανεῖν, λιπόντα τὸνφαεσφόρον λύχνον.
Ἄπολλον, ἁγνόμαντι, Φοῖβε Λοξία,
τί τοῦτο τοῦτο; φεῦ παπαῖ φεῦ μοι πάλιν.
ἰαταταιάξ, ὢ πόνων ἰαλέμων.
αἶ αἶ ἰοὺ ἰοὺ κακῶν πονημάτων.
ἡ μ ί χ ο ρ ο ς
- 195
- ἴσως κρατήσει τὴν μάχην κατὰ κράτος.
ἡ μ ί χ ο ρ ο ς
ἄπιστ᾽ ἄπιστα καινὰ καινά μοι λέγεις.
τὸ τοῦ Διὸς θέλημα νῦν ὑπαρξάτω.
Τ υ ρ ο κ λ έ π τ η ς
ὁρῶ θέουσαν ἐξ ὑέλλων ἡμέραν.
Κ ρ ε ί λ λ ο ς
καὶ μὴν κἀγὼ δέδορκα τὴν λαμπηδόνα.
Τ υ ρ ο κ λ έ π τ η ς
- 200
- καὶ τοιγαροῦν λίπωμεν ὕπνον καὶ κλίνην,
ὄις δὲ καὶ βοῦς τοῖς θεοῖς τεθυκότες
πρὸς τὸν μαχησμὸν ἐξίωμεν ἀτρόμως·
δεῖ γὰρ πρὸ πάντων ἱλεοῦν τοῦς ἐν πόλωι.
Κ ρ ε ί λ λ ο ς
ἰδοὺ θύσαντες ἐκκαλοῦμεν τὸν Δία
- 205
- καὶ τὴν Ἀθηνᾶν καὶ τὸν Ἑρμῆν καὶ Πάνα
καὶ τὸν Ποσειδῶ καὶ τὸν ἁγνὸν Λοξίαν,
Ἥραν σὺν αὐτοῖς Ἄρτεμίν τ᾽ ὀρειβάτιν,
Πλούτονα Λητώ, σὺν Ἄιδηι Περσεφόνην
καὶ πάντας ἄλλους, καὶ πτεροῦμεν τὸν πόδα.
χ ο ρ ό ς
- 210
- ὦ πάντες ὦ σύμπαντες ὦ θεοὶ μόνοι,
ὅσοι τ᾽ ἄνωθεν καὶ κάτω κληρουχίαν
ἔχοντές ἐστε, τῶν καλῶν χορηγέται,
πρόστητε ναὶ πρόστητε καρτερωτάτως
τῶν δεσπότων μου τῶν νέαν στρατηγίαν
- 215
- κατῶν τελούντων πρὸς τὸ πάμφαγον γένος.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὡς εἴθε νικήσειεν, ὦ Ζεῦ, τῶι μόθωι
οὑμοὶ στρατηγοὶ καὶ σύνευνος καὶ τέκνον.
χ ο ρ ό ς
καλὸν τὸ νικᾶν, ἀλλὰ δειλία μ᾽ ἔχει.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
κἀγὼ δέδοικα καὶ τρέμω κατὰ κράτος.
χ ο ρ ό ς
- 220
- δεινὸν γάρ ἐστι δυσμενῶν εὐανδρία.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὦ Ζεῦ βασιλεῦ, χρηστὸν ἔργασαι μόθον.
χ ο ρ ό ς
ἀεὶ τὸ θεῖον τῶν καλῶν ἅπαν νέμει.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
εἰ μὲν κρατήσει τῶν μυῶν αἱ πληθύες
ἐξισχύσουσι τῆς ἐναντιουμένης,
- 225
- εὖ ἂν τὸ λοιπὸν ἀνύσαιμεν τοῦ βίου
καὶ τὸν φόβον ῥίψαιμεν ὡς πορρωτάτω.
