BIBLIOTHECA AUGUSTANA

 

Plutarchos

ca. 46 - ca. 120

 

Ἠθικά

 

Textus:

Plutarch: Moralia

ed. Gregorius N. Bernardakis,

Leipzig: Teubner, 1893

 

___________________________________________________

 

 

 

Περὶ τοῦ ἐμφαινομένου προσώπου

τῶι κύκλωι τῆς σελήνης

(De facie in orbe lunae)

 

 

(1) ... Ὁ μὲν οὖν Σύλλοις «ταῦτ᾽» εἶπε «τῶι γ᾽ ἐμῶι μύθωι προσήκει κἀκεῖθέν ἐστι· ἀλλ᾽ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι.» «τί δ᾽ οὐκ· ἐμέλλομεν» εἶπον «ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπ᾽ ἐκείνους ἀπωσθέντες· ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλ᾽ ἐπάιδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.»

(2) «ὁρᾶις γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῆι σελήνηι πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῆι λαμπρότητι δι᾽ ἀσθένειαν, ὃ ... καλοῦμεν· οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν

 

ἣλιος ὀξυβελὴς ἠδ᾽ ἱλάειρα σελήνη·

 

τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθ᾽ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῆι σελήνηι μορφῆς ἐνορῶσιν,, ἀλλὰ λεῖος αὐταῖς· ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δ᾽ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. ἡ δ᾽ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλ᾽ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε

 

πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δ᾽ ἄρα μέσσηι

γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης

ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·

 

ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπ᾽ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται δι᾽ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.»

(3) ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, «παντὶ μᾶλλον» ἔφην «ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον, ὥσπερ ἀφ᾽ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον· λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῆι σελήνηι τὸ καλούμενον πρόσωπον ἥ τε γὰρ ἴτυς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατ᾽ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθ᾽·θ᾽ ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἣλιον τῆς ὄψεως ἐνορᾶσθαι τῶι νέφει λαβόντι νοτερὰν ἡσυχῆι λειότητα καὶ σύντηξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῆι σελήνηι τὴν ἔξω θάλασσαν οὐκ ἐφ᾽ ἧς ἐστι χώρας, ἀλλ᾽ ὅθεν ἡ κλάσις ἐποίησε τῆι ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν

 

ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος

δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.

 

(4) ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης «ὡς ἴδιον» εἶπε «καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῶι προσῆγε»· «πρῶτον μέν» εἶπον «ἧι μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δ᾽ ἔμφασις οὐ μία τῶν ἐν τῆι σελήνηι μελασμάτων, ἀλλ᾽ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ, σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστ᾽ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῆι τῆι μεγάληι θαλάττηι πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν» ἔφην «σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδ᾽ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ ... ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλ᾽ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτηι δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστ᾽ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῆι σελήνηι τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλωι δ᾽ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται· καίτοι τὸ γ᾽ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλ᾽ ... πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας, ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.»

(5) καὶ ὁ Λεύκιος «ἀλλὰ μὴ δόξωμεν» ἔφη «κομιδῆι προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως, ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθ᾽ οἷον ἐν γαλήνηι φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίγνεσθαι μορφοειδῆ ... » «χρηστῶς γ᾽» εἶπον «ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δ᾽ ὁ ἑταῖρος ἡμῶν, ἀλλ᾽, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν· αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδ᾽ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾶι λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ, ἐστι, πόθεν αὐτῆι τοσοῦτος ἐγγέγονεν ἀήρ· ὁ γὰρ ἄνω καὶ κύκλωι φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δ᾽ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σώιζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος· ἀραιῶι μὲν γὰρ ὄντι καὶ συγκεχυμένωι μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει· συμπεπηγέναι δ᾽ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῶι μολίβδωι συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλληι διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῆι μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν· ἀλλ᾽ ἐπιπολῆς δηλονότι τῆι κυρτότητι ἐπικείμενον. τοῦτο δ᾽ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις· διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλ᾽ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρ᾽ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος· ὁ δ᾽ ἔξωθεν τῆι γῆι περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ· πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσηι μόνον, ὥς φατε, καὶ θίγηι, δι᾽ ὅλου· τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν· ἐν τῆι σελήνηι τὸν ἀέρα παγκάλως ἔοικε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδ᾽ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν· οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπηι τῶι φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῆι ὄψει τῆς σελήνης.»

