BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον ζʹ

 

___________________________________________________

 

 

 

VIII

 

1. [252] πὶ δὲ τῆς Ἰουδαίας Βάσσου τελευτήσαντος Φλαύιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν, καὶ τὴν μὲν ἄλλην ὁρῶν ἅπασαν τῶι πολέμωι κεχειρωμένην, ἓν δὲ μόνον ἔτι φρούριον ἀφεστηκός, ἐστράτευσεν ἐπὶ τοῦτο πᾶσαν τὴν ἐν τοῖς τόποις δύναμιν συναγαγών· καλεῖται δὲ τὸ φρούριον Μασάδα. [253] προειστήκει δὲ τῶν κατειληφότων αὐτὸ σικαρίων δυνατὸς ἀνὴρ Ἐλεάζαρος, ἀπόγονος Ἰούδα τοῦ πείσαντος Ἰουδαίους οὐκ ὀλίγους, ὡς πρότερον δεδηλώκαμεν, μὴ ποιεῖσθαι τὰς ἀπογραφάς, ὅτε Κυρίνιος τιμητὴς εἰς τὴν Ἰουδαίαν ἐπέμφθη. [254] τότε γὰρ οἱ σικάριοι συνέστησαν ἐπὶ τοὺς ὑπακούειν Ῥωμαίων θέλοντας καὶ πάντα τρόπον ὡς πολεμίοις προσεφέροντο, τὰς μὲν κτήσεις ἁρπάζοντες καὶ περιελαύνοντες, ταῖς δ' οἰκήκεσιν αὐτῶν πῦρ ἐνιέντες· [255] οὐδὲν γὰρ ἀλλοφύλων αὐτοὺς ἔφασκον διαφέρειν οὕτως ἀγεννῶς τὴν περιμάχητον Ἰουδαίοις ἐλευθερίαν προεμένους καὶ δουλείαν αἱρεῖσθαι τὴν ὑπὸ Ῥωμαίοις ἀνωμολογηκότας. [256] ἦν δ' ἄρα τοῦτο πρόφασις εἰς παρακάλυμμα τῆς ὠμότητος καὶ τῆς πλεονεξίας ὑπ' αὐτῶν λεγόμενον· σαφὲς δὲ διὰ τῶν ἔργων ἐποίησαν. [257] οἱ μὲν γὰρ αὐτοῖς τῆς ἀποστάσεως ἐκοινώνησαν καὶ τοῦ πρὸς Ῥωμαίους συνήραντο πολέμου Καὶ παρ' ἐκείνων δὲ τολμήματα χείρω πρὸς αὐτοὺς ἐγένετο, [258] κἀπὶ τῶι ψεύδεσθαι πάλιν τὴν πρόφασιν ἐξελεγχόμενοι μᾶλλον ἐκάκουν τοὺς τὴν πονηρίαν αὐτῶν διὰ τῆς δικαιολογίας ὀνειδίζοντας. [259] ἐγένετο γάρ πως ὁ χρόνος ἐκεῖνος παντοδαπῆς ἐν τοῖς Ἰουδαίοις πονηρίας πολύφορος, ὡς μηδὲν κακίας ἔργον ἄπρακτον καταλιπεῖν, μηδ' εἴ τι ἐπίνοια διαπλάττειν ἐθελήσειεν, ἔχειν ἄν τι καινότερον ἐξευρεῖν. [260] οὕτως ἰδίαι τε καὶ κοινῆι πάντες ἐνόσησαν, καὶ προσυπερβάλλειν ἀλλήλους ἔν τε ταῖς πρὸς θεὸν ἀσεβείαις καὶ ταῖς εἰς τοὺς πλησίον ἀδικίαις ἐφιλονείκησαν, οἱ μὲν δυνατοὶ τὰ πλήθη κακοῦντες, οἱ πολλοὶ δὲ τοὺς δυνατοὺς ἀπολλύναι σπεύδοντες· [261] ἦν γὰρ ἐκείνοις μὲν ἐπιθυμία τοῦ τυραννεῖν, τοῖς δὲ τοῦ βιάζεσθαι καὶ τὰ τῶν εὐπόρων διαρπάζειν. [262] πρῶτον οὖν οἱ σικάριοι τῆς παρανομίας καὶ τῆς πρὸς τοὺς συγγενεῖς ἤρξαντο ὠμότητος, μήτε λόγον ἄρρητον εἰς ὕβριν μήτ' ἔργον ἀπείρατον εἰς ὄλεθρον τῶν ἐπιβουλευθέντων παραλιπόντες. [263] ἀλλὰ καὶ τούτους Ἰωάννης ἀπέδειξεν αὐτοῦ μετριωτέρους· οὐ γὰρ μόνον ἀνήιρει πάντας ὅσοι τὰ δίκαια καὶ συμφέροντα συνεβούλευον, καθάπερ ἐχθίστοις μάλιστα δὴ τῶν πολιτῶν τοῖς τοιούτοις προσφερόμενος, ἀλλὰ καὶ κοινῆι τὴν πατρίδα μυρίων ἐνέπλησε κακῶν, οἷα πράξειν ἔμελλεν ἄνθρωπος ἤδη καὶ τὸν θεὸν ἀσεβεῖν τετολμηκώς· [264] τράπεζάν τε γὰρ ἄθεσμον παρετίθετο καὶ τὴν νενομισμένην καὶ πάτριον ἐξεδιήιτησεν ἁγνείαν, ἵν' ἦι μηκέτι θαυμαστόν, εἰ τὴν πρὸς ἀνθρώπους ἡμερότητα καὶ κοινωνίαν οὐκ ἐτήρησεν