BIBLIOTHECA AUGUSTANA

 

Solon

ca. 640 - ca. 560 a. Chr. n.

 

Νόμοι

 

ca. 594/593

 

___________________________________________________

 

 

 

 

Ἄξοναι

Ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῆι στοᾶι τῆι βασιλείωι. (Arist. AP 7, 1) καὶ κατεγράφησαν [οἱ νόμοι] εἰς ξυλίνους ἄξονας ἐν πλαισίοις περιέχουσι στρεφομένους, ... καὶ προσηγορεύ­θησαν, ὡς Ἀριστοτέλης φησί, κύρβεις. (Plut. Sol. 25, 1) ... ἔνιοι δέ φασιν ἰδίως ἐν οἷς ἱερὰ καὶ θυσίαι περιέχονται, κύρβεις, ἄξονας δὲ τοὺς ἄλλους ὠνομάσθαι. (Plut. Sol. 25, 2)

 

 

Ἀποσπάσματα

 

IG I² 115, 10-23 (Ruschenbusch F 5a):

 

προτος ἄχσον. καὶ ἐὰμ μὲ’κ προνοίας κτένει τίς τινα, φεύγεν, δικάζεν δὲ τὸς βασιλέας αἴτιον φόνο ἐναι ἒ χερὶ κτέναντα ἒ βουλεύσαντα, τὸς δὲ ὲφέτας διαγνῶναι· αἰδέσασθαι δ’ἐὰμ μὲν πατὲρ ἐι ἒ ἀδελφὸς ἒ hυες hάπαντας, ἒ τὸν κολύοντα κρατεν· ἐὰν δὲ μὲ hοῦτοι ὀσι, μέχρ’ ἀνεφσιότετος καὶ ἀνεφσιο, ἐὰν hάπαντες αἰδέσασθαι ἐθέλοσι, τὸν hόρκον ὀμόσαντας· ἐὰν δὲ τοῦτον μεδ’ hες ἐι, κτένει δὲ ἄκον, γνοσι δὲ hοι πεντέκοντα καὶ hες, hοι ἐφέται, ἄκοντα κτεναι, ἐσέσθον δέκα hοι φράτερες, ἐὰν ἐθέλοσιν τούτος δὲ hοι πεντέκοντα καὶ hες ἀριστίνδην hαιρέσθον· καὶ hοι προτερον κτέναντες ἐν τοιδε τοι δεσμοι ἐνεχεσθον. προειπεν δὲ τοι κτέναντι ἐν ἀγορᾶι, ἐντὸς ἀνεφσιότετος καὶ ἀνεφσιο· συνδιόκεν δὲ καὶ ἀνεφσιος καὶ ἀνεφσιον παῖδας καὶ γαμβρὸς καὶ πενθερὸς καὶ φράτερας.

 

Lex. ap. Dem. 43, 57 (Ruschenbusch F 5b):

προειπεῖν τῶι κτείναντι ἐν ἀγορᾶι ἐντὸς ἀνεψιότητος καὶ ἀνεψιοῦ· συνδιώκειν δὲ καὶ ἀνεψιοὺς καὶ ἀνεψιῶν παῖδας καὶ γαμβροὺς καὶ πενθεροὺς καὶ φράτερας. αἰδέσασθαι δέ, ἐὰν μὲν πατὴρ ἦι ἢ ἀδελφὸς ἢ υἱεῖς, ἅπαντας ἢ τὸν κωλύοντα κρατεῖν. ἐὰν δὲ τούτων μηδεὶς ἦι, κτείνηι δὲ ἄκων, γνῶσι δὲ οἱ πεντήκοντα καὶ εἷς, οἱ ἐφέται, ἄκοντα κτεῖναι, ἐσέσθων οἱ φράτερες, ἐὰν ἐθέλωσι, δέκα· τούτους δὲ οἱ πεντήκοντα καὶ εἷς ἀριστίνδην αἱρείσθων.

 

Lex. ap. Dem. 23, 82 (Ruschenbusch F 13):

ἐάν τις βιαίωι θανάτωι ἀποθάνηι, ὑπὲρ τούτου τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐδῶσι. τὴν δὲ ἀνδροληψίαν εἶναι μέχρι τριῶν, πλέον δὲ μή.

 

Lys. 10, 15 (Ruschenbusch F 15b):

δεδέσθαι δ' ἐν τῆι ποδοκάκκηι ἡμέρας πέντε τὸν πόδα, ἐὰν προστιμήσηι ἡ ἡλιαία.

