B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Anyte
floruit ca. 290
     
   


Π α υ σ α ν ί α ς
π ε ρ ὶ   Ἀ ν ύ τ η ς


_________________________________________

 
 
Τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν· ἐξ ἀρχῆς δὲ ὠικοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς, καὶ οὐ πολὺ ἀποδέοντι τυφλοῦ, ὁ ἐν Ἐπιδαύρωι πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῆι γυναικὶ ὄψις ὀνείρατος· ὕμαρ μέν τοι ἦν αὐτίκα· καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὐτῆς σεσημασμένην δέλτον, καὶ πλεύσασα ἐς τὴν Ναύπακτον, ἐκέλευεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα. τῶι δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν· ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν, ἀφαιρεῖ τὴν σφραγίδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν, ὑγιής τε ἦν, καὶ δίδωσι τῆι Ἀνύτηι τὸ ἐν τῆι δέλτωι γεγραμμένον, στατῆρας δισχιλίους χρυσοῦ.

Pausanias, Graeciae descriptio, X, 38, 13