B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Apollonios Rhodios
ca. 290 - ca. 230
     
   


Ἀ ρ γ ο ν α υ τ ι κ ά

Β ι β λ ί ο ν   α ’

__________________________________________________
 

  ρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν
μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας βασιλῆος ἐφημοσύνηι Πελίαο
χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.

5 Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω
μοῖρα μένει στυγερή, τοῦδ' ἀνέρος, ὅν τιν' ἴδοιτο
δημόθεν οἰοπέδιλον, ὑπ' ἐννεσίηισι δαμῆναι.
Δηρὸν δ' οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων,
χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου,
10 ἄλλο μὲν ἐξεσάωσεν ὑπ' ἰλύος, ἄλλο δ' ἔνερθεν
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῆισιν.
Ἵκετο δ' ἐς Πελίην αὐτοσχεδόν, ἀντιβολήσων
εἰλαπίνης ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
15 Αἶψα δὲ τόν γ' ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ' ἐνὶ πόντωι
ἠὲ καὶ ἀλλοδαποῖσι μετ' ἀνδράσι νόστον ὀλέσσηι.

Νῆα μὲν οὖν οἱ πρόσθεν ἔτι κλείουσιν ἀοιδοὶ
Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνηισι.
20 Νῦν δ' ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην
ἡρώων δολιχῆς τε πόρους ἁλός ὅσσα τ' ἔρεξαν
πλαζόμενοι· Μοῦσαι δ' ὑποφήτορες εἶεν ἀοιδῆς.

Πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτ' αὐτὴ
Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα
25 Οἰάγρωι σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι.
Αὐτὰρ τόν γ' ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
θέλξαι ἀοιδάων ἐνοπῆι ποταμῶν τε ῥέεθρα.
Φηγοὶ δ' ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
ἀκτῆι Θρηικίηι Ζώνης ἔπι τηλεθόωσαι
30 ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅ γ' ἐπιπρὸ
θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
Αἰσονίδης Χείρωνος ἐφημοσύνηισι πιθήσας
δέξατο, Πιερίηι Βιστωνίδι κοιρανέοντα.

35 Ἤλυθε δ' Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης
γείνατο, δινήεντος ἐφ' ὕδασιν Ἀπιδανοῖο
Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,
ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς
ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.

40 Λάρισαν δ' ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν
Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,
ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,
ὁπλότερος πολέμιζε, τότ' αὖ βαρύθεσκέ οἱ ἤδη
γυῖα, μένεν δ' ἔτι θυμὸς ἀρήιος ὡς τὸ πάρος περ.

45 Οὐδὲ μὲν Ἴφικλος Φυλάκηι ἔνι δηρὸν ἔλειπτο,
μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν
Αἴσων Ἀλκιμέδην Φυλακηίδα, τῆς μιν ἀνώγει
πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλωι.

Οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων
50 μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.

Οὐδ' Ἀλόπηι μίμνον πολυλήιοι Ἑρμείαο
υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων·
τοῖσι δ' ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
Αἰθαλίδης. Καὶ τὸν μὲν ἐπ' Ἀμφρυσσοῖο ῥοῆισιν
55 Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια,
τὼ δ' αὖτ' ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.

Ἤλυθε δ' ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ' οὐ πατρὸς ἀμείνων.
Καινέα γὰρ ζωόν περ ἔτι κλείουσιν ἀοιδοὶ
60 Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ' ἄλλων
ἤλασ' ἀριστήων, οἱ δ' ἔμπαλιν ὁρμηθέντες
οὔτε μιν ἐγκλῖναι προτέρω σθένον οὔτε δαΐξαι,
ἀλλ' ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,
θεινόμενος στιβαρῆισι καταΐγδην ἐλάτηισιν.

65 Ἤλυθε δ' αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων
Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν.

Βῆ δὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης
Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.

Καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος
70 ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.

Εἵπετο δ' Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,
υἷες ὁ μὲν Τελέοντος, ὁ δ' Ἴρου Ἀκτορίδαο·
ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,
Ἴρου δ' Εὐρυτίων. Σὺν καὶ τρίτος ἦιεν Ὀιλεύς,
75 ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν
εὖ δεδαὼς δηίοισιν, ὅτε κλίνειε φάλαγγας.

Αὐτὰρ ἀπ' Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος
πέμπεν Ἀβαντιάδης λελιημένον. Οὐ μὲν ἔμελλε
νοστήσειν Κήρινθον ὑπότροπος· αἶσα γὰρ ἦεν
80 αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων
πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δηιωθῆναι·
ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,
ὁππότε κἀκείνους Λιβύηι ἔνι ταρχύσαντο,
τόσσον ἑκὰς Κόλχων ὅσσον τέ περ ἠελίοιο
85 μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

Τῶι δ' ἄρ' ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,
Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,
Εὐρύτου ὧι πόρε τόξον Ἑκηβόλος· οὐδ' ἀπόνητο
δωτίνης, αὐτῶι γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.

90 Τοῖσι δ' ἐπ' Αἰακίδαι μετεκίαθον, οὐ μὲν ἅμ' ἄμφω
οὐδ' ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν
Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν
ἀφραδίηι. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσωι,
Πηλεὺς δὲ Φθίηι ἔνι δώματα ναῖε λιασθείς.

95 Τοῖς δ' ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,
παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.
Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ' ἄλλους
γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.
ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα
100 πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.
Θησέα δ', ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,
Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκε,
Πειρίθωι ἑσπόμενον κεινὴν ὁδόν· ἦ τέ κεν ἄμφω
ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

105 Τῖφυς δ' Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον
Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι
κῦμ' ἁλὸς εὐρείης, ἐσθλὸς δ' ἀνέμοιο θυέλλας,
καὶ πλόον ἠελίωι τε καὶ ἀστέρι τεκμήρασθαι.
Αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον
110 ὦρσεν Ἀθηναίη, μετὰ δ' ἤλυθεν ἐλδομένοισιν.
Αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε, σὺν δέ οἱ Ἄργος
τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνηισι·
τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν
ὅσσαι ὑπ' εἰρεσίηισιν ἐπειρήσαντο θαλάσσης.

115 Φλείας δ' αὖτ' ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,
ἔνθ' ἀφνειὸς ἔναιε, Διωνύσοιο ἕκητι,
πατρὸς ἑοῦ, πηγῆισιν ἐφέστιος Ἀσωποῖο.

Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,
ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ
120 Νηληίς· τῆς δ' ἀμφὶ δύην ἐμόγησε βαρεῖαν
Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.

Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος
πευθόμεθ' Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.
Ἀλλ' ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,
125 νεῖον ἀπ' Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας,
τὴν ὁδὸν ἧι ζωὸν φέρε κάπριον ὅς ῥ' ἐνὶ βήσσηις
φέρβετο Λαμπείης Ἐρυμάνθιον ἂμ μέγα τῖφος,
τὸν μὲν ἐνὶ πρώτηισι Μυκηναίων ἀγορῆισι
δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεσείατο νώτων,
130 αὐτὸς δ' ἧι ἰότητι παρὲκ νόον Εὐρυσθῆος
ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων
πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.

Τῶι δ' ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,
Ναύπλιος. Ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο,
135 Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα
Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη
πρίν ποτ' Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα
Ναύπλιον ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίηισιν.

Ἴδμων δ' ὑστάτιος μετεκίαθεν ὅσσοι ἔναιον
140 Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν
ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.
Οὐ μὲν ὅ γ' ἦεν Ἄβαντος ἐτήτυμον· ἀλλά μιν αὐτὸς
γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδηισι
Λητοΐδης, αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν
145 οἰωνούς τ' ἀλέγειν ἠδ' ἔμπυρα σήματ' ἰδέσθαι.

Καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη
Κάστορά τ' ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων
Σπάρτηθεν. Τοὺς δ' ἥ γε δόμοις ἔνι Τυνδαρέοιο
τηλυγέτους ὠδῖνι μιῆι τέκεν· οὐδ' ἀπίθησε
150 λισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.

Οἵ τ' Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας
Ἀρήνηθεν ἔβαν, μεγάληι περιθαρσέες ἀλκῆι
ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο
ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος ἀνέρα κεῖνον
155 ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.

Σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,
πρεσβύτατος παίδων ὅσσοι Πύλωι ἐξεγένοντο
Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν
δῶκεν ἀπειρεσίην ἠδ', ὅττι κεν ἀρήσαιτο
160 μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῆι πολέμοιο.

Καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ' ἴσαν Ἀρκαδίηθεν,
οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
υἷε δύω Ἀλεοῦ. Τρίτατός γε μὲν ἕσπετ' ἰοῦσιν
Ἀγκαῖος· τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπε,
165 τῶν ἄμφω γνωτὸς προγενέστερος· ἀλλ' ὁ μὲν ἤδη
γηράσκων Ἀλεὸν λίπετ' ἂμ πόλιν ὄφρα κομίζοι,
παῖδα δ' ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσε.
Βῆ δ' ὅ γε Μαιναλίης ἄρκτου δέρος ἀμφίτομόν τε
δεξιτερῆι πάλλων πέλεκυν μέγαν· ἔντεα γάρ οἱ
170 πατροπάτωρ Ἀλεὸς μυχάτηι ἐνέκρυψε καλιῆι,
αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.

Βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
ἔμμεναι· Ἠλείοισι δ' ὅ γ' ἀνδράσιν ἐμβασίλευεν
ὄλβωι κυδιόων· μέγα δ' ἵετο Κολχίδα γαῖαν
175 αὐτόν τ' Αἰήτην ἰδέειν σημάντορα Κόλχων.

Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλην
πατροπάτωρ ἐπόλισσεν ἐπ' ὀφρύσιν Αἰγιαλοῖο.

Ταίναρον αὖτ' ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανε,
180 τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων
Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη.
Κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ' ὅσον ἄκροις
ἴχνεσι τεγγόμενος διερῆι πεφόρητο κελεύθωι.

