<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ κ α ι ρ ί α ς   ι β ’

________________________________________
 
 
 
(1) Ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις, 

(2) οἷος ἀσχολουμένωι προσελθὼν ἀνακοινοῦσθαι. 

(3) καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν. 

(4) καὶ δίκην ὡφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι. 

(5) καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου. 

(6) καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν. 

(7) καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον. 

(8) δεινὸς δὲ καὶ προσάγειν ὡνητὴν πλείω διδόντα ἤδη πεπρακότι. 

(9) καὶ ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων. 

(10) καὶ προθύμως δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι. 

(11) καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων. 

(12) καὶ μαστιγουμένου οἰκέτου παρεστὼς διηγεῖσθαι, ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο. 

(13) καὶ παρὼν διαίτηι συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι. 

(14) καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>