<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Δ ε ι λ ί α ς   κ ε ’

________________________________________
 
 
 
(1) Ἀμέλει δὲ ἡ δειλία δόξειεν ἂν εἶναι ὕπειξίς τις ψυχῆς ἐκ φόβου, ὁ δὲ δειλὸς τοιοῦτός τις, 

(2) οἷος πλέων τὰς ἄκρας φάσκειν ἡμιολίας εἶναι· καὶ κλυδωνίου γενομένου ἐρωτᾶν, εἴ τις μὴ μεμύηται τῶν πλεόντων· καὶ τοῦ κυβερνήτου ἀνακύπτων μὲν πυνθάνεσθαι, εἰ μεσοπορεῖ καὶ τί αὐτῶι δοκεῖ τὰ τοῦ θεοῦ, καὶ πρὸς τὸν παρακαθήμενον λέγειν, ὅτι φοβεῖται ἀπὸ ἐνυπνίου τινός· καὶ ἐκδὺς διδόναι τῶι παιδὶ τὸν χιτωνίσκον· καὶ δεῖσθαι πρὸς τὴν γῆν προσάγειν αὑτόν. 

(3) καὶ στρατευόμενος δὲ ‹τοῦ› πεζοῦ ἐκβοηθοῦντος ‹οἷός› τε προσκαλεῖν πάντας κελεύων πρὸς αὑτὸν καταστάντας πρῶτον περιιδεῖν, καὶ λέγειν, ὡς ἔργον διαγνῶναί ἐστι, πότεροί εἰσιν οἱ πολέμιοι. (4) καὶ ἀκούων κραυγῆς καὶ ὁρῶν πίπτοντας εἰπεῖν πρὸς τοὺς παρεστηκότας, ὅτι τὴν σπάθην λαβεῖν ὑπὸ τῆς σπουδῆς ἐπελάθετο, τρέχειν ἐπὶ τὴν σκηνήν, τὸν παῖδα ἐκπέμψας κελεύειν προσκοπεῖσθαι, ποῦ εἰσιν οἱ πολέμιοι, ἀποκρύψαι αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον, εἶτα διατρίβειν πολὺν χρόνον ὡς ζητῶν. (5) καὶ ἐν τῆι σκηνῆι ὁρῶν τραυματίαν τινὰ προσφερόμενον τῶν φίλων προσδραμὼν καὶ θαρρεῖν κελεύσας ὑπολαβὼν φέρειν. καὶ τοῦτον θεραπεύειν καὶ περισπογγίζειν καὶ παρακαθήμενος ἀπὸ τοῦ ἕλκους τὰς μυίας σοβεῖν καὶ πᾶν μᾶλλον ἢ μάχεσθαι τοῖς πολεμίοις. καὶ τοῦ σαλπιστοῦ δὲ τὸ πολεμικὸν σημήναντος καθήμενος ἐν τῆι σκηνῆι ‹εἰπεῖν›· Ἄπαγ' ἐς κόρακας· οὐκ ἐάσει τὸν ἄνθρωπον ὕπνου λαβεῖν πυκνὰ σημαίνων. (6) καὶ αἵματος δὲ ἀνάπλεως ἀπὸ τοῦ ἀλλοτρίου τραύματος ἐντυγχάνειν τοῖς ἐκ τῆς μάχης ἐπανιοῦσι καὶ διηγεῖσθαι ὡς κινδυνεύσας· Ἕνα σέσωκα τῶν φίλων. καὶ εἰσάγειν πρὸς τὸν κατακείμενον σκεψομένους τοὺς δημότας, τοὺς φυλέτας καὶ τούτων ἅμ' ἑκάστωι διηγεῖσθαι, ὡς αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐπὶ σκηνὴν ἐκόμισεν. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>