185 Καὶ δ' ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο,
ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
νοσφισθεὶς Ἐργῖνος, ὁ δ' Ἰμβρασίης ἕδος Ἥρης
Παρθενίην Ἀγκαῖος ὑπέρβιος· ἴστορε δ' ἄμφω
ἠμὲν ναυτιλίης ἠδ' ἄρεος εὐχετόωντο.

190 Οἰνεΐδης δ' ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε. Τὸν μὲν ἄρ' Οἰνεὺς
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν,
195 ὧδ' ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
ἡρώων· τοῦ δ' οὔ τιν' ὑπέρτερον ἄλλον ὀίω
νόσφιν γ' Ἡρακλῆος ἐπελθέμεν, εἴ κ' ἔτι μοῦνον
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσι.

Καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
200 εὖ δὲ καὶ ἐν σταδίηι δεδαημένος ἀντιφέρεσθαι,
Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.

Σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,
Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·
τούνεκ' ἔην πόδα σιφλός. Ἀτὰρ δέμας οὔ κέ τις ἔτλη
205 ἠνορέην τ' ὀνόσασθαι· ὃ καὶ μεταρίθμιος ἦιεν
πᾶσιν ἀριστήεσσιν Ἰήσονι κῦδος ἀέξων.

Ἐκ δ' ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο
Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,
ἦμος ἔβη Πυθὼ δὲ θεοπροπίας ἐρεείνων
210 ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισι.

Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἱκέσθην,
οὕς ποτ' Ἐρεχθηὶς Βορέηι τέκεν Ὠρείθυια
ἐσχατιῆι Θρήικης δυσχειμέρου, Ἔνθ' ἄρα τήν γε
Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν,
215 Εἰλισσοῦ προπάροιθε χορῶι ἔνι δινεύουσαν·
καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,
λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.
Τὼ μὲν ἐπὶ κροτάφοισι ποδῶν θ' ἑκάτερθεν ἐρεμνὰς
220 σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,
χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις
κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα
κυάνεαι δονέοντο μετὰ πνοιῆισιν ἔθειραι.

Οὐδὲ μὲν οὐδ' αὐτοῖο πάις μενέαινεν Ἄκαστος
225 ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑοῖο
μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης·
ἀλλ' ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλωι.

Τόσσοι ἄρ' Αἰσονίδηι συμμήστορες ἠγερέθοντο.
Τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες
230 κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν
οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ' αἵματος εὐχετόωντο
ἔμμεναι· ὣς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ
Ἀλκιμέδη Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.

Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ' ἐτέτυκτο,
235 ὅσσα περ ἐντύνονται ἐπήρεες ἔνδοθι νῆες,
εὖτ' ἂν ἄγηι χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,
δὴ τότ' ἴσαν μετὰ νῆα δι' ἄστεος, ἔνθα περ Ἀκταὶ
κλείονται Παγασαὶ Μαγνήτιδες. Ἀμφὶ δὲ λαῶν
πληθὺς σπερχομένους ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ
240 ἀστέρες ὣς νεφέεσσι μετέπρεπον. Ὧδε δ' ἕκαστος
ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·

«Ζεῦ ἄνα, τίς Πελίαο νόος; Πόθι τόσσον ὅμιλον
ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;
Αὐτῆμάρ κε δόμους ὀλοῶι πυρὶ δηιώσειαν
245 Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξηι.
Ἀλλ' οὐ φυκτὰ κέλευθα, πόνος δ' ἄπρηκτος ἰοῦσιν.»

Ὣς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν. Αἱ δὲ γυναῖκες
πολλὰ μάλ' ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,
εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι·
250 ἄλλη δ' εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·

«Δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης
ἤλυθεν οὐδ' ἐτέλεσσας ἐπ' ἀγλαΐηι βιότοιο.
Αἴσων αὖ μέγα δή τι δυσάμμορος· ἦ τέ οἱ ἦεν
βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς
255 νειόθι γαίης κεῖτο κακῶν ἔτι νῆις ἀέθλων.
Ὡς ὄφελεν καὶ Φρίξον, ὅτ' ὤλετο παρθένος Ἕλλη,
κῦμα μέλαν κριῶι ἅμ' ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν
ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας
Ἀλκιμέδηι μετόπισθε καὶ ἄλγεα μυρία θείη.»

260 Αἱ μὲν ἄρ' ὣς ἀγόρευον ἐπὶ προμολῆισι κιόντων.

Ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τ' ἀγέροντο
μήτηρ τ' ἀμφ' αὐτὸν βεβολημένη, ὀξὺ δ' ἑκάστην
δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῶι ὑπὸ γήραι
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
265 Αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας
θαρσύνων, δμώεσσι δ' ἀρήια τεύχε' ἀείρειν
πέφραδεν, οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.
Μήτηρ δ' ὡς τὰ πρῶτ' ἐπεχεύατο πήχεε παιδί,
ὣς ἔχετο κλαίουσ' ἀδινώτερον, ἠύτε κούρη
270 οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα
μύρεται, ἧι οὐκ εἰσὶν ἔτ' ἄλλοι κηδεμονῆες,
ἀλλ' ὑπὸ μητρυιῆι βίοτον βαρὺν ἡγηλάζει·
καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξε,
τῆι δέ τ' ὀδυρομένηι δέδεται κέαρ ἔνδοθεν ἄτηι,
275 οὐδ' ἔχει ἐκφλύξαι τόσσον γόον ὅσσον ὀρεχθεῖ·
ὣς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ' ἀγκὰς ἔχουσα
Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνηισιν·

«Αἴθ' ὄφελον κεῖν' ἦμαρ, ὅτ' ἐξειπόντος ἄκουσα
δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,
280 αὐτίκ' ἀπὸ ψυχὴν μεθέμεν κηδέων τε λαθέσθαι,
ὄφρ' αὐτός με τεῆισι φίλαις ταρχύσαο χερσί,
τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
285 δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισι,
σεῖο πόθωι μινύθουσα δυσάμμορος, ὧι ἔπι πολλὴν
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ὧι ἔπι μούνωι
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον· ἔξοχα γάρ μοι
Εἰλήθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
290 Ὤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ' ὅσον, οὐδ' ἐν ὀνείρωι
ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ' ἀλύξας.»

Ὣς ἥ γε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες
ἀμφίπολοι γοάασκον ἐπισταδόν. Αὐτὰρ ὁ τήν γε
μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·

295 «Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας
ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
δάκρυσιν, ἀλλ' ἔτι κεν καὶ ἐπ' ἄλγεσιν ἄλγος ἄροιο.
Πήματα γάρ τ' ἀίδηλα θεοὶ θνητοῖσι νέμουσι,
τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης
300 τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνηισιν Ἀθήνης
ἠδὲ θεοπροπίηισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
ἔχρη, ἀτὰρ μετέπειτά γ' ἀριστήων ἐπαρωγῆι.
Ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ' ἀμφιπόλοισιν ἕκηλος
μίμνε δόμοις, μηδ' ὄρνις ἀεικελίη πέλε νηί·
305 κεῖσε δ' ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.»

Ἦ καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.

Οἷος δ' ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
Δῆλον ἀν' ἠγαθέην ἠὲ Κλάρον ἢ ὅ γε Πυθὼ
ἢ Λυκίην εὐρεῖαν ἐπὶ Ξάνθοιο ῥοῆισι·
310 τοῖος ἀνὰ πληθὺν δήμου κίεν, ὦρτο δ' ἀυτὴ
κεκλομένων ἄμυδις. Τῶι δὲ ξύμβλητο γεραιὴ
Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
καί μιν δεξιτερῆς χειρὸς κύσεν· οὐδέ τι φάσθαι
ἔμπης ἱεμένη δύνατο προθέοντος ὁμίλου,
315 ἀλλ' ἡ μὲν λίπετ' αὖθι παρακλιδόν, οἷα γεραιὴ
ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.

Αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ' ἀγυιάς,
Ἀκτὴν δ' ἵκανεν Παγασηίδα, τῆι μιν ἑταῖροι
δειδέχατ' Ἀργώιηι ἄμυδις παρὰ νηὶ μένοντες.
320 Στῆ δ' ἄρ' ἐπὶ προμολῆις· οἱ δ' ἀντίοι ἠγερέθοντο.
Ἐς δ' ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ' ἐσιδόντες
πασσυδίηι Πελίαο παρὲκ νόον ἰθύοντας·
δέρμα δ' ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ' ὤμοις
325 Ἄργος Ἀρεστορίδης λάχνηι μέλαν, αὐτὰρ ὁ καλὴν
δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
Ἀλλ' ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
ἔσχετο, τοὺς δ' ἀγορήν δὲ συνεδριάασθαι ἄνωγεν.
Αὐτοῦ δ' ἰλλομένοις ἐπὶ λαίφεσιν ἠδὲ καὶ ἱστῶι
330 κεκλιμένωι μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
Τοῖσιν δ' Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·

«Ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικε,
πάντα γὰρ εὖ κατὰ κόσμον ἐπαρτέα κεῖται ἰοῦσι·
τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
335 ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.
Ἀλλά, φίλοι, ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,
ξυναὶ δ' ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι,
τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
ὄρχαμον ἡμείων, ὧι κεν τὰ ἕκαστα μέλοιτο,
340 νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.»

Ὣς φάτο. Πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα
ἥμενον ἐν μέσσοισι, μιῆι δέ ἑ πάντες ἀυτῆι
σημαίνειν ἐπέτελλον· ὁ δ' αὐτόθεν ἔνθα περ ἧστο
δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·

345 «Μή τις ἐμοὶ τόδε κῦδος ὀπαζέτω· οὐ γὰρ ἔγωγε
πείσομαι ὥσ τε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.
Αὐτὸς ὅ τις ξυνάγειρε καὶ ἀρχεύοι ὁμάδοιο.»

Ἦ ῥα μέγα φρονέων· ἐπὶ δ' ἤινεον ὡς ἐκέλευεν
Ἡρακλέης. Ἀνὰ δ' αὐτὸς ἀρήιος ὤρνυτ' Ἰήσων
350 γηθόσυνος καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·

«Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,
μηκέτ' ἔπειθ', ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.
Νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσι
δαῖτ' ἐντυνώμεσθα παρασχεδόν. Ὄφρα δ' ἴασι
355 δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλε
δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,
τόφρα κε νῆ' ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα
ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.
Τείως δ' αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο
360 θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο
σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.»

Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ'. Οἱ δ' ἐπανέσταν
πειθόμενοι· ἀπὸ δ' εἵματ' ἐπήτριμα νηήσαντο
365 λείωι ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
Νῆα δ' ἐπικρατέως Ἄργου ὑποθημοσύνηισιν
ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλωι
τεινάμενοι ἑκάτερθεν, ἵν' εὖ ἀραροίατο γόμφοις
370 δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.
Σκάπτον δ' αἶψα κατ' εὖρος ὅσον περιβάλλετο χῶρος
ἠδὲ κατὰ πρώειραν ἔσω ἁλὸς ὁσσάτιόν περ
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν·
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
375 στείρης, Ἐν δ' ὁλκῶι ξεστὰς στορέσαντο φάλαγγας·
τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτηισι φάλαγξιν,
ὥς κεν ὀλισθαίνουσα δι' αὐτάων φορέοιτο.
Ὕψι δ' ἄρ' ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν·
380 τῶν δ' ἐναμοιβαδὶς αὐτοὶ ἐπέσταθεν ἀμφοτέρωθεν,
στέρνα θ' ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. Ἐν δ' ἄρα Τῖφυς
βήσαθ', ἵν' ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι.
Κεκλόμενος δ' ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον
ὧι κράτει βρίσαντε μιῆι στυφέλιξαν ἐρωῆι
385 νειόθεν ἐξ ἕδρης. Ἐπὶ δ' ἐρρώσαντο πόδεσσι
προπροβιαζόμενοι· ἡ δ' ἕσπετο Πηλιὰς Ἀργὼ
ῥίμφα μάλ', οἱ δ' ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.
Αἱ δ' ἄρ' ὑπὸ τρόπιδι στιβαρῆι στενάχοντο φάλαγγες
τριβόμεναι, περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς
390 βριθοσύνηι. Κατόλισθε δ' ἔσω ἁλός· οἱ δέ μιν αὖθι
ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.
Σκαλμοῖς δ' ἀμφὶς ἐρετμὰ κατήρτυον, ἐν δέ οἱ ἱστὸν
λαίφεά τ' εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,
395 κληῖδας μὲν πρῶτα πάλωι διεμοιρήσαντο,
ἄνδρ' ἐντυναμένω δοιὼ μίαν. Ἐκ δ' ἄρα μέσσην
ἥιρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων
Ἀγκαίωι, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιε·
τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο
400 αὔτως, οὔτι πάλωι. Ἐπὶ δ' ἔτρεπον αἰνήσαντες
Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

Ἔνθεν δ' αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες,
νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,
Ἀκτίου Ἐμβασίοιό τ' ἐπώνυμον· ὦκα δέ τοί γε
405 φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.
Τείως δ' αὖτ' ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες
βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ' ἐρύσαντο
κουρότεροι ἑτάρων βωμοῦ σχεδόν, οἱ δ' ἄρ' ἔπειτα
χέρνιβά τ' οὐλοχύτας τε παρέσχεθον. Αὐτὰρ Ἰήσων
410 εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·

«Κλῦθι, ἄναξ Παγασάς τε πόλιν τ' Αἰσωνίδα ναίων
ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης
Πυθοῖ χρειομένωι ἄνυσιν καὶ πείραθ' ὁδοῖο
σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·
415 αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις
κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. Σοὶ δ' ἂν ὀπίσσω
τόσσων ὅσσοι κεν νοστήσομεν ἀγλαὰ ταύρων
ἱρὰ πάλιν βωμῶι ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ,
ἄλλα δ' ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.
420 Νῦν δ' ἴθι, καὶ τήνδ' ἧμιν, Ἑκηβόλε, δέξο θυηλὴν
ἥν τοι τῆσδ' ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς
πρωτίστην· λύσαιμι δ', ἄναξ, ἐπ' ἀπήμονι μοίρηι
πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ' ἀήτης
μείλιχος, ὧι κ' ἐπὶ πόντον ἐλευσόμεθ' εὐδιόωντες.»

425 Ἦ καὶ ἅμ' εὐχωλῆι προχύτας βάλε. Τὼ δ' ἐπὶ βουσὶ
ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος Ἡρακλέης τε.
Ἤτοι ὁ μὲν ῥοπάλωι μέσσον κάρη ἀμφὶ μέτωπα
πλῆξεν, ὁ δ' ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίηι·
Ἀγκαῖος δ' ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας
430 χαλκείωι πελέκει κρατεροὺς διέκερσε τένοντας,
ἤριπε δ' ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.
Τοὺς δ' ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,
κόπτον δαίτρευόν τε καὶ ἱερὰ μῆρ' ἐτάμοντο·
κὰδ δ' ἄμυδις τά γε πάντα καλύψαντες πύκα δημῶι
435 καῖον ἐπὶ σχίζηισιν· ὁ δ' ἀκρήτους χέε λοιβὰς
Αἰσονίδης. Γήθει δὲ σέλας θηεύμενος Ἴδμων
πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν
πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·
αἶψα δ' ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·

440 «Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι
ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ' ἐνὶ μέσσωι
κεῖσέ τε δεῦρο τ' ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
Αὐτὰρ ἐμοὶ θανέειν στυγερῆι ὑπὸ δαίμονος αἴσηι
τηλόθι που πέπρωται ἐπ' Ἀσίδος ἠπείροιο.
445 Ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσι
πότμον ἐμὸν, πάτρης ἐξήιον, ὄφρ' ἐπιβαίην
νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.»

Ὣς ἄρ' ἔφη· κοῦροι δὲ θεοπροπίας ἀίοντες
νόστωι μὲν γήθησαν, ἄχος δ' ἕλεν Ἴδμονος αἴσηι.

450 Ἦμος δ' ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,
αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,
δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,
τῆμος ἄρ' ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν
φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο
455 κέκλινθ' ἑξείης· παρὰ δέ σφισι μυρί' ἔκειτο
εἴδατα καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόηισιν
οἰνοχόων. Μετέπειτα δ' ἀμοιβαδὶς ἀλλήλοισι
μυθεῦνθ' οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνωι
τερπνῶς ἑψιόωνται, ὅτ' ἄατος ὕβρις ἀπείη.
460 Ἔνθ' αὖτ' Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῶι
πορφύρεσκεν ἕκαστα, κατηφιόωντι ἐοικώς·
τὸν δ' ἄρ' ὑποφρασθεὶς μεγάληι ὀπὶ νείκεσεν Ἴδας·

«Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;
Αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. Ἦέ σε δαμνᾶι
465 τάρβος ἐπιπλόμενον, τό τ' ἀνάλκιδας ἄνδρας ἀτύζει;
Ἴστω νῦν δόρυ θοῦρον, ὅτωι περιώσιον ἄλλων
κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μ' ὀφέλλει
Ζεὺς τόσον ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα
λοίγιον ἔσσεσθαι μηδ' ἀκράαντον ἄεθλον
470 Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόωιτο·
τοῖόν μ' Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.»

Ἦ καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρηισι
πῖνε χαλίκρητον λαρὸν μέθυ, δεύετο δ' οἴνωι
χείλεα κυάνεαί τε γενειάδες. Οἱ δ' ὁμάδησαν
475 πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσε·

«Δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῶι,
ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ
οἰδάνει ἐν στήθεσσι, θεοὺς δ' ἀνέηκεν ἀτίζειν;
Ἄλλοι μῦθοι ἔασι παρήγοροι οἷσί περ ἀνὴρ
480 θαρσύνοι ἕταρον· σὺ δ' ἀτάσθαλα πάμπαν ἔειπας.
Τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν
υἷας Ἀλωιάδας, οἷς οὐδ' ὅσον ἰσοφαρίζεις
ἠνορέην, ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς
ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.»

485 Ὣς ἔφατ'· ἐκ δ' ἐγέλασσεν ἄδήν Ἀφαρήιος Ἴδας
καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·

«Ἄγρει νυν τόδε σῆισι θεοπροπίηισιν ἐνίσπες,
εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον
οἷον Ἀλωιάδηισι πατὴρ τεὸς ἐγγυάλιξε.
490 Φράζεο δ' ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,
χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλώιης.»

Χώετ' ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,
εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι
αὐτός τ' Αἰσονίδης κατερήτυεν. Ἂν δὲ καὶ Ὀρφεὺς
495 λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

Ἤειδεν δ' ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,
τὸ πρὶν ἐπ' ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι,
νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·
ἠδ' ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
500 ἄστρα σεληναίης τε καὶ ἠελίοιο κέλευθοι·
οὔρεά θ' ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
αὐτῆισιν Νύμφηισι καὶ ἑρπετὰ πάντ' ἐγένοντο.
Ἤειδεν δ' ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
505 ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς,
ἡ δὲ Ῥέηι, ἔπεσον δ' ἐνὶ κύμασιν Ὠκεανοῖο·
οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,
Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔ πω
510 γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι
βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

Ἦ· καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίηι σχέθεν αὐδῆι,
τοὶ δ' ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα
πάντες ὁμῶς ὀρθοῖσιν ἐπ' οὔασιν ἠρεμέοντες
515 κηληθμῶι, τοῖόν σφιν ἐνέλλιπε θελκτὺν ἀοιδῆς.
Οὐδ' ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,
ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσηισι χέοντο
αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.

Αὐτὰρ ὅτ' αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς
520 Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ' ἀνέμοιο
εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
δὴ τότ' ἀνέγρετο Τῖφυς· ἄφαρ δ' ὀρόθυνεν ἑταίρους
βαινέμεναί τ' ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.
Σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ
525 Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι·
ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ' ἀνὰ μέσσην
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
Οἱ δ' ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν, ὧι ἐνὶ χώρωι
530 εὐκόσμως σφετέροισι παρ' ἔντεσιν ἑδριόωντο.
Μέσσωι δ' Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος
ἵζανον, ἄγχι δέ οἱ ῥόπαλον θέτο· καί οἱ ἔνερθε
ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. Εἵλκετο δ' ἤδη
πείσματα καὶ μέθυ λεῖβον ὕπερθ' ἁλός· αὐτὰρ Ἰήσων
535 δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ' ἔνεικεν.

