BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

27.

Ἁλιεὺς αὐλῶν.

(S. 11. C. 130 et p. 332. F. 34. B. 9.)

 

λιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν τοὺς αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν, καὶ στὰς ἐπί τινος προβλήματος πέτρας τὸ μὲν πρῶτον ἦιδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξελεύσεσθαι· ὡς δ᾿ αὐτῶν ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον, καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δ᾿ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο ἀποσπαίροντας, ἔφη· ὦ κάκιστα ζῶα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε· νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.»

Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντες ὁ λόγος εὔκαιρος.