 

Lex. ap. Dem. 23, 28 (Ruschenbusch F 16):

τοὺς δ' ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῆι ἡμεδαπῆι καὶ ἀπάγειν, ὡς ἐν τῶι ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν ἢ διπλοῦν ὀφείλειν, ὅσον ἂν καταβλάψηι· εἰσφέρειν δ' ἐ<ς> τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῶι βουλομένωι· τὴν δ' ἡλιαίαν διαγιγνώσκειν.

 

IG. I² 115, 26-29 (Ruschenbusch F 18a):

ἐὰν δέ τις τὸν ἀνδροφόνον κτένει ἒ αἴτιος ἐι φόνο, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλον καὶ hιερον ἀμφικτυονικον, hόσπερ τὸν Ἀθεναῖον κτέναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι· διαγιγνόσκεν δὲ τὸς ἐφέτας.

 

IG. I² 115, 26-29 (Ruschenbusch F 19a):

καὶ ἐὰν φέροντα ἒ ἄγοντα βίαι ἀδίκος εὐθὺς ἀ̣μυνόμενος κτένει, νεποινεὶ τεθνάναι.

 

Lex. ap. Dem. 23, 53 (Ruschenbusch F 20):

ἐὰν τις ἀποκτείνηι ὲν ἄθλοις ἄκων, ἢ ἐν ὁδῶι καθελὼν ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐπὶ δάμαρτι ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῆι ἢ ἐπὶ θυγατρί, ἢ ἐπὶ παλλακῆι, ἣν ἂν ἐπ’ ἐλευθέροις παισὶν ἔχηι, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα.

 

Lex. ap. Dem. 23, 62 (Ruschenbusch F 22):

ὃς ἂν ἄρχων ἢ ἰδιώτης αἴτιος ἦι τὸν θεσµὸν συγχηθῆναι τόνδε ἢ µεταποιήσηι αὐτόν, ἄτιµον εἶναι καὶ παῖδας [ἀτίµους] καὶ τὰ ἐκείνου.

 

Lys. 10, 17 (Ruschenbusch F 25):

ὅστις δὲ ἀπείλλει τῆι θύραι, ἔνδον τοῦ κλέπτου ὄντος.

 

Arist. AP 16, 10 (Ruschenbusch F 37a):

θέσμια τάδε Ἀθηναίων καὶ πάτρια <ἐπὶ τυραννίδι> ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἶναι καὶ αὐτὸν καὶ γένος.

 

Lex. ap. Dem. 46, 18 (Ruschenbusch F 48b):

ἣν ἂν ἐγγυήσηι ἐπὶ δικαίοις δάμαρτα εἶναι ἢ πατὴρ ἢ ἀδελφὸς ὁμοπάτωρ ἢ πάππος ὁ πρὸς πατρός, ἐκ ταύτης εἶναι παῖδας γνησίους. Ἐὰν δὲ μηδεὶς ἦι τούτων, ἐὰν μὲν ἐπίκληρός τις ἦι, τὸν κύριον ἔχειν, ἐὰν δὲ μὴ ἦι, ὅτωι ἂν ἐπιτρέψηι, τοῦτον κύριον εἶναι.

 

Lex. ap. Dem. 46, 14 (Ruschenbusch F 49a):

Ὅσοι μὴ ἐπεποίηντο, ὥστε μήτε ἀπειπεῖν μήτ' ἐπιδικάσασθαι, ὅτε Σόλων εἰσήιει τὴν ἀρχήν, τὰ ἑαυτοῦ διαθέσθαι εἶναι ὅπως ἂν ἐθέληι, ἂν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἂν μὴ μανιῶν ἢ γήρως ἢ φαρμάκων ἢ νόσου ἕνεκα, ἢ γυναικὶ πειθόμενος, ὑπὸ τούτων του παρανοῶν, ἢ ὑπ' ἀνάγκης ἢ ὑπὸ δεσμοῦ καταληφθείς.

