BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον θʹ

 

___________________________________________________

 

 

 

[1] Καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτ' ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῶιτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δ' ἂν διαφθείροι χρώμενος, μάλιστα δ' ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δ' ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρωι ἵππωι τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρωι, ὡς ἂν ὀρθότατα ἑκατέρωι χρῶιτο. [2] πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππωι ὅπερ ὀργὴ ἀνθρώπωι. ὥσπερ οὖν ἄνθρωπον ἥκιστ' ἂν ὀργίζοι τις [ὁ] μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστ' ἂν ἐξοργίζοι. [3] εὐθὺς μὲν οὖν χρὴ ἐν τῆι ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστ' ἀναβαίνων λυποίη· ἐπειδὰν δὲ ἀναβῆι, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα οὕτω προκινεῖν αὐτὸν ὡς πραιοτάτοις σημείοις· ἔπειτα δ' ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος. [4] ὅ τι δ' ἂν ἐξαίφνης σημήνηι, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππωι τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται. [5] ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούληι τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλ' ἠρεμαίως προσάγεσθαι τῶι χαλινῶι, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν. [6] καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραΰνουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖοι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραΰνουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ. [7] εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραϋνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίαι μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῆι ὀργῆι, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν. [8] ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππωι καὶ παντάπασιν ἀπέχεσθαι· σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται. [9] καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῆι, τῆι χαλαρότητι λείωι δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἡρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλωι τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα. [10] εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῶι μὲν πραΰνεσθαι, κλωσμῶι δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῶι τὰ πραέα, ἐπὶ δὲ ποππυσμῶι τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῶι μὲν ἐγείρεσθαι, κλωσμῶι δὲ πραΰνεσθαι. [11] οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτ' αὐτὸν φαίνεσθαι τεθορυβημένον τῶι ἵππωι μήτε μὴν ἐκείνωι θορυβῶδες μηδὲν προσφέρειν, ἀλλ' εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῶι τοιούτωι καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν. [12] κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῶι θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.