BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

26.

Περὶ Γλαύκου τοῦ Μίνωος.

 

 

Καὶ οὗτος ὁ μῦθος παγγέλοιος, ὡς δὴ τοῦ Γλαύκου ἐν πίθωι μέλιτος ἀποθανόντος ὁ Μίνως ἐν τῶι τύμβωι κατώρυξε τὸν Κοιράνου Πολύιδον – ὃς ἦν ἐκ τοῦ Ἄργους –, ὃς ἰδὼν δράκοντα ἑτέρωι δράκοντι τεθνεῶτι πόαν ἐπιθέντα καὶ ἀναστήσαντα αὐτόν, καὶ αὐτὸς ταὐτὸ ποιήσας τῶι Γλαύκωι, ἀνέστησεν αὐτόν. ὅπερ ἐστὶν ἀδύνατον, ἀποθανόντα ἄνδρα ἀναστῆσαι ἢ ὄφιν, ἀλλ᾽ οὐδὲ ἄλλο ζῶιον.

Ἐγένετο δέ τι τοιόνδε. Γλαῦκος πιὼν μέλι ἐταράχθη τὴν κοιλίαν, χολῆς δὲ αὐτῶι πλείονος κινηθείσης καὶ λειποθυμήσαντος, ἀφίκοντο οἵ τε δὴ ἄλλοι ἰατροί, ἅτε χρήματα ληψόμενοι, καὶ δὴ καὶ Πολύϊδος, ἤδη δὲ ἐκλείποντος αὐτοῦ, εἰδώς τινα πόαν ὠφελοῦσαν, ἣν ἔμαθε παρά τινος ἰατροῦ, ὧι ὄνομα ἦν Δράκων, καὶ ταύτηι τῆι βοτάνηι χρησάμενος, ὑγιᾶ ἐποίησε τὸν Γλαῦκον. ἔλεγον οὖν οἱ ἄνθρωποι· «Πολύιδος Γλαῦκον ὑπὸ μέλιτος ἀποθανόντα βοτάνηι ἀνέστησεν, ἣν παρὰ Δράκοντος ἔμαθεν.» ἀφ᾽ οὗ οἱ μυθογράφοι τὸν μῦθον ἔπλασαν.