BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

39.

Περὶ Κερβέρου.

 

 

Εἴρηται περὶ Κερβέρου ὡς κύων ὢν τρεῖς εἶχε κεφαλάς. δῆλον δὲ ὅτι καὶ οὗτος ἀπὸ τῆς πόλεως ἐκλήθη Τρικάρηνος, ὥσπερ ὁ Γηρυόνης· ἔλεγον δὲ οἱ ἄνθρωποι· «καλός τε καὶ μέγας ὁ Τρικάρηνος κύων.» εἴρηται δὲ περὶ αὐτοῦ ὡς Ἡρακλῆς αὐτὸν ἐξ Ἅιδου ἀνήγαγε, μυθικῶς.

Ἐγένετο δὲ τοιόνδε τι. Γηρυόνηι ἐπὶ ταῖς βουσὶν ἦσαν κύνες μεγάλοι καὶ νεανίαι, ὀνόματα δὲ ἦν αὐτοῖς τῶι μὲν Κέρβερος, τῶι δὲ Ὄρθος. τὸν μὲν οὖν Ὄρθον Ἡρακλῆς ἐν Τρικαρηνίαι πρὶν περιελάσαι τὰς βοῦς ἀναιρεῖ· ὁ δὲ Κέρβερος συνηκολούθει ταῖς βουσίν. ἐπιθυμήσας δὲ τοῦ κυνὸς ἀνὴρ Μυκηναῖος ὄνομα Μολοττός, τὸ μὲν πρῶτον ἤιτει τὸν Εὐρυσθέα ἀποδόσθαι αὐτῶι τὸν κύνα· οὐ βουλομένου δὲ τοῦ Εὐρυσθέως, ἀναπείθει τοὺς βουκόλους καὶ κατείργνυσι τὸν κύνα ἐν τῆι Λακωνικῆι ἐπὶ Ταινάρωι ἐν σπηλαίωι τινὶ τεκνοποιΐας ἕνεκα, καὶ ὑφίησιν αὐτῶι κύνας θηλείας ἐμβατεύειν. Εὐρυσθεὺς δὲ πέμπει Ἡρακλέα κατὰ ζήτησιν τοῦ κυνός. ὁ δὲ πᾶσαν Πελοπόννησον περιϊὼν ἦλθεν ὅπου αὐτῶι ἐμηνύθη ὁ κύων ὑπάρχειν, καὶ καταβὰς ἀνάγει ἐκ τοῦ ἄντρου τὸν κύνα. ἔλεγον οὖν οἱ ἄνθρωποι· «διὰ τοῦ ἄντρου καταβὰς εἰς Ἅιδου Ἡρακλῆς ἀνήγαγε τόν κύνα.»