(6) καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, «τοῦτ᾽ ἐκεῖνο πάλιν» εἶπεν·«ἐφ᾽ ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῶι πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν, ἀλλ᾽ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν ἐμὲ δ᾽ οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρ᾽ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων» καὶ ὁ Λεύκιος γελάσας «μόνον» εἶπεν «ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείληις, ὥσπερ Ἀρίσταρχον ὤιετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι τὰ φαινόμενα σώιζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρ᾽ αὑτῶν λέγομεν, οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι, τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῶι ἀέρι, πολλῶι τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ καὶ ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν· ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδ᾽ Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα «θοήν» ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δ᾽ ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ἧι βραχυτάτη, πλάτος τρισέληνον.

 

 

ἀλλ᾽ ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσηι δεδοίκατε· περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλας

 

ἕστηκε, κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς

ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον

 

εἰ τῆι μὲν σελήνηι κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον «ἀδαμαντοπέδιλοι κίονες» περιέχουσι· καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείαι τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῆι μεταφορᾶι τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσηι τοσοῦτον. καίτοι τῆι μὲν σελήνηι βοήθεια πρὸς τὸ μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλωι περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπ᾽ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι· τὴν δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνωι τῶι βαρύνοντι κινεῖν· βαρυτέρα δ᾽ ἐστὶ τῆς σελήνης οὐχ ὅσωι μείζων, ἀλλ᾽ ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δ᾽ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ἧι βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν· οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σωιζόμενον· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν.» «πάνυ μὲν οὖν» εἶπεν ὁ Φαρνάκης «τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῆι οἰκεῖον καὶ κατὰ φυσιν· οὗτος γάρ ἐστι, περὶ· ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δ᾽ ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δ᾽ ἀφίησιν, πέφυκεν οἰκείαι ῥοπῆι καταφερόμενον.»

(7) πρὸς τοῦτ᾽ ἐγὼ τῶι Λευκίωι χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένωι, τὸν Θέωνα καλέσας «τίς» ἔφην «ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροὶ

 

πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν·»

 

ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, «καὶ δοτέον» εἶπον «ὑπ᾽ ἀνάγκης ἐκείνοις· φιλοσόφων δ᾽ οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ἧι τί παράδοξον οὐκ ἔνεστιν· οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν· οὐκ ἀντίποδας οἰκεῖν, ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῆι γῆι προσισχομένους· ἡμᾶς δ᾽ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας ὥσπερ οἱ μεθύοντες· οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι, μηδενὸς ἀπαντῶντος μηδ᾽ ὑπερείδοντος· εἰ δὲ ῥύμηι κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπ᾽ αὐτῶν· οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς, γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον· οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν· ἀσώματον, ἵστασθαι περικρεμαννύμενον ἢ κύκλωι περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον· οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῆι ἐπινοίαι καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω καὶ πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δ᾽ ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γιγνομένων· ὥστ᾽, εἴ τις συμπαθείαι τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτηι τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ ... εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον εἰ δὲ δὴ τούτωι τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίγνεσθαι καὶ λέγεσθαι. »

(8) «τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γ᾽ εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ... ἔσται τῶν ῥεπόντων οὐ τῆι γῆι μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ἴδιον καὶ προσήκοντα δέχεται καὶ φέρει πρὸς ἐκεῖνον· ὅθεν ἑνοῦται τῶι χρόνωι καὶ συμφύεται πρὸς· αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῆι γῆι μὴ προσνενεμημένον ἀπ᾽ ἀρχῆς μηδ᾽ ἀπεσπασμένον, ἀλλά που καθ᾽ αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον· οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ὧι μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος, οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλ᾽ ἐᾶι χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας σαφῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.»