ὁ τῆς πρὸς θεὸν εὐσεβείας οὕτω καταμανείς. [265] πάλιν τοίνυν ὁ Γιώρα Σίμων τί κακὸν οὐκ ἔδρασεν; ἢ ποίας ὕβρεως ἐλευθέρων ἀπέσχοντο σωμάτων οἳ τοῦτον ἀνέδειξαν τύραννον; [266] ποία δὲ αὐτοὺς φιλία, ποία δὲ συγγένεια πρὸς τοὺς ἐφ' ἑκάστης ἡμέρας φόνους οὐχὶ θρασυτέρους ἐποίησε; τὸ μὲν γὰρ τοὺς ἀλλοτρίους κακῶς ποιεῖν ἀγεννοῦς ἔργον πονηρίας [εἶναι] ὑπελάμβανον, λαμπρὰν δὲ φέρειν ἐπίδειξιν ἡγοῦντο τὴν ἐν τοῖς οἰκειοτάτοις ὠμότητα. [267] παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν ἡ τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος τι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν, [268] καὶ τὴν τελεωτάτην εἰσήγαγον διὰ πάντων ἀνομίαν, ἐν ἧι τὸ τῶν ζηλωτῶν κληθέντων γένος ἤκμασεν, οἳ τὴν προσηγορίαν τοῖς ἔργοις ἐπηλήθευσαν· [269] πᾶν γὰρ κακίας ἔργον ἐξεμιμήσαντο, μηδ' εἴ τι πρότερον προϋπάρχον ἡ μνήμη παραδέδωκεν αὐτοὶ παραλιπόντες ἀζήλωτον. [270] καίτοι τὴν προσηγορίαν αὑτοῖς ἀπὸ τῶν ἐπ' ἀγαθῶι ζηλουμένων ἐπέθεσαν, ἢ κατειρωνευόμενοι τῶν ἀδικουμένων διὰ τὴν αὐτῶν θηριώδη φύσιν ἢ τὰ μέγιστα τῶν κακῶν ἀγαθὰ νομίζοντες. [271] τοιγαροῦν προσῆκον ἕκαστοι τὸ τέλος εὕροντο τοῦ θεοῦ τὴν ἀξίαν ἐπὶ πᾶσιν αὐτοῖς τιμωρίαν βραβεύσαντος· [272] ὅσας γὰρ ἀνθρώπου δύναται φύσις κολάσεις ὑπομεῖναι, πᾶσαι κατέσκηψαν εἰς αὐτοὺς μέχρι καὶ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, ἣν ὑπέμειναν ἐν πολυτρόποις αἰκίαις ἀποθανόντες. [273] οὐ μὴν ἀλλὰ φαίη τις ἂν αὐτοὺς ἐλάττω παθεῖν ὧν ἔδρασαν· τὸ γὰρ δικαίως ἐπ' αὐτῶν οὐ προσῆν. [274] τοὺς δὲ ταῖς ἐκείνων ὠμότησι περιπεσόντας οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ κατὰ τὴν ἀξίαν ὀδύρεσθαι· πάλιν οὖν ἐπάνειμι πρὸς τὸ καταλειπόμενον μέρος τῆς διηγήσεως. 

2. [275] Ἐπὶ γὰρ τὸν Ἐλεάζαρον καὶ τοὺς κατέχοντας σὺν αὐτῶι τὴν Μασάδαν σικαρίους ὁ τῶν Ῥωμαίων στρατηγὸς ἧκε τὰς δυνάμεις ἄγων, καὶ τῆς μὲν χώρας ἁπάσης εὐθὺς ἐκράτει φρουρὰς ἐν τοῖς ἐπικαιροτάτοις αὐτῆς μέρεσιν ἐγκαταστήσας, [276] τεῖχος δὲ περιέβαλε κύκλωι περὶ πᾶν τὸ φρούριον, ὅπως μηδενὶ τῶν πολιορκουμένων ἦι ῥάιδιον διαφυγεῖν, καὶ διανέμει τοὺς φυλάξοντας. [277] αὐτὸς δὲ καταστρατοπεδεύει τόπον ὡς μὲν πρὸς τὴν πολιορκίαν ἐπιτηδειότατον ἐκλαβών, καθ' ὃν αἱ τοῦ φρουρίου πέτραι τῶι πλησίον ὄρει συνήγγιζον, ἄλλως δὲ πρὸς ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον· [278] οὐ γὰρ ἡ τροφὴ μόνον πόρρωθεν ἐκομίζετο καὶ σὺν μεγάληι ταλαιπωρίαι τῶν ἐπὶ τοῦτο τεταγμένων Ἰουδαίων, ἀλλὰ καὶ τὸ ποτὸν ἦν ἀγώγιμον [εἰς τὸ στρατόπεδον] τοῦ τόπου μηδεμίαν ἐγγὺς πηγὴν ἀναδιδόντος. [279] ταῦτ' οὖν προοικονομησάμενος ὁ Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος· 