Οἱ δ', ὥς ἠίθεοι Φοίβωι χορὸν ἢ ἐνὶ Πυθοῖ
ἤι που ἐν Ὀρτυγίηι ἢ ἐφ' ὕδασιν Ἰσμηνοῖο
στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῆι
ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·
540 ὣς οἱ ὑπ' Ὀρφῆος κιθάρηι πέπληγον ἐρετμοῖς
πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο.
Ἀφρῶι δ' ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη
δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.
Στράπτε δ' ὑπ' ἠελίωι φλογὶ εἴκελα νηὸς ἰούσης
545 τεύχεα· μακραὶ δ' αἰὲν ἐλευκαίνοντο κέλευθοι,
ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.

Πάντες δ' οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνωι
νῆα καὶ ἡμιθέων ἀνδρῶν γένος, οἳ τότ' ἄριστοι
πόντον ἐπιπλώεσκον. Ἐπ' ἀκροτάτηισι δὲ Νύμφαι
550 Πηλιάδες κορυφῆισιν ἐθάμβεον εἰσορόωσαι
ἔργον Ἀθηναίης Ἰτωνίδος ἠδὲ καὶ αὐτοὺς
ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.
Αὐτὰρ ὅ γ' ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
Χείρων Φιλλυρίδης, πολιῆι δ' ἐπὶ κύματος ἀγῆι
555 τέγγε πόδας, καὶ πολλὰ βαρείηι χειρὶ κελεύων
νόστον ἐπευφήμησεν ἀπηρέα νισομένοισι·
σὺν καί οἱ παράκοιτις, ἐπωλένιον φορέουσα
Πηλεΐδην Ἀχιλῆα, φίλωι δειδίσκετο πατρί.

Οἱ δ' ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
560 φραδμοσύνηι μήτι τε δαΐφρονος Ἁγνιάδαο
Τίφυος, ὅς ῥ' ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως
πηδάλι' ἀμφιέπεσκ', ὄφρ' ἔμπεδον ἐξιθύνοι,
δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμηι,
δῆσαν δὲ προτόνοισι τανυσσάμενοι ἑκάτερθεν,
565 Κὰδ δ' αὐτοῦ λίνα χεῦον, ἐπ' ἠλακάτην ἐρύσαντες·
ἐν δὲ λιγὺς πέσεν οὖρος. Ἐπ' ἰκριόφιν δὲ κάλωας
ξεστῆισιν περόνηισι διακριδὸν ἀμφιβαλόντες
Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.
Τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῆι
570 Οἰάγροιο πάις Νηοσσόον εὐπατέρειαν
Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκε
ῥυομένη καὶ γαῖαν Ἰωλκίδα. Τοὶ δὲ βαθείης
ἰχθύες ἀίσσοντες ὑπὲξ ἁλός, ἄμμιγα παύροις
ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.
575 Ὡς δ' ὁπότ' ἀγραύλοιο κατ' ἴχνια σημαντῆρος
μυρία μῆλ' ἐφέπονται ἄδην κεκορημένα ποίης
εἰς αὖλιν, ὁ δέ τ' εἶσι πάρος, σύριγγι λιγείηι
καλὰ μελιζόμενος νόμιον μέλος· ὣς ἄρα τοί γε
ὡμάρτευν· τὴν δ' αἰὲν ἐπασσύτερος φέρεν οὖρος.

580 Αὐτίκα δ' ἠερίη πολυλήιος αἶα Πελασγῶν
δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας
αἰὲν ἐπιπροθέοντες, ἔδυνε δὲ Σηπιὰς ἄκρη·
φαίνετο δ' εἰναλίη Σκίαθος, φαίνοντο δ' ἄπωθεν
Πειρεσιαὶ Μάγνησσά θ' ὑπεύδιος ἠπείροιο
585 ἀκτὴ καὶ τύμβος Δολοπήιος. Ἔνθ' ἄρα τοί γε
ἑσπέριοι ἀνέμοιο παλιμπνοίηισιν ἔκελσαν·
καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων
κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ' ἀκταῖς
ἤματ' ἐλινύεσκον. Ἀτὰρ τριτάτωι προέηκαν
590 νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.
Τὴν δ' ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.

Ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν,
ἀκτήν τ' αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.
Ἠῶθεν δ' Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες
595 πόντωι κεκλιμένην παρεμέτρεον· οὐδ' ἔτι δηρὸν
μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.
Κεῖθεν δ' Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας
Ὄσσης Οὐλύμποιό τ' ἐσέδρακον· αὐτὰρ ἔπειτα
κλείτεα Παλλήναια Καναστραίην ὑπὲρ ἄκρην
600 ἤνυσαν ἐννύχιοι, πνοιῆι ἀνέμοιο θέοντες.
Ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη
Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν
ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,
ἀκροτάτηι κορυφῆι σκιάει, καὶ ἐσάχρι Μυρίνης.
605 Τοῖσιν δ' αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος
πάγχυ μάλ' ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.
Αὐτὰρ ἅμ' ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος
εἰρεσίηι κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.

Ἔνθ' ἄμυδις πᾶς δῆμος ὑπερβασίηισι γυναικῶν
610 νηλειῶς δέδμητο παροιχομένωι λυκάβαντι.
Δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
ἀνέρες ἐχθήραντες· ἔχον δ' ἐπὶ ληιάδεσσι
τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
Θρηικίην δηιοῦντες, ἐπεὶ χόλος αἰνὸς ὄπαζε
615 Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.
Ὦ μέλεαι, ζήλοιό τ' ἐπισμυγερῶς ἀκόρητοι,
οὐκ οἶον σὺν τῆισιν ἑοὺς ἔρραισαν ἀκοίτας
ἀμφ' εὐνῆι, πᾶν δ' ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
μή τινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
620 Οἴη δ' ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς
Ὑψιπύλεια Θόαντος ὃ δὴ κατὰ δῆμον ἄνασσε·
λάρνακι δ' ἐν κοίληι μιν ὕπερθ' ἁλὸς ἧκε φέρεσθαι,
αἴ κε φύγηι. Καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
625 νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι
Νηιὰς Οἰνοίη Νύμφη τέκεν εὐνηθεῖσα.
Τῆισι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
τεύχεα πυροφόρους τε διατμήξασθαι ἀρούρας
ῥηίτερον πάσηισιν Ἀθηναίης πέλεν ἔργων,
630 οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. Ἀλλὰ γὰρ ἔμπης
ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
δείματι λευγαλέωι, ὁπότε Θρήικες ἴασιν.

Τῶ καὶ ὅτ' ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
αὐτίκα πασσυδίηι πυλέων ἔκτοσθε Μυρίνης
635 δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,
Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
Θρήικας. Ἡ δ' ἅμα τῆισι Θοαντιὰς Ὑψιπύλεια
δῦν' ἐνὶ τεύχεσι πατρός. Ἀμηχανίηι δ' ἐχέοντο
ἄφθογγοι, τοῖόν σφιν ἐπὶ δέος ἠιωρεῖτο.

640 Τείως δ' αὖτ' ἐκ νηὸς ἀριστῆες προέηκαν
Αἰθαλίδην κήρυκα θοόν, τῶι πέρ τε μέλεσθαι
ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο
σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
ἄφθιτον. Οὐδ' ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
645 δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·
ἀλλ' ἥ γ' ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
ἄλλοθ' ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ' ἐς αὐγὰς
ἠελίου ζωοῖσι μετ' ἀνδράσιν. Ἀλλὰ τί μύθους
Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
650 Ὅς ῥα τόθ' Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας
ἤματος ἀνομένοιο διὰ κνέφας. Οὐδὲ μὲν ἠοῖ
πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῆι Βορέαο.

Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
655 Καί ῥ' ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,
αὐτίκ' ἄρ' ἥ γ' ἐνὶ τῆισιν ἐποτρύνουσ' ἀγόρευεν·

«Ὦ φίλαι, εἰ δ' ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
ἀνδράσιν, οἷά τ' ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
ἤια καὶ μέθυ λαρόν, ἵν' ἔμπεδον ἔκτοθι πύργων
660 μίμνοιεν, μηδ' ἄμμε κατὰ χρειὼ μεθέποντες
ἀτρεκέως γνώωσι, κακὴ δ' ἐπὶ πολλὸν ἵκηται
βάξις, ἐπεὶ μέγα ἔργον ἐρέξαμεν· οὐδέ τι πάμπαν
θυμηδὲς καὶ τοῖσι τό γ' ἔσσεται, εἴ κε δαεῖεν.
Ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
665 ὑμέων δ' εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρο κάλεσσα.»

Ὣς ἄρ' ἔφη καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
λάινον. Αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,
γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσι,
670 βάκτρωι ἐρειδομένη, περὶ δὲ μενέαιν' ἀγορεῦσαι·
τῆι καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
ἀδμῆτες, λευκῆισιν ἐπιχνοαούσαι ἐθείραις.
Στῆ δ' ἄρ' ἐνὶ μέσσηι ἀγορῆι, ἀνὰ δ' ἔσχεθε δειρὴν
ἦκα μόλις κυφοῖο μεταφρένου ὧδέ τ' ἔειπε·

675 «Δῶρα μέν, ὡς αὐτῆι περ ἐφανδάνει Ὑψιπυλείηι,
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
῎Υμμι γε μὴν τίς μῆτις ἐπαυρέσθαι βιότοιο,
αἴ κεν ἐπιβρίσηι Θρῆιξ στρατὸς ἠέ τις ἄλλος
δυσμενέων, ἅ τε πολλὰ μετ' ἀνθρώποισι πέλονται,
680 ὡς καὶ νῦν ὅδ' ὅμιλος ἀνωίστως ἐφίκανεν;
Εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ' ὀπίσσω
μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει.
Εὖτ' ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθουσι γυναῖκες,
κουρότεραι δ' ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε,
685 πῶς τῆμος βώσεσθε, δυσάμμοροι; Ἦε βαθείαις
αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις
γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;
Ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασι
690 Κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη
γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσα
αὔτως ἣ θέμις ἐστί, πάρος κακότητι πελάσσαι.
Ὁπλοτέρηισι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα·
νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστ' ἀλεωρή,
695 εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν
ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.»

Ὣς ἔφατ'· ἐν δ' ἀγορὴ πλῆτο θρόου· εὔαδε γάρ σφι
μῦθος. Ἀτὰρ μετὰ τήν γε παρασχεδὸν αὖτις ἀνῶρτο
Ὑψιπύλη καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·

700 «Εἰ μὲν δὴ πάσηισιν ἐφανδάνει ἥδε μενοινή,
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.»

Ἦ ῥα καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·

«Ὄρσο μοι, Ἰφινόη, τοῦδ' ἀνέρος ἀντιόωσα
ἡμέτερον δὲ μολεῖν ὅς τις στόλου ἡγεμονεύει,
705 ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·
καὶ δ' αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ' ἐθέλωσι,
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.»

Ἦ καὶ ἔλυσ' ἀγορήν· μετὰ δ' εἰς ἑὸν ὦρτο νέεσθαι.
Ὣς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ'. Οἱ δ' ἐρέεινον
710 χρεῖος ὅ τι φρονέουσα μετήλυθεν· ὦκα δὲ τούς γε
πασσυδίηι μύθοισι προσέννεπεν ἐξερέοντας·

«Κούρη τοί μ' ἐφέηκε Θοαντιὰς ἐνθάδ' ἰοῦσαν
Ὑψιπύλη καλέειν νηὸς πρόμον ὅς τις ὄρωρεν,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμηδὲς ἐνίσπηι·
715 καὶ δ' αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ' ἐθέλητε,
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.»

Ὣς ἄρ' ἔφη, πάντεσσι δ' ἐναίσιμος ἥνδανε μῦθος·
Υψιπύλην δ' εἴσαντο καταφθιμένοιο Θόαντος
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν. Ὦκα δὲ τόν γε
720 πέμπον ἴμεν, καὶ δ' αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

Αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι, θεᾶς Ἰτωνίδος ἔργον,
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσε
Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
725 Τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα
ὄσσε βάλοις ἢ κεῖνο μεταβλέψειας ἔρευθος·
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο,
ἄκρα δὲ πορφυρέη πάντηι πέλεν. Ἐν δ' ἄρ' ἑκάστωι
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.

730 Ἐν μὲν ἔσαν Κύκλωπες ἐπ' ἀφθίτωι ἥμενοι ἔργωι
Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη
παμφαίνων ἐτέτυκτο, μιῆς δ' ἔτι δεύετο μοῦνον
ἀκτῖνος, τὴν οἵ γε σιδηρείηις ἐλάασκον
σφύρηισιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.

735 Ἐν δ' ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,
Ἀμφίων καὶ Ζῆθος. Ἀπύργωτος δ' ἔτι Θήβη
κεῖτο πέλας, τῆς οἵ γε νέον βάλλοντο δομαίους
ἱέμενοι· Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
740 Ἀμφίων δ' ἐπί οἱ χρυσέηι φόρμιγγι λιγαίνων
ἤιε, δὶς τόσση δὲ μετ' ἴχνια νίσετο πέτρη.

Ἑξείης δ' ἤσκητο βαθυπλόκαμος Κυθέρεια
Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
745 νέρθε παρὲκ μαζοῖο· τὸ δ' ἀντίον ἀτρεκὲς αὔτως
χαλκείηι δείκηλον ἐν ἀσπίδι φαίνετ' ἰδέσθαι.

Ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶ
Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος,
οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵ γ' ἐθέλοντες ἀμέρσαι,
750 ληισταὶ Τάφιοι· τῶν δ' αἵματι δεύετο λειμὼν
ἑρσήεις, πολέες δ' ὀλίγους βιόωντο νομῆας.

Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
Καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια.
755 Τοῦ δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους·
σὺν τῶι δ' Οἰνόμαος, προτενὲς δόρυ χειρὶ μεμαρπώς,
ἄξονος ἐν πλήμνηισι παρακλιδὸν ἀγνυμένοιο
πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.

Ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
760 βούπαις, οὔ πω πολλός, ἑὴν ἐρύοντα καλύπτρης
μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ' ἔτεκέν γε
δῖ' Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.

Ἐν καὶ Φρίξος ἔην Μινυήιος, ὡς ἐτεόν περ
εἰσαΐων κριοῦ, ὁ δ' ἄρ' ἐξενέποντι ἐοικώς.
765 Κείνους κ' εἰσορόων ἀκέοις ψεύδοιό τε θυμόν,
ἐλπόμενος πυκινήν τιν' ἀπὸ σφείων ἐσακοῦσαι
βάξιν, ὅτευ καὶ δηρὸν ἐπ' ἐλπίδι θηήσαιο.

Τοῖ' ἄρα δῶρα θεᾶς Ἰτωνίδος ἦεν Ἀθήνης.
Δεξιτερῆι δ' ἕλεν ἔγχος ἑκηβόλον· ὅ ῥ' Ἀταλάντη
770 Μαινάλωι ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξε,
πρόφρων ἀντομένη· πέρι γὰρ μενέαινεν ἕπεσθαι
τὴν ὁδόν. Ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
δεῖσε δ' ἀργαλέας ἔριδας φιλότητος ἕκητι.

Βῆ δ' ἴμεναι προτὶ ἄστυ, φαεινῶι ἀστέρι ἶσος,
775 ὅν ῥά τε νηγατέηισιν ἐεργόμεναι καλύβηισι
νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
καί σφισι κυανέοιο δι' ἠέρος ὄμματα θέλγει
καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
παρθένος ἱμείρουσα μετ' ἀλλοδαποῖσιν ἐόντος
780 ἀνδράσιν, ὧι καί μιν μνηστὴν κομέουσι τοκῆες·
τῶι ἴκελος προπόλοιο κατὰ στίβον ἤιεν ἥρως.
Καί ῥ' ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες
γηθόσυναι ξείνωι· ὁ δ' ἐπὶ χθονὸς ὄμματ' ἐρείσας
785 νίσετ' ἀπηλεγέως, ὄφρ' ἀγλαὰ δώμαθ' ἵκανεν
Ὑψιπύλης. Ἄνεσαν δὲ θύρας προφανέντι θεράπναι
δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν·
ἔνθα μιν Ἰφινόη κλισμῶι ἔνι παμφανόωντι
ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα
790 ἀντία δεσποίνης. Ἡ δ' ἐγκλιδὸν ὄσσε βαλοῦσα
παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόν γε
αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισι·

«Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
ἧσθ' αὔτως, ἐπεὶ οὐ μὲν ὑπ' ἀνδράσι ναίεται ἄστυ,
795 ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο
πυροφόρους ἀρόωσι γύας; Κακότητα δὲ πᾶσαν
ἐξερέω νημερτές, ἵν' εὖ γνοίητε καὶ αὐτοί.
Εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευε,
τηνίκα Θρηικίην οἵ τ' ἀντία ναιετάουσι
800 δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους
ἐκ νηῶν, αὐτῆισι δ' ἀπείρονα ληίδα κούραις
δεῦρ' ἄγον. Οὐλομένης δὲ θεᾶς πορσύνετο μῆνις
Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην·
δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον ἔκ τε μελάθρων
805 ἧι ματίηι εἴξαντες ἀπεσσεύοντο γυναῖκας,
αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
σχέτλιοι. Ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ' αὖτις
ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
πῆμα κακὸν προύβαινεν. Ἀτιμάζοντο δὲ τέκνα
810 γνήσι' ἐνὶ μεγάροις, σκοτίη δ' ἀνέτελλε γενέθλη·
αὔτως δ' ἀδμῆτές τε κόραι χῆραί τ' ἐπὶ τῆισι
μητέρες ἂμ πτολίεθρον ἀτημελέως ἀλάληντο.
Οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόωιτο
815 μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ' ἀπὸ μητρὸς
λώβην ὡς τὸ πάροιθεν ἀεικέα παῖδες ἄμυνον,
οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῶι.
Ἀλλ' οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
ἔν τε χοροῖς ἀγορῆι τε καὶ εἰλαπίνηισι μέλοντο,
820 εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος
ἂψ ἀναερχομένους Θρηικῶν ἄπο μηκέτι πύργοις
δέχθαι, ἵν' ἢ φρονέοιεν ἅ περ θέμις ἠέ πηι ἄλληι
αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
Οἱ δ' ἄρα θεσσάμενοι παίδων γένος ὅσσον ἔλειπτο
825 ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν ἔνθ' ἔτι νῦν περ
Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσι.
Τῶ ὑμεῖς στρωφᾶσθ' ἐπιδήμιοι. Εἰ δέ κεν αὖθι
ναιετάειν ἐθέλοις καί τοι ἅδοι, ἦ τ' ἂν ἔπειτα
πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας. Οὐδέ σ' ὀίω
830 γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων
νήσων Αἰγαίηι ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
Ἀλλ' ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
μύθους ἡμετέρους, μηδ' ἔκτοθι μίμνε πόληος.»

Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος οἷον ἐτύχθη
835 ἀνδράσιν· αὐτὰρ ὁ τήν γε παραβλήδην προσέειπεν·

«Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις·
εἶμι δ' ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτ' ἂν ἕκαστα
ἐξείπω κατὰ κόσμον. Ἀνακτορίη δὲ μελέσθω
840 σοί γ' αὐτῆι καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.»

Ἦ καὶ δεξιτερῆς χειρὸς θίγεν. Αἶψα δ' ὀπίσσω
βῆ ῥ' ἴμεν· ἀμφὶ δὲ τόν γε νεήνιδες ἄλλοθεν ἄλλαι
μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
845 ἐξέμολεν. Μετέπειτα δ' ἐυτροχάλοισιν ἀμάξαις
ἀκτὴν εἰσανέβαν ξεινήια πολλὰ φέρουσαι,
μῦθον ὅτ' ἤδη πάντα διηνεκέως ἀγόρευσε
τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια.
Καὶ δ' αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ' ἄγεσκον
850 ῥηιδίως· Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν
Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
Ἔνθ' ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο
Αἰσονίδης· οἱ δ' ἄλλοι, ὅπηι καὶ ἔκυρσαν ἕκαστος,
855 Ἡρακλῆος ἄνευθεν· ὁ γὰρ παρὰ νηὶ λέλειπτο
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
Αὐτίκα δ' ἄστυ χοροῖσι καὶ εἰλαπίνηισι γεγήθει
καπνῶι κνισήεντι περίπλεον· ἔξοχα δ' ἄλλων
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
860 Κύπριν ἀοιδῆισιν θυέεσσί τε μειλίσσοντο.

Ἀμβολίη δ' εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
ναυτιλίης· δηρὸν δ' ἂν ἐλίνυον αὖθι μένοντες,
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπε·

865 «Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ' ἀποέργει
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδ' ἔβημεν
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; Αὖθι δ' ἕαδε
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
Οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείηισι γυναιξὶν
870 ἐσσόμεθ' ὧδ' ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
Ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δ' ἐνὶ λέκτροις
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
παισὶν ἐσανδρώσηι μεγάλη τέ ἑ βάξις ἵκηται.»

875 Ὣς νείκεσσεν ὅμιλον· ἐναντία δ' οὔ νύ τις ἔτλη
ὄμματ' ἀνασχεθέειν οὐδὲ προτιμυθήσασθαι·
ἀλλ' αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
σπερχόμενοι. Ταὶ δέ σφιν ἐπέδραμον, εὖτ' ἐδάησαν.
Ὡς δ' ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
880 πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταί γε
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο
χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
885 εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.
Ὣς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·

«Νίσεο, καί σε θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
890 αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. Ἥδε δὲ νῆσος
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
δή ποτε νοστήσας ἐθέληις ἄψορρον ἱκέσθαι·
ῥηιδίως δ' ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
ἄλλων ἐκ πολίων. Ἀλλ' οὐ σύ γε τήνδε μενοινὴν
895 σχήσεις, οὔτ' αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.
Μνώεο μήν, ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη,
Ὑψιπύλης· λίπε δ' ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.»

Τὴν δ' αὖτ' Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
900 «Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο
ἐκ μακάρων· τύνη δ' ἐμέθεν πέρι θυμὸν ἀρείω
ἴσχαν', ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
Εἰ δ' οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
905 τηλοῦ ἀναπλώοντι, σὺ δ' ἄρσενα παῖδα τέκηαι,
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
πατρί τ' ἐμῶι καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούς γε
τέτμηι ἔτι ζώοντας, ἵν' ἄνδιχα τοῖο ἄνακτος
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.»

910 Ἦ καὶ ἔβαιν' ἐπὶ νῆα παροίτατος· ὣς δὲ καὶ ἄλλοι
βαῖνον ἀριστῆες. Λάζοντο δὲ χερσὶν έρετμὰ
ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. Ἔνθ' ἄρα τοί γε
κόπτον ὕδωρ δολιχῆισιν ἐπικρατέως ἐλάτηισιν.
915 Ἑσπέριοι δ' Ὀρφῆος ἐφημοσύνηισιν ἔκελσαν
νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
ἀρρήτους ἀγανῆισι τελεσφορίηισι θέμιστας
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
Τῶν μὲν ἔτ' οὐ προτέρω μυθήσομαι, ἀλλὰ καὶ αὐτὴ
920 νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα
δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.

Κεῖθεν δ' εἰρεσίηι Μέλανος διὰ βένθεα Πόντου
ἱέμενοι, τῆι μὲν Θρηικῶν χθόνα, τῆι δὲ περαίην
Ἴμβρον ἔχον καθύπερθε. Νέον γε μὲν ἠελίοιο
925 δυομένου Χέρνησον ἐπὶ προύχουσαν ἵκοντο.
Ἔνθα σφιν λαιψηρὸς ἄη Νότος, ἱστία δ' οὔρωι
στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα
εἰσέβαλον. Πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
ἦρι, τὸ δ' ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς
930 μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.
Δαρδανίην δὲ λιπόντες ἐπιποοσέβαλλον Ἀβύδωι,
Περκώτην δ' ἐπὶ τῆι καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.
Καὶ δὴ τοί γ' ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης
935 δίνηι πορφύροντα διήνυσαν Ἑλλήσποντον.

Ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος,
τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο
εἰς ἅλα κεκλιμένη ὅσσον τ' ἐπιμύρεται ἰσθμὸς,
χέρσωι ἔπι πρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταὶ
940 ἀμφίδυμοι· κεῖται δ' ὑπὲρ ὕδατος Αἰσήποιο·
Ἄρκτων μιν καλέουσιν Ὄρος περιναιετάοντες.
Καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσι
Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι·
ἓξ γὰρ ἑκάστωι χεῖρες ὑπέρβιοι ἠερέθοντο,
945 αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ' ὑπένερθεν
τέσσαρες αἰνοτάτηισιν ἐπὶ πλευρῆις ἀραρυῖαι.
Ἰσθμὸν δ' αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
ἀνέρες· ἐν δ' ἥρως Αἰνήιος υἱὸς ἄνασσε
Κύζικος ὃν κούρη δίου τέκεν Εὐσώροιο
950 Αἰνήτη. Τοὺς δ' οὔ τι, καὶ ἔκπαγλοί περ ἐόντες,
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῆι·
τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.

Ἔνθ' Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισι
Θρηικίοις· Καλὸς δὲ Λιμὴν ὑπέδεκτο θέουσαν.
955 Κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες
Τίφυος ἐννεσίηισιν ὑπὸ κρήνηι ἐλίποντο,
κρήνηι ὑπ' Ἀρτακίηι· ἕτερον δ' ἔλον, ὅστις ἀρήρει,
βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
960 ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.

Τοὺς δ' ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
Κύζικος ἀντήσαντες, ὅτε στόλον ἠδὲ γενέθλην
ἔκλυον οἵ τινες εἶεν, ἐυξείνως ἀρέσαντο·
καί σφεας εἰρεσίηι πέπιθον προτέρωσε κιόντας
965 ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι.
Ἔνθ' οἵ γ' Ἐκβασίωι βωμὸν θέσαν Ἀπόλλωνι
εἱσάμενοι παρὰ θῖνα θυηπολίης τ' ἐμελοντο.
Δῶκεν δ' αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν
μῆλά θ' ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτ' ἂν ἵκωνται
970 ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόν γε
μείλιχον ἀντιάαν μηδὲ πτολέμοιο μέλεσθαι.
Ἁρμοῖ που κἀκείνωι ἐπισταχύεσκον ἴουλοι·
οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο,
ἀλλ' ἔτι οἱ κατὰ δώματ' ἀκήρατος ἦεν ἄκοιτις
975 ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,
Κλείτη ἐυπλόκαμος. Τὴν μὲν νέον ἐξέτι πατρὸς
θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν·
ἀλλὰ καὶ ὧς, θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης,
τοῖς μέτα δαῖτ' ἀλέγυνε, βάλεν δ' ἀπὸ δείματα θυμοῦ.
980 Ἀλλήλους δ' ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων
πεύθετο ναυτιλίης ἄνυσιν Πελίαό τ' ἐφετμάς·
οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα
εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.

985 Ἠοῖ δ' εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ
θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ' ἄρα τοί γε
νῆα Χυτῶι Λιμένι προτέρου ἐξήλασαν ὅρμου.
Ἥδε δ' Ἰησονίη πέφαται Ὁδός, ἥν περ ἔβησαν.
Γηγενέες δ' ἑτέρωθεν ἀπ' οὔρεος ἀίξαντες
990 φράξαν ἀπειρεσίηισι Χυτοῦ στόμα νειόθι πέτρηις,
πόντιον οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.
Ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν
Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας
τόξον, ἐπασσυτέρους πέλασε χθονί. Τοὶ δὲ καὶ αὐτοὶ
995 πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον·
δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα
Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι.
Σὺν δὲ καὶ ὧλλοι δῆθεν, ὑπότροποι ἀντιόωντες
πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο
1000 Γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς
ἠδὲ καὶ ἐγχείηισι δεδεγμένοι, εἰσόκε πάντας
ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάϊξαν.
Ὡς δ' ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα
ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,
1005 ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους·
ὣς οἱ ἐνὶ ξυνοχῆι λιμένος πολιοῖο τέταντο
ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ
δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ' ὕπερθεν
χέρσωι τεινάμενοι· τοὶ δ' ἔμπαλιν αἰγιαλοῖο
1010 κράατα μὲν ψαμάθοισι, πόδας δ' εἰς βένθος ἔρειδον,
ἄμφω ἅμ' οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.

Ἥρωες δ', ὅτε δή σφιν ἀταρβὴς ἔπλετ' ἄεθλος,
δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῆις ἀνέμοιο
λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.
1015 Ἡ δ' ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης
νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι
ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ' ἐπέλασσαν
αὖτις ἐυξείνοισι Δολίοσιν, Ἐκ δ' ἄρ' ἔβησαν
αὐτονυχί· Ἱερὴ δὲ φατίζεται ἥδ' ἔτι Πέτρη
1020 ἧι πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο.
Οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν
ἔμμεναι· οὐδ' ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας
ἥρωας νημερτὲς ἐπήισαν, ἀλλά που ἀνδρῶν
Μακριέων εἴσαντο Πελασγικὸν Ἄρεα κέλσαι·
1025 τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.