(9) ἀλλ᾽ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε» εἶπον «ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπ᾽ αὐτῶι καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῶι καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γ᾽ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλ᾽ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον

 

ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεται

 

φησὶν Ἐμπεδοκλῆς

 

ἥ τε περὶ ἄκραν

 

οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς· ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῶι παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλ᾽ οὕτως ἔοικεν ἐν χρῶι καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστ᾽ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπ᾽ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.»

(10) «σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος· ἐν τῶι Περὶ μεγεθῶν καὶ ἀποστημάτων ὅτι «τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης» ὃ ἀφέστηκεν ἡμῶν «πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δ᾽ ἢ εἰκοσαπλάσιόν ἐστι» καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς, ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δ᾽ ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢτετρακισχιλίας τριάκοντα μυριάδας οὕτως ἀπώικισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῆι γῆι προσκεχώρηκεν, ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ ὥρα προσκαλεῖται σελήνην καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικὸς ἐστι κατ᾽ ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν, οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν τινα καὶ τῶι κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθ᾽ ὁ τῆι γῆι μᾶλλον δ᾽ ὁ τῶι κέντρωι τὸ κάτω περιγράφων ἀνεκτός· ἀλλὰ καὶ κινητικο ... ταύτηι διάστημα τὸ δέον ἐπιχωροῦντος τοῦ κόσμου· διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.»

(11) «ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖται· τὸ γὰρ πᾶν ἄπειρόν ἐστι· τῶι δ᾽ ἀπείρωι μήτε ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δ᾽ ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει· τὸ γὰρ πᾶν οὐδὲ τούτωι μέσην ἀπέλιπεν, ἀλλ᾽ ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρωι κενῶι φερόμενος πρὸς οὐδὲν οἰκεῖον, ἢ ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν. ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέραι τινὶ ψυχῆι καὶ φύσει μᾶλλον ... διαφορᾶι, τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δὲ καὶ φερομένης. ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γὰρ ὅ τι ἂν καὶ ὁπωσοῦν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς ἄνω ἐστίν, οὐδέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλ᾽ ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρωι περιεστηκὸς ἢ περικείμενον ἄνω γίγνεται· κάτω δὲ μόνον ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον· τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, δι᾽ ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δ᾽᾽ ἀσώματον οὔτ᾽ εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφ᾽ ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλ᾽ ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηδὲν ἀλλ᾽ ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δ᾽ εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῶι τ᾽ ἄνω χώραν καὶ· τῶι κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διηιρῆσθαι.»

(12) «οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῶι τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς, ἀλλὰ πράως σκοπῶμεν· ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστὶν, ἀλλὰ πῦρ ἐστι· καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἣκει δ᾽ ὅπου μὴ πέφυκεν ὑπ᾽ ἀνάγκης. αὐτὴ δ᾽ ἡ ψυχή, πρὸς Διός» εἶπον «οὐ παρὰ φύσιν τῶι σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῶι πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῶι· διὰ τοῦτ᾽ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον ὑπὸ βρίθους ἢ πάχους, οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῶι περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῆι μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ᾽ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς· ὥσθ᾽ ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα. κόσμου φιλοσοφῆις καὶ τὸ νεῖκος ἐπάγηις τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι· μᾶλλον δὲ τοὺς παλαιοὺς κινῆις Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῆις, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς τιθεὶς τὸ κοῦφον

 

ἔνθ᾽ οὔτ᾽ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος,

οὐδὲ μὲν οὐδ᾽ αἴης λάσιον γένος, οὐδὲ θάλασσα

 

ὥς φησιν Ἐμπεδοκλῆς· οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων οὐ κάτω τι τῶν κούφων, ἀλλ᾽ ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον, ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι, κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα, νοῦ καὶ ψυχῆς ἀπολιπούσης· ἄχρι οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπ᾽ ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ... ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.»

(13) «εἰ μὲν γὰρ οὐδ᾽ ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλ᾽ ἕκαστον πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδ᾽ ἐν ἀρχῆι δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς «ὁ ἀριστοτέχνας.» οὐ γὰρ ἐν στρατοπέδωι τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφ᾽ ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρόν, οὗ δεῖ, λαβεῖν καὶ διαφυλάσσειν οὐδὲ κηπουρῶν οὐδ᾽ οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφ᾽ αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. εἰ δ᾽· οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῶι θεῶι δ᾽ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι, καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δ᾽, ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρωι τοῦ κατὰ, φύσιν τῶι κατὰ λόγον δεσμῶι περιληφθεῖσαν· ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθ᾽ ὃ πέφυκε, μήθ᾽ ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος· μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλωι τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ᾽ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δ᾽ εἰς τὸν οὐρανὸν παραγένηται, τῆι δίνηι συμπεριστρέφεσθαι, τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ· γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι· οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι· τῶι οὐρανῶι κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων· οὐ δύναται κρατεῖν, ἀλλ᾽ ἧι ποτ᾽ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῆι φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.»

(14) «οὐ μὴν ἀλλ᾽ εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξει δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν, οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθ᾽ ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν. ἀλλ᾽ ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτωι παρέχηι χρησίμως καὶ οἰκείως κινούμενον, ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον, ὡς ἐκείνωι πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δ᾽ ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται, καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν· ἐστὶ τὸ δ᾽ ἐν κοιλίαι καὶ καρδίαι παρὰ φύσιν, ἀλλ᾽ ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται

 

ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε

 

καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς, καταμανθάνων

 

ἔνθ᾽ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν

 

καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται· μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν· »

(15) «ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῶιὸν ἐστι, πολλαχοῦ γῆν ἔχοντα, πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγωι διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ σώματός· ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδ᾽ ἡ καρδία τῶι βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλ᾽ ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος μήτε τὸν ἣλιον, ὡς ὤιετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγοστάθμου διαφορᾶι ῥέψαντας, ἐν οἷς εἰσι, γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος, οἱ μὲν ὥσπερ ὄμματα φωσφόρα τῶι προσώπωι τοῦ παντὸς ἐνδεδεμένοι περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς· γῆι δὲ καὶ θαλάσσηι χρῆται κατὰ φύσιν ὁ κόσμος ὅσα κοιλίαι καὶ κύστει ζῶιον. σελήνη δ᾽ ἡλίου μεταξὺ καὶ γῆς, ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τὴν τ᾽ ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ οὕτω λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός· λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλ᾽ ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλ᾽ ἔτι πολλῶι μὲν τῶι περὶ, αὐτὴν ἐμφερομένην, πολλὴν δ᾽ ὑφ᾽ ἑαυτὴν ἔχουσαν ἀνέμων ... δινεῖσθαι καὶ κομήτας. οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλ᾽ ἑτέρωι λόγωι κεκόσμηται.»

(16) λεχθέντων δὲ τούτων κἀμοῦ τῶι Λευκίωι τὸν λόγον παραδιδόντος, ἐπὶ τὰς ἀποδείξεις βαδίζοντος τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας «μαρτύρομαι» εἶπεν «ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν ὴν μὲν, ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῆι δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δ᾽ ἔστι τις ὁ λέγων, κύκλωι τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδ᾽ ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστ᾽ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε» καὶ ὁ Λεύκιος «ἣκιστα, ὠγαθέ» εἶπεν «ἀλλὰ τἄλλα, μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς ... οὐκ ἄν τις ἔν γε τῶι νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγηι τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῆι καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλ᾽ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίαι τοῦ χείρονος ἀναπιμπλάμενον. αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ὧι κατὰ τὸν Ἴωνα