χ ο ρ ό ς
ναὶ δὴ γένοιτο τοῦτο, σὺν θεῶι λέγω.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
εἰ δ᾽ ἥττονες γένοιτο τῆς ἐναντίας
καὶ πρὸς φυγὴν βλέψωσιν ὡς τετραμμένοι,
- 230
- ἅπαντα φροῦδα προσγενήσεται τάχα.
χ ο ρ ό ς
ὡς εἴθε μὴ γένοιτο μηδ᾽ ἔσοιτό μοι.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
καὶ πᾶς γένηται δοῦλος αἰχμαλωσίαι.
χ ο ρ ό ς
οὔκ, ἀλλὰ δεινὸν βρῶμα τῆς ἐναντίας.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
κἀγὼ δὲ δούλη παισὶ σὺν τοῖς φιλτάτοις
- 235
- ἡ πρὶν κυρία προσφανήσομαι τάχα.
χ ο ρ ό ς
ἥκιστα δούλη σὺ γενήσηι σὺν τέκνοις,
ἀλλ᾽ ὡς ἀληθῶς βρῶμα τῆς ἀδηφάγου.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
τί γοῦν; προλίπω τὸ γλυκύτατον φάος
καὶ συγκαλυφθῶ τῆι κόνει καὶ τῶι τάφωι;
χ ο ρ ό ς
- 240
- σίγα σίγα, δέσποινα, δεινόν τι βλέπω.
καὶ μὴν ὁρῶ θέοντά τιν᾽ ἐψευσμένον
καὶ πυκνὸν ἀσθμαίνοντα καὶ πεπληγμένον.
ἄ γ γ ε λ ο ς
κυρία ποῦ πάρεστί τις δηλωσάτω.
χ ο ρ ό ς
ἔξεστί σοι θέλοντι ταύτην εἰσβλέπειν.
ἄ γ γ ε λ ο ς
- 245
- τάλαινα παντάλαινα καὶ τρισαθλία,
πέπτωκε τρωθεὶς ὁ Ψιχάρπαξ ἐν βέλει.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὢ τοῦ ποθεινοῦ καὶ πεφιλμένου τέκνου.
πέπτωκεν ἡμὴ τοῦ γήρως βακτηρία.
ὢ τῶν πόνων, ὢ τῶν πόνων ἰαλέμων.
- 250
- παπαῖ, τὰ πάντα δεινὰ τῶν ἀγγελμάτων.
ἰοὺ θανοῦμαι. τίς γενωμαι; ποῦ φύγω;
πᾶι βῶ; παρεῖμαι τῶν μελῶν εὐρωστίας.
ὦ παῖ παπαῖ παῖ, φιλτάτη θεωρία.
χ ο ρ ό ς
τέτλαθί μοι τέτλαθι, παῦσαι τῶν γόων.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 255
- ὦ Ζεῦ ταναώδιφρε τιτανοτρέπον.
χ ο ρ ό ς
αἶ αἶ τάλαινα μῆτερ ἠθλιωμένη,
ἐπίσχες ἄρτι τοὺς ἀπειρίτους στόνους.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἄπιστ᾽ ἄπιστα δεινὰ δεινά μοι λέγεις.
χ ο ρ ό ς
κατάσχε μικρὸν τοὺς ἀπειρίτους γόους.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 260
- ὦ φιλτάτη πρόσοψις, ὦ παῖ μοι φίλε.
χ ο ρ ό ς
φέρειν πρέπον σε τὴν ἄπειρον ἀνίαν,
μαθεῖν δὲ λοιπὸν τἀπίλοιπα τοῦ μόθου.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἀλλ᾽ οὐ σθένω σχεῖν τοῦ πόνου τὴν πικρίαν.
χ ο ρ ό ς
τίς γοῦν ὄνησις ἐκ γόων ἀμετρίας;
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 265
- αὐτὴν διαχρήσαιμι καὶ τάχει θάνω.
