|
|
-
- Ἀ ρ χ ί λ ο χ ο ς
κ α ὶ α ἱ Μ ο ῦ σ α ι
Mnesiepis Insciptio (E1 col. II 22-55)
Textus:
Archilochus. Fragmenta edidit,
veterum testimonia collegit
Giovanni Tarditi,
Romae in aedibus Athenaei 1968
p. 5 sq.
- _______________________________________________
- Λέγουσι γὰρ Ἀρχίλοχον ἔτι νεώτερον
ὄντα πεμφθέντα ὑπὸ τοῦ πατρὸς Τελεσικλέους
εἰ]ς ἀγρόν, εἰς τὸν δῆμον, ὃς καλεῖται Λειμῶνες,
- 25
- ὥ]στε βοῦν καταγαγεῖν εἰς πρᾶσιν, ἀναστάντα
π]ρωΐτερον τῆς νυκτός, σελήνης λαμπούσης,
ἄγ]ειν τὴμ βοῦν εἰς πόλιν· ὡς δ᾽ ἐγένετο κατὰ τὸν
τ]όπον, ὃς καλεῖται Λισσίδες, δόξαι γυναῖκας
ἰδ]εῖν ἀθρόας· νομίσαντα δ᾽ ἀπὸ τῶν ἔργων ἀπιέναι
- 30
- αὐτὰς εἰς πόλιν προσελθόντα σκώπτειν, τὰς δὲ
δέξασθαι αὐτὸν μετὰ παιδιᾶς καὶ γέλωτος καὶ
ἐ]περωτῆσαι, εἰ πωλήσων ἄγει τὴμ βοῦν· φήσαντος δέ,
εἰ]πεῖν ὅτι αὐταὶ δώσουσιν αὐτῶι τιμὴν ἀξίαν·
ῥη]θέντων δὲ τούτων αὐτὰς μὲν οὐδὲ τὴμ βοῦν οὐκέτι
- 35
- φα]νερὰς εἶναι, πρὸ τῶν ποδῶν δὲ λύραν ὁρᾶν αὐτόν·
καταπλαγέντα δὲ καὶ μετά τινα χρόνον ἔννουν
γεν]όμενον ὑπολαβεῖν τὰς Μούσας εἶναι τὰς φανείσας
καὶ] τὴν λύραν αὐτῶι δωρησαμένας· καὶ ἀνελό-
με]νον αὐτὴν πορεύεσθαι εἰς πόλιν καὶ τῶι πατρὶ
- 40
- τὰ γ]ενόμενα δηλῶσαι. | Τὸν δὲ Τελεσικλῆν ἀκού-
σα]ντα καὶ τὴν λύραν ἰδόντα θαυμάσαι· καὶ πρῶτομ
μὲ]ν ζήτησιν ποιήσασθαι τῆς βοὸς κατὰ πᾶσαν
τὴ]ν νῆσον καὶ οὐ δύνασθαι εὑρεῖν. | Ἔπειθ᾽ ὑπὸ τῶν
πο]λιτῶν θεοπρόπον εἰς Δελφοὺς εἱρημένον μετὰ
- 45
- Λυ]κάμβου χρησόμενον ὑπὲρ τῆς πόλεως, προθυμό-
τ]ερον ἀποδημῆσαι βουλόμενον καὶ περὶ τῶν
α]ὐτοῖς συμβεβηκότων πυθέσθαι. | Ἀφικομένων δὲ
καὶ] εἰσιόντων αὐτῶν εἰς τὸ μαντεῖον τὸν θεὸν
εἰ]πεῖν Τελεσικλεῖ τὸν χρησμὸν τόνδε·
- 50
- Ἀθά]νατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,
ἔ]σται ἐν ἀνθρώποισιν, ὃς ἂμ πρῶτός σε προσείπει
ν]ηὸς ἀποθρώισκοντα φίλην εἰς πατρίδα γαῖαν.
Π]αραγενομένων δ᾽ αὐτῶν εἰς Πάρον τοῖς Ἀρτε-
μ]ισίοις πρῶτον τῶν παίδων Ἀρχίλοχον ἀπαν-
- 55
- τ]ήσαντα προσειπεῖν τὸν πατέρα.
|
|