3. [280] Πέτραν οὐκ ὀλίγην τῆι περιόδωι καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσηι βάσει ζώιων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον οὐκ εὐμαρῆ παρεικούσης. [281] ἔστι δὲ τῶν ὁδῶν ἡ μὲν ἀπὸ τῆς Ἀσφαλτίτιδος λίμνης πρὸς ἥλιον ἀνίσχοντα, καὶ πάλιν ἀπὸ τῆς δύσεως ἧι ῥᾶιον πορευθῆναι. [282] καλοῦσι δὲ τὴν ἑτέραν ὄφιν, τῆι στενότητι προσεικάσαντες καὶ τοῖς συνεχέσιν ἑλιγμοῖς· κλᾶται γὰρ περὶ τὰς τῶν κρημνῶν ἐξοχὰς καὶ πολλάκις εἰς αὑτὴν ἀνατρέχουσα καὶ κατὰ μικρὸν αὖθις ἐκμηκυνομένη μόλις ψαύει τοῦ πρόσω. [283] δεῖ δὲ παραλλὰξ τὸν δι' αὐτῆς βαδίζοντα τὸν ἕτερον τῶν ποδῶν ἐρείδεσθαι. ἔστι δὲ πρόδηλος ὄλεθρος· ἑκατέρωθεν γὰρ βάθος κρημνῶν ὑποκέχηνε τῆι φοβερότητι πᾶσαν εὐτολμίαν ἐκπλῆξαι δυνάμενον. [284] διὰ τοιαύτης οὖν ἐλθόντι σταδίους τριάκοντα κορυφὴ τὸ λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλ' ὥστ' εἶναι κατ' ἄκρας ἐπίπεδον. [285] ἐπὶ ταύτηι πρῶτον μὲν ὁ ἀρχιερεὺς ὠικοδομήσατο φρούριον Ἰωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δ' Ἡρώδηι τῶι βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς ἡ τοῦ χωρίου κατασκευή. [286] τεῖχός τε γὰρ ἤγειρε περὶ πάντα τὸν κύκλον τῆς κορυφῆς ἑπτὰ σταδίων ὄντα λευκοῦ μὲν λίθου πεποιημένον, ὕψος δὲ δώδεκα καὶ πλάτος ὀκτὼ πήχεις ἔχον, [287] τριάκοντα δὲ αὐτῶι καὶ ἑπτὰ πύργοι πεντηκονταπήχεις ἀνειστήκεσαν, ἐξ ὧν ἦν εἰς οἰκήματα διελθεῖν περὶ πᾶν τὸ τεῖχος ἔνδον ὠικοδομημένα. [288] τὴν γὰρ κορυφὴν πίονα καὶ πεδίου παντὸς οὖσαν μαλακωτέραν ἀνῆκεν εἰς γεωργίαν ὁ βασιλεύς, ἵν' εἴ ποτε τῆς ἔξωθεν τροφῆς ἀπορία γένοιτο, μηδὲ ταύτηι κάμοιεν οἱ τὴν αὐτῶν σωτηρίαν τῶι φρουρίωι πεπιστευκότες. [289] καὶ βασίλειον δὲ κατεσκεύασεν ἐν αὐτῶι κατὰ τὴν ἀπὸ τῆς ἑσπέρας ἀνάβασιν, ὑποκάτω μὲν τῶν τῆς ἄκρας τειχῶν, πρὸς δὲ τὴν ἄρκτον ἐκκλίνον. τοῦ δὲ βασιλείου τὸ τεῖχος ἦν ὕψει μέγα καὶ καρτερόν, πύργους ἔχον ἑξηκονταπήχεις ἐγγωνίους τέτταρας. [290] ἥ τε τῶν οἰκημάτων ἔνδον καὶ στοῶν καὶ βαλανείων κατασκευὴ παντοία καὶ πολυτελὴς ἦν, κιόνων μὲν ἁπανταχοῦ μονολίθων ὑφεστηκότων, τοίχων δὲ καὶ τῶν ἐν τοῖς οἰκήμασιν ἐδάφων λίθου στρώσει πεποικιλμένων. [291] πρὸς ἕκαστον δὲ τῶν οἰκουμένων τόπων ἄνω τε καὶ περὶ τὸ βασίλειον καὶ πρὸ τοῦ τείχους πολλοὺς καὶ μεγάλους ἐτετμήκει λάκκους ἐν ταῖς πέτραις φυλακτῆρας ὑδάτων, μηχανώμενος εἶναι χορηγίαν ὅση τῶι ἐκ πηγῶν ἐστι χρωμένοις. [292] ὀρυκτὴ δ' ὁδὸς ἐκ τοῦ βασιλείου πρὸς ἄκραν τὴν κορυφὴν ἀνέφερε τοῖς ἔξωθεν ἀφανής. οὐ μὴν οὐδὲ ταῖς φανεραῖς ὁδοῖς ἦν οἷόν τε χρήσασθαι ῥαιδίως πολεμίους· [293] ἡ μὲν γὰρ ἑώια διὰ τὴν φύσιν, ὡς προείπαμεν, ἐστὶν ἄβατος, τὴν δ' ἀπὸ τῆς ἑσπέρας μεγάλωι κατὰ τὸ στενότατον πύργωι διετείχισεν ἀπέχοντι τῆς ἄκρας πήχεων οὐκ ἔλαττον διάστημα χιλίων, ὃν οὔτε παρελθεῖν δυνατὸν ἦν οὔτε ῥάιδιον ἑλεῖν· δυσέξοδος δὲ καὶ τοῖς μετὰ ἀδείας βαδίζουσιν ἐπεποίητο. [294] οὕτως μὲν οὖν πρὸς τὰς τῶν πολεμίων ἐφόδους φύσει τε καὶ χειροποιήτως τὸ φρούριον ὠχύρωτο. 