χ ο ρ ό ς
μὴ δῆτα τοῦτο, μηδὲ σὺ στρέφειν θέλε.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
καὶ πῶς ἀνεκτὸν μὴ πεφύρθαι καὶ στένειν;
χ ο ρ ό ς
τί δὲ στένουσα τοὺς λογισμοὺς κουφίζεις;
οὐδεὶς θανόντας ἐξεγείρει τοῦ τάφου.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 270
- παυσθεῖσα τί πράξαιμι τῶν στεναγμάτων;
χ ο ρ ό ς
μαθεῖν θέλησον τἀπίλοιπα τοῦ μόθου.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
καὶ τίς κατείπηι ταῦτα καὶ σαφηνίσει;
χ ο ρ ό ς
ὁ τῶν παρόντων ἄγγελος ἀγγελμάτων.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
καὶ ποῦ πάρεστιν;
χ ο ρ ό ς
εἰσορᾶν ἔξεστί σοι.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 275
- ἐκ τοῦ πάθους ὄλωλα καὶ συνετρίβην,
καὶ τὰς κόρας ἤμβλυνα τὰς τῶν ὀμμάτων.
χ ο ρ ό ς
ἅπαν διευκρίνησον, ἀγγεληφόρε,
ὅπως μὲν ἔστι τῆς μάχης ἡ τραχύτης,
καὶ πῶς ὁ παῖς πέπτωκε καὶ παρερρύη.
ἄ γ γ ε λ ο ς
- 280
- εἴπω καθεζῆς ἢ τέμω τὰς ἐμφάσεις;
χ ο ρ ό ς
ἑξῆς ἅπαν ἔξειπε συμβὰν τῆι μάχηι,
αὐτῆς ἀπ᾽ ἀρχῆς τὸν λόγον διεννέπων.
ἄ γ γ ε λ ο ς
εἴπω τὰ πάντα· τοιγαροῦν ἀκουστέον.
ἐπεὶ γὰρ εἰς σύμμιξιν ἦλθον τῆς μάχης,
- 285
- πρῶτον μὲν ὁ κράτιστος ἐθνοσατράπης,
ὁ Ψιχολείχης, συμβαλὼν τῆι παμφάγωι
ἥττητο καὶ πέπτωκεν, οἰκτρά τις θέα,
καὶ πᾶσα τούτου στρατιὰ διεφθάρη.
ἔπειτ᾽ ἐπῆλθεν ἄλλος ἀρχισατράπης,
- 290
- ὃς πᾶσιν ὠνόμαστο Κωλυκοκλόπος,
καὶ ταὐτὸν αὐτῶι πτῶμα πέπτωκε ξένον,
οὐδ᾽ ὑπομείνας προσβολὴν βραχυτάτην.
ὡς γοῦν ἑώρα τοὺς κραταιοὺς σατράπας
ἤδη πεσόντας ὁ Ψιχάρπαξ καὶ βόσιν
- 295
- οἰκτρὰν φανέντας σὺν στρατῶι τῆι παμφάγωι,
ὀργῆς ἐπλήσθη καὶ χόλου βαρυτάτου
(θυμοῦ γὰρ οὐδέν ἐστιν ἄλλο πικρία,
εἰ μὴ ζέσις τις αἵματος πρὸς καρδίαν),
λαβὼν δὲ κοντὸν χερσὶν ἐστομωμένον
- 300
- ἐπῆλθεν αὐτῆι τοῦ τεθανατωκέναι.
ἣ δ᾽ εἰσιδοῦσα τοῦτον ἡτοιμασμένον
ἐκ τοῦ σύνεγγυς πρὸς σφαγὴν ἑστηκότα
καὶ κοντὸν ἐκτείνοντα καρτερωτάτως,
ὥρμησεν αὐτὸν συλλαβεῖν παραυτίκα,
- 305
- καὶ δὴ κατέσχε τοῖς ὄνυξιν ἀγρίως,
καὶ σὺν τάχει βέβρωκε τὸν νεανίαν.
χ ο ρ ό ς
καὶ ταῦτ᾽ ἐπ᾽ ὄψει τοῦ φίλου φυτοσπόρου;
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
τὸ μεῖζον αὐτὸ τυγχάνει μοι τοῦ πάθους.