 

Lex. ap. Dem. 43, 51 (Ruschenbusch F 50b):

ὅστις ἂν μὴ διαθέμενος ἀποθάνηι, ἐὰν μὲν παῖδας καταλίπηι θηλείας, σὺν ταύτηισιν, ἐὰν δὲ μή, τούσδε κυρίους εἶναι τῶν χρημάτων· ἐὰν μὲν ἀδελφοὶ ὦσιν ὁμοπάτορες· καὶ ἐὰν παῖδες ἐξ ἀδελφῶν γνήσιοι, τὴν τοῦ πατρὸς μοῖραν λαγχάνειν· ἐὰν δὲ μὴ ἀδελφοὶ ὦσιν ἢ ἀδελφῶν παῖδες, <ἀνεψιοὺς πρὸς πατρὀς καὶ παῖδας> ἐξ αὐτῶν κατὰ ταὐτὰ λαγχάνειν· κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, ἐὰν ἐκ τῶν αὐτῶν ὦσι, καὶ ἐὰν γένει ἀπωτέρω. ἐὰν δὲ μὴ ὦσι πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς τοῦ ἀνδρὸς κατὰ ταὐτὰ κυρίους εἶναι. ἐὰν δὲ μηδετέρωθεν ᾖ ἐντὸς τούτων, τὸν πρὸς πατρὸς ἐγγυτάτω κύριον εἶναι. νόθωι δὲ μηδὲ νόθηι μὴ εἶναι ἀγχιστείαν μήθ᾽ ἱερῶν μήθ᾽ ὁσίων.

 

Lex. ap. Dem. 46, 20 (Ruschenbusch F 53):

καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσηι ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῆι μητρί.

 

Dig. 10, 1, 13 (Ruschenbusch F 60a):

ἐάν τις αἱμασιὰν παρ' ἀλλοτρίωι χωρίωι ὀρύττηι, τὸν ὅρον μὴ παραβαίνειν· ἐὰν τειχίον, πόδα ἀπολείπειν· ἐὰν δὲ οἴκημα, δύο πόδας, ἐὰν δὲ τάφον ἢ βόθρον ὀρύττηι, ὅσον τὸ βάθος ἦι, τοσοῦτον ἀπολείπειν· ἐὰν δὲ φρέαρ, ὀργυιάν. ἐλαίαν δὲ καὶ συκῆν ἐννέα πόδας απὸ τοῦ ἀλλοτρίου φυτεύειν, τὰ δὲ ἄλλα δένδρα πέντε πόδας.

 

Lys. 10, 18 (Ruschenbusch F 68):

τὸ ἀργύριον στάσιμον εἶναι ἐφ᾽ ὁπόσωι ἂν βούληται ὁ δανείζων.

 

Plut. Sol. 19, 4 (Ruschenbusch F 70):

ἀτίμων· ὅσοι ἄτιμοι ἦσαν πρὶν ἢ Σόλωνα ἄρξαι, ἐπιτίμους εἶναι πλὴν ὅσοι ἐξ Ἀρείου πάγου ἢ ὅσοι ἐκ τῶν ἐφετῶν ἢ ἐκ πρυτανείου καταδικασθέντες ὑπὸ τῶν βασιλέων ἐπὶ φόνῳ ἢ σφαγαῖσιν ἢ ἐπὶ τυραννίδι ἔφευγον ὅτε ὁ θεσμὸς ἐφάνη ὅδε.

 

Aesch. 1, 138 (Ruschenbusch F 74e):

μὴ γυμνάζεσθαι μηδὲ ξηραλοιφεῖν ἐν ταῖς παλαίστραις. . (139) . . δοῦλον ἐλευθέρου παιδὸς μήτ᾽ ἐρᾶν μήτ᾽ ἐπακολουθεῖν, ἢ τύπτεσθαι τῆι δημοσίαι μάστιγι πεντήκοντα πληγάς.

 

Dig. 47, 22, 4 (Ruschenbusch F 76a):

ἐὰν δὲ δῆμος ἢ φράτορες ἢ ἱερῶν ὀργίων ἢ ναῦται ἢ σύσσιτοι ἢὁμόταφοι ἢ θιασῶται ἢ ἐπὶ λείανοἰχόμενοι ἢ εἰς ἐμπορίαν, ὅτι ἂν τούτων διαθῶνται πρὸς ἀλλήλους, κύριον εἶναι, ἐὰν μὴ ἐπαγορεύσῃ δημόσια γράμματα.

 

Arist. AP 8, 3 (Ruschenbusch F 79):

τοὺς ναυκράρους εἰσπράττειν ... ἀναλίσκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρίου.

 

Phot. 288, 5 (Ruschenbusch F 80):

ἄν τις ναυκραρίας άμφισβητη ... τοὺς ναυκράρους τοὺς κατά τὴν ναυκραρίαν.

 

Athen. 4, 137 E (Ruschenbusch F 88):

καὶ τω κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος· τούτους δέ παρασιτεῖν ἐν τῶι Δηλίωι ἐνιαυτόν.