4. [295] Τῶν δ' ἔνδον ἀποκειμένων παρασκευῶν ἔτι μᾶλλον ἄν τις ἐθαύμασε τὴν λαμπρότητα καὶ τὴν διαμονήν· [296] σῖτός τε γὰρ ἀπέκειτο πολὺς καὶ πολὺν χρόνον ἀρκεῖν ἱκανώτατος οἶνός τε πολὺς ἦν καὶ ἔλαιον, ἔτι δὲ παντοῖος ὀσπρίων καρπὸς καὶ φοίνικες ἐσεσώρευντο. [297] πάντα δὲ εὗρεν ὁ Ἐλεάζαρος τοῦ φρουρίου μετὰ τῶν σικαρίων ἐγκρατὴς δόλωι γενόμενος ἀκμαῖα καὶ μηδὲν τῶν νεωστὶ κειμένων ἀποδέοντα· καίτοι σχεδὸν ἀπὸ τῆς παρασκευῆς εἰς τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν ἑκατὸν ἦν χρόνος ἐτῶν· ἀλλὰ καὶ Ῥωμαῖοι τοὺς περιλειφθέντας τῶν καρπῶν εὗρον ἀδιαφθόρους. [298] αἴτιον δ' οὐκ ἂν ἁμάρτοι τις ὑπολαμβάνων εἶναι τὸν ἀέρα τῆς διαμονῆς ὕψει τῶι περὶ τὴν ἄκραν πάσης ὄντα γεώδους καὶ θολερᾶς ἀμιγῆ κράσεως. [299] εὑρέθη δὲ καὶ παντοίων πλῆθος ὅπλων ὑπὸ τοῦ βασιλέως ἀποτεθησαυρισμένων, ὡς ἀνδράσιν ἀρκεῖν μυρίοις, ἀργός τε σίδηρος καὶ χαλκὸς ἔτι δὲ καὶ μόλιβος, ἅτε δὴ τῆς παρασκευῆς ἐπὶ μεγάλαις αἰτίαις γενομένης· [300] λέγεται γὰρ αὑτῶι τὸν Ἡρώδην τοῦτο τὸ φρούριον εἰς ὑποφυγὴν ἑτοιμάζειν διπλοῦν ὑφορώμενον κίνδυνον, τὸν μὲν παρὰ τοῦ πλήθους τῶν Ἰουδαίων, μὴ καταλύσαντες ἐκεῖνον τοὺς πρὸ αὐτοῦ βασιλέας ἐπὶ τὴν ἀρχὴν καταγάγωσι, τὸν μείζω δὲ καὶ χαλεπώτερον ἐκ τῆς βασιλευούσης Αἰγύπτου Κλεοπάτρας. [301] αὕτη γὰρ τὴν αὑτῆς γνώμην οὐκ ἐπεῖχεν, ἀλλὰ πολλάκις Ἀντωνίωι λόγους προσέφερε τὸν μὲν Ἡρώδην ἀνελεῖν ἀξιοῦσα, χαρίσασθαι δ' αὐτῆι τὴν βασιλείαν τῶν Ἰουδαίων δεομένη. [302] καὶ μᾶλλον ἄν τις ἐθαύμασεν, ὅτι μηδέπω τοῖς προστάγμασιν Ἀντώνιος ὑπακηκόει κακῶς ὑπὸ τοῦ πρὸς αὐτὴν ἔρωτος δεδουλωμένος, οὐχ ὅτι περὶ τοῦ μὴ χαρίσασθαι προσεδόκησεν. [303] διὰ τοιούτους μὲν φόβους Ἡρώδης Μασάδαν κατεσκευασμένος ἔμελλεν Ῥωμαίοις ἀπολείψειν ἔργον τοῦ πρὸς Ἰουδαίους πολέμου τελευταῖον. 

5. [304] Ἐπεὶ γὰρ ἔξωθεν ἤδη περιτετειχίκει πάντα τὸν τόπον ὁ τῶν Ῥωμαίων, ὡς προείπαμεν, ἡγεμών, καὶ τοῦ μή τινα ἀποδρᾶναι πρόνοιαν ἐπεποίητο τὴν ἀκριβεστάτην, ἐνεχείρει τῆι πολιορκίαι μόνον εὑρὼν ἕνα τόπον ἐπιβολὴν χωμάτων δέξασθαι δυνάμενον. [305] μετὰ γὰρ τὸν διατειχίζοντα πύργον τὴν ἀπὸ τῆς δύσεως ὁδὸν ἄγουσαν εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῶι πλάτει καὶ πολὺ προκύπτουσα, τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω· Λευκὴν δ' αὐτὴν ὠνόμαζον. [306] ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν ὁ Σίλβας ἐκέλευε τὸν στρατὸν χοῦν ἐπιφέρειν. τῶν δὲ προθύμως καὶ μετὰ πολλῆς χειρὸς ἐργαζομένων στερεὸν εἰς διακοσίους πήχεις ὑψώθη τὸ χῶμα. [307] οὐ μὴν οὔτε βέβαιον οὔτε αὔταρκες ἐδόκει τοῦτο τὸ μέτρον εἶναι τοῖς μηχανήμασιν εἰς ἐπιβάθραν, ἀλλ' ἐπ' αὐτοῦ βῆμα λίθων μεγάλων συνηρμοσμένων ἐποιήθη πεντήκοντα πήχεων εὖρός τε καὶ ὕψος. [308] ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δ' ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι, [309] καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρωι καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν. [310] ἐν ταὐτῶι δὲ καὶ κριὸν ὁ Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῶι τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλ' οὖν ἀναρρήξας τι μέρος κατήρειψε. [311] φθάνουσι δ' οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, ὃ μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι· μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῶιδε τρόπωι κατεσκεύασαν. [312] δοκοὺς μεγάλας ἐπὶ μῆκος προσεχεῖς ἀλλήλαις κατὰ τὴν τομὴν συνέθεσαν. δύο δὲ ἦσαν τούτων στίχοι παράλληλοι τοσοῦτον διεστῶτες ὅσον εἶναι πλάτος τείχους, καὶ μέσον ἀμφοῖν τὸν χοῦν ἐνεφόρουν. [313] ὅπως δὲ μηδὲ ὑψουμένου τοῦ χώματος ἡ γῆ διαχέοιτο, πάλιν ἑτέραις δοκοῖς ἐπικαρσίαις τὰς κατὰ μῆκος κειμένας διέδεον. [314] ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίαι τὸ ἔργον παραπλήσιον, τῶν μηχανημάτων δ' αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῶι σάλωι συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον. [315] τοῦτο συνιδὼν ὁ Σίλβας πυρὶ μᾶλλον αἱρήσειν ἐνόμιζεν τὸ τεῖχος, καὶ τοῖς στρατιώταις προσέταττε λαμπάδας αἰθομένας ἀθρόους ἐσακοντίζειν. [316] τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῆι χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν. [317] ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς Ῥωμαίοις φοβερὸς ἦν· ἄνωθεν γὰρ ἀποστρέφων ἐπ' ἐκείνους ἤλαυνε τὴν φλόγα, καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν· [318] ἔπειτα δ' αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῶι τείχει φέρων αὐτὴν προσέβαλε, καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο. [319] Ῥωμαῖοι μὲν οὖν τῆι παρὰ τοῦ θεοῦ συμμαχίαι κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθ' ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο, μή τινες αὐτῶν λάθωσιν ἀποδράντες. 

