BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

351.

Παῖς κλέπτης καὶ Μήτηρ.

(S. 196. C. 48 et p. 305. F. 159.)

 

Παῖς ἐκ διδασκαλείου τὴν σθμφοιτητοῦ δέλτον ἀνελόμενος τῆι μητρὶ ἐκόμισε· τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῆι, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει· ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῶι καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· «θέλω τι εἰπεῖν τῆι μητρί μου εἰς τὸ οὖς·» τῆς δὲ προσελθούσης, ταχέως ἐπελἀβετο τοῦ ὠτίου αὐτῆς, καὶ ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη· «ἀλλὰ τότε, ὅτε σοὶ πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.»

Ὁ λόγος δηλοῖ, ὅτι τὸ κατ᾿ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει.