BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[19]

36.

Ἀλώπηξ καὶ Ἐχῖνος.

(C. 314. F. 384. ex Aristot. Rhetor. II, c. 20.)

 

Ασωπος ἐν Σάμωι δημηγορῶν, κρινομένου δημαγωγοῦ περὶ θανάτου, ἔφη· Ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δ᾿ ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς πολλοὺς ἔχεσθαι αὐτῆς· ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραϊστάς· τὴν δὲ οὐκ ἐᾶν. Ἐρομένου δὲ, διὰ τί, «ὅτι οὗτοι μὲν» φάναι «ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέληι, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν αἷμα.» – «Ἀτὰρ καὶ ὑμᾶς,» ἔφη «ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ ἀποκτείνητε, ἕτεροι ἥκουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι, τὰ κοινὰ κλέπτοντες.»