6. [320] Οὐ μὴν οὔτε αὐτὸς Ἐλεάζαρος ἐν νῶι δρασμὸν ἔλαβεν οὔτε ἄλλωι τινὶ τοῦτο ποιεῖν ἔμελλεν ἐπιτρέψειν. [321] ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον, ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδ' ἀλκῆς ἐπινοῶν, ἃ δὲ ἔμελλον Ῥωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας [αὐτῶν=, εἰ κρατήσειαν, ὑπ' ὀφθαλμοὺς αὑτῶι τιθέμενος, θάνατον κατὰ πάντων ἐβουλεύσατο. [322] καὶ τοῦτο κρίνας ἐκ τῶν παρόντων ἄριστον, τοὺς ἀνδρωδεστάτους τῶν ἑταίρων συναγαγὼν τοιούτοις ἐπὶ τὴν πρᾶξιν λόγοις παρεκάλει· [323] «πάλαι διεγνωκότας ἡμᾶς, ἄνδρες ἀγαθοί, μήτε Ῥωμαίοις μήτ' ἄλλωι τινὶ δουλεύειν ἢ θεῶι, μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης, ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς ἔργοις. [324] πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες, νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους, εἰ ζῶντες ὑπὸ Ῥωμαίοις ἐσόμεθα· πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι. [325] νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν, ὅπερ ἄλλοις οὐκ ἐγένετο παρ' ἐλπίδα κρατηθεῖσιν. [326] ἡμῖν δὲ πρόδηλος μέν ἐστιν ἡ γενησομένη μεθ' ἡμέραν ἅλωσις, ἐλευθέρα δὲ ἡ τοῦ γενναίου θανάτου μετὰ τῶν φιλτάτων αἵρεσις. οὔτε γὰρ τοῦτ' ἀποκωλύειν οἱ πολέμιοι δύνανται πάντως εὐχόμενοι ζῶντας ἡμᾶς παραλαβεῖν, οὔθ' ἡμεῖς ἐκείνους ἔτι νικᾶν μαχόμενοι. [327] ἔδει μὲν γὰρ εὐθὺς ἴσως ἐξ ἀρχῆς, ὅτε τῆς ἐλευθερίας ἡμῖν ἀντιποιεῖσθαι θελήσασι πάντα καὶ παρ' ἀλλήλων ἀπέβαινε χαλεπὰ καὶ παρὰ τῶν πολεμίων χείρω, τῆς τοῦ θεοῦ γνώμης στοχάζεσθαι καὶ γινώσκειν, ὅτι τὸ πάλαι φίλον αὐτῶι φῦλον Ἰουδαίων κατέγνωστο· [328] μένων γὰρ εὐμενὴς ἢ μετρίως γοῦν ἀπηχθημένος, οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον, προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων. [329] ἡμεῖς δ' ἄρα καὶ μόνοι τοῦ παντὸς Ἰουδαίων γένους ἠλπίσαμεν περιέσεσθαι τὴν ἐλευθερίαν φυλάξαντες, ὥσπερ ἀναμάρτητοι πρὸς τὸν θεὸν γενόμενοι καὶ μηδεμιᾶς μετασχόντες , Οἳ καὶ τοὺς ἄλλους ἐδιδάξαμεν; [330] τοιγαροῦν ὁρᾶτε, πῶς ἡμᾶς ἐλέγχει μάταια προσδοκήσαντας κρείττονα τῶν ἐλπίδων τὴν ἐν τοῖς δεινοῖς ἀνάγκην ἐπαγαγών· [331] οὐδὲ γὰρ ἡ τοῦ φρουρίου φύσις ἀνάλωτος οὖσα πρὸς σωτηρίαν ὠφέληκεν, ἀλλὰ καὶ τροφῆς ἀφθονίαν καὶ πλῆθος ὅπλων καὶ τὴν ἄλλην ἔχοντες παρασκευὴν περιττεύουσαν ὑπ' αὐτοῦ περιφανῶς τοῦ θεοῦ τὴν ἐλπίδα τῆς σωτηρίας ἀφηιρήμεθα. [332] τὸ γὰρ πῦρ εἰς τοὺς πολεμίους φερόμενον οὐκ αὐτομάτως ἐπὶ τὸ κατασκευασθὲν τεῖχος ὑφ' ἡμῶν ἀνέστρεψεν, ἀλλ' ἔστι ταῦτα χόλος πολλῶν ἀδικημάτων, ἃ μανέντες εἰς τοὺς ὁμοφύλους ἐτολμήσαμεν. [333] ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις Ῥωμαίοις δίκας ἀλλὰ τῶι θεῶι δι' ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι· [334] θνησκέτωσαν γὰρ γυναῖκες ἀνύβριστοι καὶ παῖδες δουλείας ἀπείρατοι, μετὰ δ' αὐτοὺς ἡμεῖς εὐγενῆ χάριν ἀλλήλοις παράσχωμεν καλὸν ἐντάφιον τὴν ἐλευθερίαν φυλάξαντες. [335] πρότερον δὲ καὶ τὰ χρήματα καὶ τὸ φρούριον πυρὶ διαφθείρωμεν· λυπηθήσονται γὰρ Ῥωμαῖοι, σαφῶς οἶδα, μήτε τῶν ἡμετέρων σωμάτων κρατήσαντες καὶ τοῦ κέρδους ἁμαρτόντες. [336] τὰς τροφὰς μόνας ἐάσωμεν· αὗται γὰρ ἡμῖν τεθνηκόσι μαρτυρήσουσιν ὅτι μὴ κατ' ἔνδειαν ἐκρατήθημεν, ἀλλ' ὥσπερ ἐξ ἀρχῆς διέγνωμεν, θάνατον ἑλόμενοι πρὸ δουλείας.» 