 

μέλας οὐ πεπαίνεται βότρυς,

 

εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίωι σώματι καὶ ὀλυμπίωι μέτεστιν· ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον· ὡς δ᾽ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῶι τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην

 

αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο

 

ὁ μὲν οὖν ἑταῖρος ἐν, τῆι διατριβῆι τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῆι σελήνηι τὸ λαμπρόν εὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρ᾽ ὑμῶν· ἢ μεθ᾽ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν· οὐδ᾽ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾶιδες αὐξομένου τοῦ φωτός· οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος· ἡμῖν, εἰ μὴ στέγει μηδ᾽ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει· καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδ᾽ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ἦι διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστ᾽ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις

 

ἀπεσκέδασεν δὲ οἱ αὐγάς

 

ὥσπερ φησιν Ἐμπεδοκλῆς

 

ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης

τόσσον, ὅσον τ᾽ εὖρος γλαυκώπιδος ἔπλετο μήνης,

 

καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἑτερο τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι᾽ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπ᾽ αὐτῆς·. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως ... φώτων γεγενημένης. ἀλλ᾽ οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν·

 

ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν

 

ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως»

(17) ὑπολαβὼν δ᾽ ὁ Σύλλας «ἀμέλει ταῦτ᾽» εἶπεν «ἔχει τινὰς πιθανότητας· ὃ, δ᾽ ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον·» «τί τοῦτο λέγεις» ἔφη ὁ Λεύκιος «ἢ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον· «» πάνυ μὲν οὖν» ὁ Σύλλας εἶπεν· «ἔχει γάρ τινα λόγον τό, πάσης ἐν ἴσαις γωνίαις γιγνομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχότομος οὖσα μεσουρανῆι, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπ᾽ αὐτῆς ἀλλ᾽ ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῆι ἀκτῖνι τῆς σελήνης· διὸ καὶ κλασθεῖσα πρὸς ἴσας ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν». «ἀλλὰ νὴ Δί᾽» εἶπεν ὁ Λεύκιος «καὶ τοῦτ᾽ ἐρρήθη» καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῶι διαλέγεσθαι τὸν μαθηματικὸν «αἰσχύνομαι μέν» ἔφη «σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικήν, ὥσπερ θεμέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δ᾽ εἰπεῖν ὅτι τὸ πρὸς τὰς ἴσας γίγνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν, οὔτε φαινόμενον αὐτόθεν οὔθ᾽ ὁμολογούμενόν ἐστιν· ἀλλὰ διαβάλλεται μὲν· ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῆι μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης, ἑκάτερον τῶν ἐπιπέδων. διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφ᾽ ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους ἐν τοῖς ἔξωθεν, μέρεσι, δύο δὲ δεξιοφανεῖς ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν. εἴρηκε γὰρ ὅτι, τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος, ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων αἱ μὲν εὐθὺς πρὸς ἡμᾶς ... ἀνατρέχουσιν, αἱ δ᾽ ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατὸν ἐστιν ἐν ἴσαις γωνίαις γίγνεσθαι πάσας ἀνακλάσεις, ὅσας ὁμόσε χωρ ... οῦντες ἀξιοῦσιν αὑτοῖς τοῖς ἀπὸ τῆς σελήνης. ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, πολλῶι τοῦτ᾽ ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλ᾽ εἰ δεῖ τοῦτο χαρίζεσθαι τῆι πολλὰ δὴ. φίληι γεωμετρίαι καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν· ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις, ἀντιλάμψεις καὶ διαδόσεις ἀπ᾽ ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῆι τὴν, ἀνταύγειαν, οἷον ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν πρὸς αὐτῆι τῆι σελήνηι τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτωι τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ λάμπειν τὸ φῶς. ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμὴν ὑπὸ τὴν κεκλιμένην ὑποταθεῖσαν· σκευωρεῖσθαι δ᾽ ἅμα λέγοντι, διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.»