Σὺν δ' ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν,
ὀξείηι ἴκελοι ῥιπῆι πυρός, ἥ τ' ἐνὶ θάμνοις
αὐαλέοισι πεσοῦσα κορύσσεται. Ἐν δὲ κυδοιμὸς
δεινός τε ζαμενής τε Δολιονίωι πέσε δήμωι·
1030 οὐδ' ὅ γε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν
οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι·
ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο
πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ
ὀστέον ἐρραίσθη· ὁ δ' ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς
1035 μοῖραν ἀνέπλησεν. Τὴν γὰρ θέμις οὔ ποτ' ἀλύξαι
θνητοῖσιν, πάντηι δὲ περὶ μέγα πέπταται ἕρκος·
ὣς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης
εἶναι ἀριστήων αὐτῆι ὑπὸ νυκτὶ πέδησε
μαρνάμενον κείνοισι. Πολεῖς δ' ἐπαρηγόνες ἄλλοι
1040 ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα
ἠδὲ Μεγαβρόντην· Σφόδριν δ' ἐνάριξεν Ἄκαστος·
Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον·
αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα·
Ἴδας δ' αὖ Προμέα, Κλυτίος δ' Ὑάκινθον ἔπεφνε,
1045 Τυνδαρίδαι δ' ἄμφω Μεγαλοσσάκεα Φλογίον τε·
Οἰνεΐδης δ' ἐπὶ τοῖσιν ἕλε θρασὺν Ἰτυμονῆα
ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας
ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.
Οἱ δ' ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους
1050 ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι.
Ἐς δὲ πύλας ὁμάδωι πέσον ἀθρόοι· αἶψα δ' ἀυτῆς
πλῆτο πόλις στονόεντος ὑποτροπίηι πολέμοιο.

Ἠῶθεν δ' ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν
ἀμπλακίην ἄμφω· στυγερὸν δ' ἄχος εἷλεν ἰδόντας
1055 ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν
Κύζικον ἐν κονίηισι καὶ αἵματι πεπτηῶτα.
Ἤματα δὲ τρία πάντα γόων τίλλοντό τε χαίτας
αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. Αὐτὰρ ἔπειτα
τρὶς περὶ χαλκείοιςι σὺν τεύχεσι δινηθέντες
1060 τύμβωι ἐνεκτερέιξαν, ἐπειρήσαντό τ' ἀέθλων,
ἣ θέμις, ἂμ πεδίον Λειμώνιον· ἔνθ' ἔτι νῦν περ
ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.
Οὐδὲ μὲν οὐδ' ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο
οὗ πόσιος μετόπισθε· κακῶι δ' ἐπὶ κύντερον ἄλλο
1065 ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. Τὴν δὲ καὶ αὐταὶ
Νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·
καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,
πάντα τά γε κρήνην τεῦξαν θεαί, ἣν καλέουσι
Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.
1070 Αἰνότατον δὴ κεῖνο Δολιονίηισι γυναιξὶν
ἀνδράσι τ' ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν
ἔτλη τις πάσσασθαι ἐδητύος. Οὐδ' ἐπὶ δηρὸν
ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο,
ἀλλ' αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.
1075 Ἔνθ' ἔτι νῦν, εὖτ' ἄν σφιν ἐτήσια χύτλα χέωνται
Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ
πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.

Ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
ἤμαθ' ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ κατ' αὖθι
1080 ναυτίλλεσθαι ἔρυκον. Ἐπιπλομένηι δ' ἐνὶ νυκτὶ
ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
ὕπνωι ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος
Μόψος τ' Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
Ἡ δ' ἄρ' ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
1085 πωτᾶτ' ἀλκυονὶς λιγυρῆι ὀπὶ θεσπίζουσα
λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος
ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
Καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δ' ὕπερθεν
νηίου ἀφλάστοιο μετήορος ἀίξασα·
1090 τὸν δ' ὅ γε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν
κινήσας ἀνέγειρε παρασχεδόν ὧδέ τ' ἔειπεν·

«Αἰσονίδη, χρειώ σε τόδ' ἱερὸν εἰσανιόντα
Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
Μητέρα συμπάντων μακάρων, λήξουσι δ' ἄελλαι
1095 ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα
ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν
σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότητο.
Ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
πᾶσα πεπείρανται νιφόεν θ' ἕδος Οὐλύμποιο·
1100 καί οἱ, ὅτ' ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνηι,
Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται, ὣς δὲ καὶ ὧλλοι
ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.»

Ὣς φάτο· τῶι δ' ἀσπαστὸν ἔπος γένετ' εἰσαΐοντι.
Ὤρνυτο δ' ἐξ εὐνῆς κεχαρημένος, ὦρσε δ' ἑταίρους
1105 πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν
Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευσεν.
Αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην·
οἱ δ' ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα Πέτρης
1110 ἤρεσαν ἐς Λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ
βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.
Τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη
Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ' ἰδέσθαι·
φαίνετο δ' ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι
1115 Μυσίαι· ἐκ δ' ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο
ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.

Ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕληι,
πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
δαίμονος οὐρείης ἱερὸν βρέτας, ἔξεσε δ' Ἄργος
1120 εὐκόσμως· καὶ δή μιν ἐπ' ὀκριόεντι κολωνῶι
ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτηισιν,
αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.
Βωμὸν δ' αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις
στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο,
1125 Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,
ἐνναέτιν Φρυγίης, Τιτίην θ' ἅμα Κύλληνόν τε,
οἳ μοῦνοι πλεόνων μοιρηγέται ἠδὲ πάρεδροι
Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασι
Δάκτυλοι Ἰδαῖοι Κρηταέες, οὕς ποτε Νύμφη
1130 Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρηισι
δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησε.
Πολλὰ δὲ τήν γε λιτῆισιν ἀποστρέψαι ἐριώλας
Αἰσονίδης γουνάζετ' ἐπιλλείβων ἱεροῖσιν
αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῆι
1135 σκαίροντες βηταρμὸν ἐνόπλιον εἱλίσσοντο
καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ
δύσφημος πλάζοιτο δι' ἠέρος ἣν ἔτι λαοὶ
κηδείηι βασιλῆος ἀνέστενον. Ἔνθεν ἐσαιεὶ
ῥόμβωι καὶ τυπάνωι Ῥείην Φρύγες ἱλάσκονται.
1140 Ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς
ἀνταίη δαίμων, τὰ δ' ἐοικότα σήματ' ἔγεντο.
Δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν
αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης·
θῆρες δ' εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες
1145 οὐρῆισιν σαίνοντες ἐπήλυθον. Ἡ δὲ καὶ ἄλλο
θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶε
Δίνδυμον, ἀλλά σφιν τότ' ἀνέβραχε διψάδος αὔτως
ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δ' ἐνέπουσι
κεῖνο ποτὸν Κρήνην περιναιέται ἄνδρες ὀπίσσω.
1150 Καὶ τότε μὲν δαῖτ' ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων,
μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠῶ
ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίηισιν.

Ἔνθ' ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
ὅς τις ἀπολλήξειε πανύστατος· ἀμφὶ γὰρ αἰθὴρ
1155 νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ' εὔνασε πόντον.
Οἱ δὲ γαληναίηι πίσυνοι ἐλάασκον ἐπιπρὸ
νῆα βίηι· ̣̣ τὴν δ' οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν
οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
Ἔμπης δ', ἐγρομένοιο σάλου ζαχρηέσιν αὔραις,
1160 αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται,
τειρόμενοι καμάτωι μετελώφεον· αὐτὰρ ὁ τούς γε
πασσυδίηι μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν
Ἡρακλέης, ἐτίνασσε δ' ἀρη̣̣ότα δούρατα νηός.
Ἀλλ' ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο
1165 Ῥυνδακίδας προχοὰς μέγα τ' ἠρίον Αἰγαίωνος
τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,
δὴ τότ' ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς
μεσσόθεν ἆξεν ἐρετμόν· ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος
1170 κλύζε παλιρροθίοισι φέρων. Ἀνὰ δ' ἕζετο σιγῆι
παπταίνων· χεῖρες γὰρ ἀήθεσον ἠρεμέουσαι.

Ἦμος δ' ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς
ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,
αὐτοῦ δ' ἐν προμολῆι τετρυμένα γούνατ' ἔκαμψεν
1175 αὐσταλέος κονίηισι, περιτριβέας δέ τε χεῖρας
εἰσορόων κακὰ πολλὰ ἑῆι ἠρήσατο γαστρί·
τῆμος ἄρ' οἵ γ' ἀφίκοντο Κιανίδος ἤθεα γαίης
ἀμφ' Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.
Τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας
1180 δειδέχατ' ἐνναέται κείνης χθονός, ἤιά τέ σφι
μῆλά τε δευομένοις μέθυ τ' ἄσπετον ἐγγυάλιξαν.
Ἔνθα δ' ἔπειθ' οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
στόρνυσθαι· τοὶ δ' ἀμφὶ πυρήια δινεύεσκον·
1185 οἱ δ' οἶνον κρητῆρσι κέρων πονέοντο τε δαῖτα,
Ἐκβασίωι ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.

Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας,
βῆ ῥ' ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
οἷ αὐτῶι φθαίη καταχείριον ἐντύνασθαι.
1190 Εὗρεν ἔπειτ' ἐλάτην ἀλαλήμενος οὔτε τι πολλοῖς
ἀχθομένην ὄζοις οὐδὲ μέγα τηλεθόωσαν,
ἀλλ' οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.
Ῥίμφα δ' ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην
1195 αὐτοῖσιν τόξοισιν, ἔδυ δ' ἀπὸ δέρμα λέοντος.
Τὴν δ' ὅ γε, χαλκοβαρεῖ ῥοπάλωι δαπέδοιο τινάξας
νειόθεν, ἀμφοτέρηισι περὶ στύπος ἔλλαβε χερσίν
ἠνορέηι πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
εὖ διαβάς, πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν
1200 προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.
Ὡς δ' ὅταν ἀπροφάτως ἱστὸν νεός, εὖτε μάλιστα
χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος,
ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ
αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται·
1205 ὣς ὅ γε τὴν ἤειρεν. Ὁμοῦ δ' ἀνὰ τόξα καὶ ἰοὺς
δέρμα θ' ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.

Τόφρα δ' Ὕλας χαλκέηι σὺν κάλπιδι νόσφιν ὁμίλου
δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ
φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα
1210 ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι.
Δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβε,
νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας,
δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνε
νηλειῶς βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα.
1215 Ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρωι
Θειοδάμας ἀνίηι βεβολημένος· αὐτὰρ ὁ τόν γε
βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα.
Ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι
λευγαλέην, ἐπεὶ οὔ τι δίκης ἀλέγοντες ἔναιον.
1220 Ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς.

Αἶψα δ' ὅ γε κρήνην μετεκίαθεν ἣν καλέουσι
Πηγὰς ἀγχίγυοι περιναιέται. Οἱ δέ που ἄρτι
Νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις
ὅσσαι κεῖσ' ἐρατὸν Νύμφαι ῥίον ἀμφενέμοντο
1225 Ἄρτεμιν ἐννυχίηισιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.
Αἱ μὲν ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,
αἵ γε μὲν ὑληωροὶ ἀπόπροθεν ἐστιχόωντο·
ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
Νύμφη ἐφυδατίη. Τὸν δὲ σχεδὸν εἰσενόησε
1230 κάλλεϊ καὶ γλυκερῆισιν ἐρευθόμενον χαρίτεσσι·
πρὸς γάρ οἱ διχόμηνις ἀπ' αἰθέρος αὐγάζουσα
βάλλε σεληναίη. Τὴς δὲ φρένας ἐπτοίησε
Κύπρις, ἀμηχανίηι δὲ μόγις συναγείρατο θυμόν.
Αὐτὰρ ὅ γ' ὡς τὰ πρῶτα ῥόωι ἔνι κάλπιν ἔρεισε
1235 λέχρις ἐπιχριμφθείς, περὶ δ' ἄσπετον ἔβραχεν ὕδωρ
χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ' ἥ γε
λαιὸν μὲν καθύπερθεν ἐπ' αὐχένος ἄνθετο πῆχυν
κύσσαι ἐπιθύουσα τέρεν στόμα, δεξιτερῆι δὲ
ἀγκῶν' ἔσπασε χειρί, μέσηι δ' ἐνὶ κάββαλε δίνηι.

1240 Τοῦ δ' ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων
Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου·
δέκτο γὰρ Ἡρακλῆα πελώριον ὁππόθ' ἵκοιτο.
Βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ
ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,
1245 λιμῶι δ' αἰθόμενος μετανίσεται, οὐδ' ἐπέκυρσε
ποίμνηισιν - πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες
ἔλσαν -, ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμηισιν·
ὣς τότ' ἄρ' Εἰλατίδης μεγάλ' ἔστενεν, ἀμφὶ δὲ χῶρον
φοίτα κεκληγώς, μελέη δέ οἱ ἔπλετ' ἀυτή.
1250 Αἶψα δ' ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι,
μή πως ἢ θήρεσσιν ἕλωρ πέλεν, ἠέ μιν ἄνδρες
μοῦνον ἐόντ' ἐλόχησαν, ἄγουσι δὲ ληίδ' ἑτοίμην.
Ἔνθ' αὐτῶι ξύμβλητο κατὰ στίβον Ἡρακλῆι
γυμνὸν ἐπαΐσσων παλάμηι ξίφος· εὖ δέ μιν ἔγνω
1255 σπερχόμενον μετὰ νῆα διὰ κνέφας. Αὐτίκα δ' ἄτην
ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·

«Δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.
Οὐ γὰρ Ὕλας κρήνην δὲ κιὼν σόος αὖτις ἱκάνει,
ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν,
1260 ἢ θῆρες σίνονται· ἐγὼ δ' ἰάχοντος ἄκουσα.«

Ὣς φάτο· τῶι δ' ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς
κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.
Χωόμενος δ' ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
τὴν θέεν, ἧι πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.
1265 Ὡς δ' ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος
πείσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων
οὐδ' ἀγέλης ὄθεται, πρήσσει δ' ὁδόν ἄλλοτ' ἄπαυστος,
ἄλλοτε δ' ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν' ἀείρων
ἵησιν μύκημα, κακῶι βεβολημένος οἴστρωι·
1270 ὣς ὅ γε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ' ἔπαλλε
συνεχέως, ὁτὲ δ' αὖτε μεταλλήγων καμάτοιο
τῆλε διαπρύσιον μεγάληι βοάασκεν ἀυτῆι.

Αὐτίκα δ' ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ
ἠῶιος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
1275 ἐσβαίνειν ὀρόθυνεν ἐπαύρεσθαί τ' ἀνέμοιο.
Οἱ δ' εἴσβαινον ἄφαρ λελιημένοι, ὕψι δὲ νηὸς
εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
Κυρτώθη δ' ἀνέμωι λίνα μεσσόθι, τῆλε δ' ἀπ' ἀκτῆς
γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.

1280 Ἦμος δ' οὐρανόθεν χαροπὴ ὑπολάμπεται Ἠὼς
ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ' ἀταρποί
καὶ πεδία δροσόεντα φαεινῆι λάμπεται αἴγληι,
τῆμος τούς γ' ἐνόησαν ἀιδρείηισι λιπόντες.
Ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολωιὸς
1285 ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν
σφωιτέρων ἑτάρων. Ὁ δ' ἀμηχανίηισιν ἀτυχθεὶς
οὐδέ τι τοῖον ἔπος μετεφώνεεν οὐδέ τι τοῖον
Αἰσονίδης, ἀλλ' ἧστο βαρείηι νειόθεν ἄτηι
θυμὸν ἔδων. Τελαμῶνα δ' ἕλεν χόλος, ὧδέ τ' ἔειπεν·

1290 «Ἧσ' αὔτως εὔκηλος, ἐπεὶ νύ τοι ἄρμενον ἦεν
Ἡρακλῆα λιπεῖν· σέο δ' ἔκτοθι μῆτις ὄρωρεν,
ὄφρα τὸ κείνου κῦδος ἀν' Ἑλλάδα μή σε καλύψηι,
αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
Ἀλλὰ τί μύθων ἧδος; Ἐπεὶ καὶ νόσφιν ἑταίρων
1295 εἶμι τεῶν οἳ τόνδε δόλον συνετεκτήναντο.»

Ἦ καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε
ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.
Καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο
λαῖτμα βιησάμενοι ἀνέμου τ' ἄλληκτον ἰωήν,
1300 εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο
Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσι,
σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ' ὀπίσσω
χερσὶν ὑφ' Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
Ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας
1305 Τήνωι ἐν ἀμφιρύτηι πέφνεν καὶ ἀμήσατο γαῖαν
ἀμφ' αὐτοῖς στήλας τε δύω καθύπερθεν ἔτευξεν,
ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
κίνυται ἠχήεντος ὑπὸ πνοιῆι Βορέαο.
Καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.

1310 Τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη,
Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·
ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε' ἀείρας
νειόθεν ἐκ λαγόνων, στιβαρῆι ἐπορέξατο χειρὶ
νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισι·

1315 «Τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν
Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;
Ἄργεϊ οἱ μοῖρ' ἐστὶν ἀτασθάλωι Εὐρυσθῆι
ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
ναίειν δ' ἀθανάτοισι συνέστιον, εἴ κ' ἔτι παύρους
1320 ἐξανύσηι· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.
Αὔτως δ' αὖ Πολύφημον ἐπὶ προχοῆισι Κίοιο
πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα
μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίηι.
Αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο Νύμφη
1325 ὃν πόσιν, οἷό περ οὕνεκ' ἀποπλαγχθέντες ἔλειφθεν.»

Ἦ καὶ κῦμ' ἀλίαστον ἐφέσσατο νειόθι δύψας·
ἀμφὶ δέ οἱ δίνηισι κυκώμενον ἄφρεεν ὕδωρ
πορφύρεον, κοίλης δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
Γήθησαν δ' ἥρωες· ὁ δ' ἐσσυμένως ἐβεβήκει
1330 Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ
ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·

«Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίηισιν
εἴ τί περ ἀασάμην· πέρι γάρ μ' ἄχος ἧκεν ἐνισπεῖν
μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον. Ἀλλ' ἀνέμοισι
1335 δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.»

Τὸν δ' αὖτ' Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·

«Ὦ πέπον, ἦ μάλα δή με κακῶι ἐκυδάσσαο μύθωι,
φὰς ἐνὶ τοισίδ' ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
ἔμμεναι. Ἀλλ' οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,
1340 πρίν περ ἀνιηθείς, ἐπεὶ οὐ περὶ πώεσι μήλων
οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
ἀλλ' ἑτάρου περὶ φωτός. Ἔολπα δέ τοι σὲ καὶ ἄλλωι
ἀμφ' ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.»

Ἦ ῥα καί, ἀρθμηθέντες ὅπηι πάρος, ἑδριόωντο.

1345 Τὼ δὲ Διὸς βουλῆισιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι
μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο
Εἰλατίδης Πολύφημος, ὁ δ' Εὐρυσθῆος ἀέθλους
αὖτις ἰὼν πονέεσθαι. Ἐπηπείλησε δὲ γαῖαν
Μυσίδ' ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ
1350 ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον ἠὲ θανόντος.
Τοῖο δὲ ῥύσι' ὄπασσαν ἀποκρίναντες ἀρίστους
υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο
μή ποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.
Τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,
1355 κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται
Τρηχῖνος· δὴ γάρ ῥα καταυτόθι νάσσατο παῖδας
οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.

Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσηι
λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ' ἐπὶ τυτθὸν ἄητο
1360 ἠοῦς τελλομένης. Οἱ δὲ χθονὸς εἰσανέχουσαν
ἀκτὴν ἐκ κόλποιο μάλ' εὐρείην ἐσιδέσθαι
φρασσάμενοι, κώπηισιν ἅμ' ἠελίωι ἐπέκελσαν.
[Ἠὼς δ' οὐ μετὰ δηρὸν ἐελδομένοισι φαάνθη.]