BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

50.

Περὶ Ἥρας.

 

 

ργεῖοι πολιοῦχον αὑτοῖς τὴν Ἥραν ἡγοῦντο καὶ διὰ τοῦτο καὶ πανήγυριν αὐτῆι τεταγμένην ἄγουσιν. ὁ δὲ τρόπος τῆς ἑορτῆς· ἅμαξα βοῶν τὸ χρῶμα λευκῶν, ἐπὶ δὲ τῆς ἁμάξης εἶναι δεῖ τὴν ἱέρειαν, οὕτω δὲ ἔχειν ἄχρι τοῦ νεώ· τὸ δὲ ἱερὸν ἔξω τοῦ ἄστεος. ἧκεν οὖν ποτε ὁ χρόνος φέρων τὴν ἑορτήν, ὁ δὲ νόμος ἀπὸ τῶν βοῶν οὐκ ὄντων ἐχώλευεν. ἀλλ᾽ ἐσοφίσατο τὴν ἀπορίαν ἡ ἱέρεια, μήτηρ οὖσα νεανίσκων ἀντὶ βοῶν τῶι ὀχήματι γενομένων. ἐπεὶ τοίνυν τὸ παρὰ τῶν βοῶν παρὰ τῶν παίδων ἐγένετο, στᾶσα κατὰ τὸ ἄγαλμα, μισθὸν ἀπήιτει τοῦ πόνου. καὶ ἔδωκε, φασίν, ἡ θεός· ὕπνος ἦν ὁ αὐτὸς καὶ τοῦ βίου πέρας γενόμενος.