ἄ γ γ ε λ ο ς
ἐγὼ δ᾽ ἐπεὶ δέδορκα τοῦτο τὸ πράγος,
- 310
- προσῆλθον ὦ πότνιά σοι πεφρακέναι.
χ ο ρ ό ς
ὡς εἴθε μηδ᾽ ἐπῆλθες, ἀγγεληφόρε.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
μέγιστον ἦν μοι μηδ᾽ ὅλως προσιέναι·
οὐκ ἂν γὰρ ἀκμὴν τῶι πάθει συνεσχέθην.
ἄ γ γ ε λ ο ς
ἐγὼ μὲν οὖν ἄπειμι τὴν ὀπισθίαν.
χ ο ρ ό ς
- 315
- ἔλθοις κακῶν ἥκιστα μηνυτὴς πάλιν.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
κακὸς κακῶς ὄλοιτο νῦν ὁ πυρφόρος.
χ ο ρ ό ς
δέδοικεν ἡμᾶς δυσφορούσας τῶι λόγωι.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὢ ποῖον ἄνθος τῶν μυῶν ἀπεκρύβη.
χ ο ρ ό ς
ἐμοὶ δοκεῖ κάλλιστον εἶναι καὶ πρέπον
- 320
- σύνθρηνον ἆισαι παιδὶ τῶι πεπτωκότι.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
καλῶς ἔφησας· τοιγαροῦν θρηνητέον.
χ ο ρ ό ς
πρώτιστα σὺ κρότησον ἀρχὴν τοῦ πάθους.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἆ ἆ παπαῖ, παῖ παῖ, παπαῖ παῖ πολλάκις.
χ ο ρ ό ς
παῖ παῖ Κρείλλε, παῖ παπαῖ παῖ δέσποτα.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 325
- ἆ ἆ πόθι, παῖ, ποῦ ποτ᾽ ἀπέβης, τέκνον;
χ ο ρ ό ς
ποῖ ποῖ καλυφθεὶς ἐξαπέπτης τοῦ βίου;
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὢ ὢ πόθι, παῖ τῶν πόνων ἰαλέμων.
χ ο ρ ό ς
ἰαλέμων, ὢ καὶ πάλιν ἰαλέμων.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἆ ἆ λέλοιπας τὸν λύχνον τῆς ἡμέρας.
χ ο ρ ό ς
- 330
- ἅπανθ᾽ ἅπαντα τοῦ βίου τέφρα κόνις,
ἁπαξάπαντα τοῦ βίου σκιὰ μόνον.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
οἶ οἶ, παρῆλθες, ὦ Ψιχάρπαξ, ὦ τέκνον.
χ ο ρ ό ς
ἀρκεῖ. τὸ λοιπὸν βαῖνε μὴ περαιτέρω·
ἤδη βλέπω γὰρ ἄγγελον ταχυδρόμον.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 335
- δέδοικα μὴ πάλιν τι δεινόν μοι φράσηι.
χ ο ρ ό ς
οὔκ, ὦ σεβαστή.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
πῶς ἄρ᾽ οἶδας, πῶς ἄρα;
χ ο ρ ό ς
φαιδρῶι προσώπωι τὸν δρόμον διατρέχει.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὡς εἴθε χρηστὸν ἄγγελον Ζεῦ μοι πρόες.
ἄ γ γ ε λ ο ς
ἡ δεσπότις πέφυκε ποῦ τις εἰπάτω.
χ ο ρ ό ς
- 340
- ἰδοὺ πάρεστι, καὶ θέλεις εἴπερ βλέπε.
ἄ γ γ ε λ ο ς
πάγχρυσε, φαιδρὰ μὴ τεθλιμμένη γίνου,
κἀμοὶ βράβευε δῶρα τῶν ἀγγελμάτων.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἔξειπε, μὴ χλεύαζε κομπορρημόνως.