 

 

(18) «τὸ δ᾽ ὅλον» ἔφη «θαυμάζω πῶς τὴν διχότομον ἐφ᾽ ἡμᾶς κινοῦσιν, ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλ᾽ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ δι᾽ ὅλης τρέπεσθαι τῶι φωτὶ πανταχόσε χωροῦντι δι᾽ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα ... φοινιχθέν· αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδ᾽ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῆι καὶ μεταβολῆι κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι· πῶς ἄστρον ἄστρον καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν δι᾽ ὅλου καὶ μεταβολὴν ἀλλ᾽ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν· ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην, νῦν μὲν ἐπιπίπτοντα τῶι διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δ᾽ ἀνιστάμενον πρὸς ὀρθὰς, ὥστε τέμνειν ἐκείνου ὑπ᾽ ἐκείνου τε τέμνεσθαι, καὶ ἄλλαις κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῆι, παντὸς μᾶλλον ἐπιδείκνυσιν· οὐ σύγκρασιν ἀλλ᾽ ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα· τὸν φωτισμόν. ἐπεὶ δ᾽ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῶι λόγωι περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδ᾽ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥάιδιον· ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπ᾽ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδ᾽ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν· ὁρῶμεν ὑπ᾽ αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ δι᾽ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν· ἀλλ᾽ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος· περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγωι δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν, ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφ᾽ ἡλίου φῶς πλησιάζει, γῆς σελήνης· ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν. »

(19) ἐπεὶ δὲ πάντες ἐπήινεσαν τὸν Λεύκιον, «εὖ γ᾽» ἔφην «ὅτι καλῶι λόγωι καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων» κἀκεῖνος ἐπιμειδιάσας «οὐκοῦν» ἔφη «καὶ δεύτερον ἀναλογίαι προσχρηστέον, ὅπως μὴ τῶι ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῶι ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῆι γῆι τὴν σελήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δ᾽ οἵαν τὸ λυκαυγὲς τῶι ἀέρι παρέσχεν· εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους «ἄστρον φανερώτατον κλεπτόμενον» καί «μέσωι ἄματι νύκτα γινομένην» καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου σκότου ἀτραπὸν ... » φάσκοντας· ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον «νυκτὶ καὶ ζόφωι τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καὶ τὸν ἣλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ» περὶ τὴν σελήνην καὶ ... τοῦτο γίγνεσθαι πέφυκε «τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ᾽ ἱσταμένοιο» . τὰ λοιπὰ δ᾽ οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ... ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δ᾽ ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῆι γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δ᾽ ὑπὸ τῆς σελήνης· ἀμφότεραι δ᾽ εἰσὶν ἐπισκοτήσεις, ἀλλ᾽ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δ᾽ ἐκλειπτικὴ τῆς σελήνης, τῆι σκιᾶι καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γιγνόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῶι γὰρ αὐτῶι ταὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δ᾽ οὐχ οὕτω τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδ᾽ ὁμοίως τῆι νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δ᾽ οὐκ ἴσον· ἀλλ᾽ Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δ᾽ ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ τὴν διάμετρον τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δ᾽ ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρί᾽ ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἣλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψηι τὸν ἣλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δ᾽ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἣλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ... . ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος «ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδ᾽ ὅ τι λέγειν ἑαυτῶι καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ᾽ ἀναιρεῖν πέφυκεν.»

