BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

175.

Ἵππος καὶ Ἔλαφος.

(C. 313. F. 383. ex Aristot. Rhet. II, c. 20.)

 

Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον· ὡς ἵππος κατεῖχε λειμπῶνα μόνος· ἐλθόντος δ᾿ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτ᾿ ἂν μετ᾿ αὐτοῦ κολάσαι τὸν ἔλαφον. Ὁ δ᾿ ἔφησεν· «ἐὰν λάβηι χαλινὸν, καὶ αὐτὸς ἀναβῆι ἐπ᾿ αὐτὸν ἔχων ἀκόντια.» Συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῶι ἀνθρώπωι. «Οὕτω δὲ καὶ ὑμεῖς» ἔφη «ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι, ταὐτὸ πάθητε τῶι ἵππωι· τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε [ἤδη] Φαλάριδι.»