7. [337] Ταῦτα Ἐλεάζαρος ἔλεγεν. οὐ μὴν κατ' αὐτὸ ταῖς γνώμαις προσέπιπτε τῶν παρόντων, ἀλλ' οἱ μὲν ἔσπευδον ὑπακούειν καὶ μόνον οὐχ ἡδονῆς ἐνεπίμπλαντο καλὸν εἶναι τὸν θάνατον νομίζοντες, [338] τοὺς δ' αὐτῶν μαλακωτέρους γυναικῶν καὶ γενεᾶς οἶκτος εἰσήιει, πάντως δὲ καὶ τῆς ἑαυτῶν προδήλου τελευτῆς εἰς ἀλλήλους ἀποβλέποντες τοῖς δακρύοις τὸ μὴ βουλόμενον τῆς γνώμης ἐσήμαινον. [339] τούτους ἰδὼν Ἐλεάζαρος ἀποδειλιῶντας καὶ πρὸς τὸ μέγεθος τοῦ βουλεύματος τὰς ψυχὰς ὑποκλωμένους ἔδεισε, μή ποτε καὶ τοὺς ἐρρωμένως τῶν λόγων ἀκούσαντας αὐτοὶ συνεκθηλύνωσι ποτνιώμενοι καὶ δακρύοντες. [340] οὔκουν ἀνῆκε τὴν παρακέλευσιν, ἀλλ' αὑτὸν ἐπεγείρας καὶ πολλοῦ λήματος πλήρης γενόμενος λαμπροτέροις ἐνεχείρει λόγοις περὶ ψυχῆς ἀθανασίας, [341] μέγα τε σχετλιάσας καὶ τοῖς δακρύουσιν ἀτενὲς ἐμβλέψας «ἦ πλεῖστον, εἶπεν, ἐψεύσθην νομίζων ἀνδράσιν ἀγαθοῖς τῶν ὑπὲρ τῆς ἐλευθερίας ἀγώνων συναρεῖσθαι, ζῆν καλῶς ἢ τεθνάναι διεγνωκόσιν. [342] ὑμεῖς δὲ ἦτε τῶν τυχόντων οὐδὲν εἰς ἀρετὴν οὐδ' εὐτολμίαν διαφέροντες, οἵ γε καὶ τὸν ἐπὶ μεγίστων ἀπαλλαγῆι κακῶν φοβεῖσθε θάνατον δέον ὑπὲρ τούτου μήτε μελλῆσαι μήτε σύμβουλον ἀναμεῖναι. [343] πάλαι γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης αἰσθήσεως παιδεύοντες ἡμᾶς οἱ πάτριοι καὶ θεῖοι λόγοι διετέλουν ἔργοις τε καὶ φρονήμασι τῶν ἡμετέρων προγόνων αὐτοὺς βεβαιούντων, ὅτι συμφορὰ τὸ ζῆν ἐστιν ἀνθρώποις, οὐχὶ θάνατος. [344] οὗτος μὲν γὰρ ἐλευθερίαν διδοὺς ψυχαῖς εἰς τὸν οἰκεῖον καὶ καθαρὸν ἀφίησι τόπον ἀπαλλάσσεσθαι πάσης συμφορᾶς ἀπαθεῖς ἐσομένας, ἕως δέ εἰσιν ἐν σώματι θνητῶι δεδεμέναι καὶ τῶν τούτου κακῶν συναναπίμπλανται, τἀληθέστατον εἰπεῖν, τεθνήκασι· [345] κοινωνία γὰρ θείωι πρὸς θνητὸν ἀπρεπής ἐστι. μέγα μὲν οὖν δύναται ψυχὴ καὶ σώματι συνδεδεμένη· ποιεῖ γὰρ αὐτῆς ὄργανον αἰσθανόμενον ἀοράτως αὐτὸ κινοῦσα καὶ θνητῆς φύσεως περαιτέρω προάγουσα ταῖς πράξεσιν· [346] οὐ μὴν ἀλλ' ἐπειδὰν ἀπολυθεῖσα τοῦ καθέλκοντος αὐτὴν βάρους ἐπὶ γῆν καὶ προσκρεμαμένου χῶρον ἀπολάβηι τὸν οἰκεῖον, τότε δὴ μακαρίας ἰσχύος καὶ πανταχόθεν ἀκωλύτου μετέχει δυνάμεως, ἀόρατος μένουσα τοῖς ἀνθρωπίνοις ὄμμασιν ὥσπερ αὐτὸς ὁ θεός· [347] οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται· πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται, μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον, αἰτία δὲ σώματι γινομένη μεταβολῆς. [348] ὅτου γὰρ ἂν ψυχὴ προσψαύσηι, τοῦτο ζῆι καὶ τέθηλεν, ὅτου δ' ἂν ἀπαλλαγῆι, μαρανθὲν ἀποθνήσκει· τοσοῦτον αὐτῆι περίεστιν ἀθανασίας. [349] ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον, ἐν ὧι ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφ' αὑτῶν γενόμεναι, θεῶι δ' ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι, πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι. [350] τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνωι γινομένην ἀνάπαυσιν ἀγαπῶντας; πῶς δ' οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῶι ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς; [351] ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος· οὐ μὴν ἀλλ' εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως, βλέψωμεν εἰς Ἰνδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους. [352] ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῆι φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι, [353] σπεύδουσι δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σωμάτων, καὶ μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδ' ἐξελαύνοντος πόθωι τῆς ἀθανάτου διαίτης προλέγουσι μὲν τοῖς ἄλλοις ὅτι μέλλουσιν ἀπιέναι, καὶ ἔστιν ὁ κωλύσων οὐδείς, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους ἕκαστοι διδόασιν ἐπιστολάς· [354] οὕτως βεβαίαν καὶ ἀληθεστάτην ταῖς ψυχαῖς τὴν μετ' ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. [355] οἱ δ' ἐπειδὰν ἐπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καὶ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τελευτῶσιν· [356] ῥᾶιον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλτατοι προπέμπουσιν ἢ τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστην ἀποδημίαν, καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν, ἐκείνους δὲ μακαρίζουσιν ἤδη τὴν ἀθάνατον τάξιν ἀπολαμβάνοντας. [357] ἆρ' οὖν οὐκ αἰδούμεθα χεῖρον Ἰνδῶν φρονοῦντες καὶ διὰ τῆς αὑτῶν ἀτολμίας τοὺς πατρίους νόμους, οἳ πᾶσιν ἀνθρώποις εἰς ζῆλον ἥκουσιν, αἰσχρῶς ὑβρίζοντες; [358] ἀλλ' εἴ γε καὶ τοὺς ἐναντίους ἐξ ἀρχῆς λόγους ἐπαιδεύθημεν, ὡς ἄρα μέγιστον ἀγαθὸν ἀνθρώποις ἐστὶ τὸ ζῆν συμφορὰ δ' ὁ θάνατος, ὁ γοῦν καιρὸς ἡμᾶς παρακαλεῖ φέρειν εὐκαρδίως αὐτὸν θεοῦ γνώμηι καὶ κατ' ἀνάγκας τελευτήσαντας· [359] πάλαι γάρ, ὡς ἔοικε, κατὰ τοῦ κοινοῦ παντὸς Ἰουδαίων γένους ταύτην ἔθετο τὴν ψῆφον ὁ θεός, ὥσθ' ἡμᾶς τοῦ ζῆν ἀπηλλάχθαι μὴ μέλλοντας αὐτῶι χρῆσθαι κατὰ τρόπον. [360] μὴ γὰρ αὐτοῖς ὑμῖν ἀνάπτετε τὰς αἰτίας μηδὲ χαρίζεσθε τοῖς Ῥωμαίοις, ὅτι πάντας ἡμᾶς ὁ πρὸς αὐτοὺς πόλεμος διέφθειρεν· οὐ γὰρ ἐκείνων ἰσχύι ταῦτα συμβέβηκεν, ἀλλὰ κρείττων αἰτία γενομένη τὸ δοκεῖν ἐκείνοις νικᾶν παρέσχηκε. [361] ποίοις γὰρ ὅπλοις Ῥωμαίων τεθνήκασιν οἱ Καισάρειαν Ἰουδαῖοι κατοικοῦντες; [362] ἀλλ' οὐδὲ μελλήσαντας αὐτοὺς ἐκείνων ἀφίστασθαι, μεταξὺ δὲ τὴν ἑβδόμην ἑορτάζοντας τὸ πλῆθος τῶν Καισαρέων ἐπιδραμὸν μηδὲ χεῖρας ἀνταίροντας ἅμα γυναιξὶ καὶ τέκνοις κατέσφαξαν, οὐδ' αὐτοὺς Ῥωμαίους ἐντραπέντες, οἳ μόνους ἡμᾶς ἡγοῦντο πολεμίους τοὺς ἀφεστηκότας. [363] ἀλλὰ φήσει τις, ὅτι Καισαρεῦσιν ἦν ἀεὶ διαφορὰ πρὸς τοὺς παρ' αὐτοῖς, καὶ τοῦ καιροῦ λαβόμενοι τὸ παλαιὸν μῖσος ἀπεπλήρωσαν. [364] τί οὖν τοὺς ἐν Σκυθοπόλει φῶμεν; ἡμῖν γὰρ ἐκεῖνοι διὰ τοὺς Ἕλληνας πολεμεῖν ἐτόλμησαν, ἀλλ' οὐ μετὰ τῶν συγγενῶν ἡμῶν Ῥωμαίους ἀμύνεσθαι. [365] πολὺ τοίνυν ὤνησεν αὐτοὺς ἡ πρὸς ἐκείνους εὔνοια καὶ πίστις· ὑπ' αὐτῶν μέντοι πανοικεσίαι πικρῶς κατεφονεύθησαν ταύτην τῆς συμμαχίας ἀπολαβόντες ἀμοιβήν· [366] ἃ γὰρ ἐκείνους ὑφ' ἡμῶν ἐκώλυσαν ταῦθ' ὑπέμειναν ὡς αὐτοὶ δρᾶσαι θελήσαντες. μακρὸν ἂν εἴη νῦν ἰδίαι περὶ ἑκάστων λέγειν· [367] ἴστε γὰρ ὅτι τῶν ἐν Συρίαι πόλεων οὐκ ἔστιν ἥτις τοὺς παρ' αὐτῆι κατοικοῦντας Ἰουδαίους οὐκ ἀνήιρηκεν, ἡμῖν πλέον ἢ Ῥωμαίοις ὄντας πολεμίους· [368] ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. [369] τὸ δ' ἐν Αἰγύπτωι πλῆθος τῶν μετ' αἰκίας ἀνηιρημένων ἕξ που μυριάδας ὑπερβάλλειν ἐπυνθανόμεθα. κἀκεῖνοι μὲν ἴσως ἐπ' ἀλλοτρίας γῆς οὐδὲν ἀντίπαλον εὑράμενοι τοῖς πολεμίοις οὕτως ἀπέθανον, τοῖς δ' ἐπὶ τῆς οἰκείας τὸν πρὸς Ῥωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε; [370] καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν. [371] ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη· πάντα γὰρ ἥλω, καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν, ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην, οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα. [372] καὶ τοὺς μὲν ἐν ταῖς μάχαις ἀποθνήσκοντας εὐδαιμονίζειν προσῆκον· ἀμυνόμενοι γὰρ καὶ τὴν ἐλευθερίαν οὐ προέμενοι τεθνήκασι· τὸ δὲ πλῆθος τῶν ὑπὸ Ῥωμαίοις γενομένων τίς οὐκ ἂν ἐλεήσειε; τίς οὐκ ἂν ἐπειχθείη πρὸ τοῦ ταὐτὰ παθεῖν ἐκείνοις ἀποθανεῖν; [373] ὧν οἱ μὲν στρεβλούμενοι καὶ πυρὶ καὶ μάστιξιν αἰκιζόμενοι τεθνήκασιν, οἱ δ' ἀπὸ θηρίων ἡμίβρωτοι πρὸς δευτέραν αὐτοῖς τροφὴν ζῶντες ἐφυλάχθησαν, γέλωτα καὶ παίγνιον τοῖς πολεμίοις παρασχόντες. [374] ἐκείνων μὲν οὖν ἀθλιωτάτους ὑποληπτέον τοὺς ἔτι ζῶντας, οἳ πολλάκις εὐχόμενοι τὸν θάνατον λαβεῖν οὐκ ἔχουσιν. [375] ποῦ δ' ἡ μεγάλη πόλις, ἡ τοῦ παντὸς Ἰουδαίων γένους μητρόπολις, ἡ τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις, τοσαῦτα δ' αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη, μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς, τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν ὑπὲρ αὐτῆς μαχομένων; [376] ποῦ γέγονεν ἡμῖν ἡ τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη; πρόρριζος ἐκ βάθρων ἀνήρπασται, καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνηιρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν. [377] πρεσβῦται δὲ δύστηνοι τῆι σποδῶι τοῦ τεμένους παρακάθηνται καὶ γυναῖκες ὀλίγαι πρὸς ὕβριν αἰσχίστην ὑπὸ τῶν πολεμίων τετηρημέναι. [378] ταῦτα τίς ἐν νῶι βαλλόμενος ἡμῶν καρτερήσει τὸν ἥλιον ὁρᾶν, κἂν δύνηται ζῆν ἀκινδύνως; τίς οὕτω τῆς πατρίδος ἐχθρός, ἢ τίς οὕτως ἄνανδρος καὶ φιλόψυχος, ὡς μὴ καὶ περὶ τοῦ μέχρι νῦν ζῆσαι μετανοεῖν; [379] ἀλλ' εἴθε πάντες ἐτεθνήκειμεν πρὶν τὴν ἱερὰν ἐκείνην πόλιν χερσὶν ἰδεῖν κατασκαπτομένην πολεμίων, πρὶν τὸν ναὸν τὸν ἅγιον οὕτως ἀνοσίως ἐξορωρυγμένον. [380] ἐπεὶ δὲ ἡμᾶς οὐκ ἀγεννὴς ἐλπὶς ἐβουκόλησεν, ὡς τάχα που δυνήσεσθαι τοὺς πολεμίους ὑπὲρ αὐτῆς ἀμύνασθαι, φρούδη δὲ γέγονε νῦν καὶ μόνους ἡμᾶς ἐπὶ τῆς ἀνάγκης καταλέλοιπεν, σπεύσωμεν καλῶς ἀποθανεῖν, ἐλεήσωμεν ἡμᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας, ἕως ἡμῖν ἔξεστιν παρ' ἡμῶν αὐτῶν λαβεῖν τὸν ἔλεον. [381] ἐπὶ μὲν γὰρ θάνατον ἐγεννήθημεν καὶ τοὺς ἐξ αὑτῶν ἐγεννήσαμεν, καὶ τοῦτον οὐδὲ τοῖς εὐδαιμονοῦσιν ἔστι διαφυγεῖν· [382] ὕβρις δὲ καὶ δουλεία καὶ τὸ βλέπειν γυναῖκας εἰς αἰσχύνην ἀγομένας μετὰ τέκνων οὐκ ἔστιν ἀνθρώποις κακὸν ἐκ φύσεως ἀναγκαῖον, ἀλλὰ ταῦτα διὰ τὴν αὐτῶν δειλίαν ὑπομένουσιν οἱ παρὸν πρὸ αὐτῶν ἀποθανεῖν μὴ θελήσαντες. [383] ἡμεῖς δὲ ἐπ' ἀνδρείαι μέγα φρονοῦντες Ῥωμαίων ἀπέστημεν καὶ τὰ τελευταῖα νῦν ἐπὶ σωτηρίαι προκαλουμένων ἡμᾶς οὐχ ὑπηκούσαμεν. [384] τίνι τοίνυν οὐκ ἔστιν ὁ θυμὸς αὐτῶν πρόδηλος, εἰ ζώντων ἡμῶν κρατήσουσιν; ἄθλιοι μὲν οἱ νέοι τῆς ῥώμης τῶν σωμάτων εἰς πολλὰς αἰκίας ἀρκέσοντες, ἄθλιοι δὲ οἱ παρηβηκότες φέρειν τῆς ἡλικίας τὰς συμφορὰς οὐ δυναμένης. [385] ὄψεταί τις γυναῖκα πρὸς βίαν ἀγομένην, φωνῆς ἐπακούσεται τέκνου πατέρα βοῶντος χεῖρας δεδεμένος. [386] ἀλλ' ἕως εἰσὶν ἐλεύθεραι καὶ ξίφος ἔχουσιν, καλὴν ὑπουργίαν ὑπουργησάτωσαν· ἀδούλωτοι μὲν ὑπὸ τῶν πολεμίων ἀποθάνωμεν, ἐλεύθεροι δὲ μετὰ τέκνων καὶ γυναικῶν τοῦ ζῆν συνεξέλθωμεν. [387] ταῦθ' ἡμᾶς οἱ νόμοι κελεύουσι, ταῦθ' ἡμᾶς γυναῖκες καὶ παῖδες ἱκετεύουσι· τούτων τὴν ἀνάγκην θεὸς ἀπέσταλκε, τούτων Ῥωμαῖοι τἀναντία θέλουσι, καὶ μή τις ἡμῶν πρὸ τῆς ἁλώσεως ἀποθάνηι δεδοίκασι. [388] σπεύσωμεν οὖν ἀντὶ τῆς ἐλπιζομένης αὐτοῖς καθ' ἡμῶν ἀπολαύσεως ἔκπληξιν τοῦ θανάτου καὶ θαῦμα τῆς τόλμης καταλιπεῖν.»