ἄ γ γ ε λ ο ς
ἤν μοι νέμηις πρωτίστα δῶρα τοῦ λόγου.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
- 345
- εἰπόντι δώσω καὶ παράσχω συντόμως.
ἄ γ γ ε λ ο ς
τέθνηκεν ἡ τάλαινα κάτα τῶι μόθωι.
χ ο ρ ό ς
ἆ ἆ κροτήσω καὶ χαρήσομαι πλέον·
νικησάτο γὰρ ἡ χαρὰ τὴν ἀνίαν.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ὑφ᾽ ἡδονῆς μέγιστον ὀρχοῦμαι πάνυ.
χ ο ρ ό ς
- 350
- τὰ τοῦ μόθου πρῶτόν σε μαθεῖν νῦν θέον,
καὶ πῶς τέθνηκε δυσμενὴς ἡ παμφάγος.
ὁ μ ε υ ν έ τ ι ς Κ ρ ε ί λ λ ο υ
ἐξειπάτω δὴ πᾶσαν ἀγγεληφόρος
τὴν συγκρότησιν τῆς μάχης καὶ τὸν μόρον
τῆς ἀγριωποῦ καὶ κακῆς μυοκτόνου.
χ ο ρ ό ς
- 355
- ἡ δεσπότις λέλακε· τὴν γλῶτταν κρότει.
ἄ γ γ ε λ ο ς
ἰδοὺ τὸν εἱρμὸν εὐτρεπίζω τοῦ λόγου.
ὑμεῖς δ᾽ ἐτοίμως ὠσὶν οὖσιν ὀρθίοις
ἐνωτίσασθε τῶν ἐφηρμηνευμένων.
ὡς γοῦν ὁ δεινὸς σωματοφθόρος μόθος
- 360
- ἔσχηκεν ἀρχὴν προσβολῆς εὐκοσμίαι
καὶ πρῶτα μὲν πέπτωκεν ἐθνοσατράπης
ὁ Ψιχολείχης, εἶθ᾽ ὁ Κωλυκοκλόπος,
ἔπειθ᾽ ὁ παῖς τοῦ καλοῦ μου δεσπότου,
ἤλγησεν οὗτος τῶι πάθει τὴν καρδίαν,
- 365
- ἰδὼν τὸν υἱὸν τὸν φίλον τεθνηκότα.
καὶ τὴν ὑπ᾽ αὐτὸν στρατιὰν παροτρύνας
ἐπῆλθεν ἀπτὼς τῆι φθόρωι καὶ παμφάγωι,
καὶ πρὸς ἅμιλλαν ἀτρόμως συνεπλάκη.
πλεῖστον δὲ καιρὸν ἀνθυπηγωνισμένων
- 370
- καὶ μηδενὸς φεύγοντος ἀλλ᾽ ἑστηκότος,
ξύλον κατελθὸν τῆς ὑπερτάτης στέγης
ἔτει παλαιὸν καὶ χρόνωι τεθραυσμένον
ἔπληξεν αὐτὴν ἐν μέσωι μεταφρένωι,
καὶ νεῦρα συντέθλακεν αὐτῆς αὐτίκα,
- 375
- καὶ πρὸς βάθη πέπτωκεν Ἀιδωνέως.
καὶ τὴν πρὶν ἡμῖν δυσμενῆ κατὰ κράτος
ἄσπονδον ἀμείλικτον ἠγριωμένην
ἔδειξεν ἄπνουν ἐκτάδην ἡπλωμένην.
χ ο ρ ό ς
ζώοις ἀλύπως εὐθαλέως εὐκαρδίως
- 380
- εἰς λυκάβαντας μήποτε πληρουμένους
ἀνθ᾽ ὧνπερ ἦλθες ἄγγελος ποθουμένων
καὶ τὸν φόνον προύφηνας ἡμῖν τῆς φθόνου.
ἤδη γὰρ εἶδον πᾶν ποθουμένον τέλος
εἰληφὸς ἄρτι καὶ καλῶς ἠνυσμένον.
|
|