(20) «ἀλλὰ τί δή» ἔφη «μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη·» κἀγώ «τὴν αὐτήν» ἔφην «ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν». «ὀρθῶς» εἶπεν «ὑπέμνησας ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας»· «νὴ Δί᾽» εἶπεν ὁ Θέων «τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ, πειθοῦς τινος δέομαι, ταύτηι μόνον ἀκηκοὼς, ὡς ἐπὶ μίαν εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν ἡ γὰρ γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἣλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης σελήνη δὲ γῆς ἐν μέσωι τῶν τριῶν ἱσταμένης· ὧν γίγνεται τὸ μὲν ἐν συνόδωι τὸ δ᾽ ἐν διχομηνίαι» καὶ ὁ Λεύκιος ἔφη «σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτ᾽ ἐστί· πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον· ἔστι γὰρ κῶνος, ἅτε καὶ μεγάλου πυρὸς· ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον· ὅθεν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχουσιν· ἃς γὰρ ἂν στρογγύλωι στρογγύλωι προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχηι, πανταχόσε χωροῦσαι δι᾽ ὁμοιότητα γίγνονται κυκλοτερεῖς· δεύτερον οἶμαί σε γιγνώσκειν, ὅτι σελήνης· μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δ᾽ ἡ μὲν σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, ἥλιος δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε παρέχει τῆι αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν· ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δ᾽ ἀπαντῶσα τῶι ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δ᾽ ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δ᾽ ἔμπροσθεν ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον ἐπιβάλλει τὸ ἐπιπροσθοῦν ἐπιβάλλει δ᾽ ἐκείνωι μὲν ἀφ᾽ ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτηι δ᾽ ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐτῆς. ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύπτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο παθοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι· καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμασιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις. ἀλλὰ τὸ αἴτιον ἐν τῆι σκιᾶι τῆς διαφορᾶς ἔστιν· εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν, ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ τῆι κορυφῆι καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις ὑπ᾽ αὐτῆς καὶ διαπερᾶι τὸ βύθιον καὶ σκοτωδέστατον ἄνω δ᾽ οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δ᾽ ὅσα χωρὶς ἰδίαι πρὸς τὰς βάσεις καὶ τὰς διαφορήσεις ἐλέχθη· καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν· ἀλλ᾽ ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν. ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος, οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῶι τὴν οὐσίαν καὶ σφίγγοντος· εἴτε τῆς αἰσθήσεως· τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερά, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον· ἐν γὰρ ἡλίωι πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῶι εἴκειν γίγνεται δύσεργος καὶ ἀμβλυτέρα· σκίδνησι γὰρ ἡ θερμότης· καὶ διαχεῖ τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δ᾽ ὁπηνίκα φαίνεται· τουτέστι κρύπτεσθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίγνεσθαι καταφανῆ δἰ ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῆι σκιᾶι τῆς γῆς ὑποδυομένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίοδοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τετρακοσίας ἑξαμήνους ἔχουσι τὰς δ᾽ ἄλλας πενταμήνους. ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην ἐν τῆι σκιᾶι λαμπρυνομένην· ἡ δ᾽ ἐν τῆι σκιᾶι μὲν ἐκλείπει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δ᾽ αὖθις, ὅταν ἐκφύγηι τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές. »

(21) εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου, συνεξέδραμον ἅμα πως τῶι λόγωι ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἣτις ἴδιός ἐστιν αὐτῆς. ὁ δ᾽ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς· τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. ἐγὼ δὲ «τοῦτο μὲν» ἔφην «πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου· τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλ᾽ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῶι τὴν σελήνην γενομένην ... . καὶ ὅλως» ἔφην «εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῆι ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ. πρὸς σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι· τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φὴις ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδ᾽ ἴχνος ἐμμένειν οὐδ᾽ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῶιζον· ὥς που καὶ Ὅμηρος εἴρηκεν

 

αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ

ἀνθρακιὴν στορέσασα

 

ὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρός, στερεῶι καὶ ῥίζαν ἔχοντι προσμένοντος ὄγκωι καὶ προσδιατρίβοντος· αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς· καὶ ὕλης, ταχὺ δι᾽ ἀσθένειαν ἀναλυομένης· ὥστ᾽ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλ᾽ οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη· πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον· καὶ ὥραν ἀφορίζοντες ἂν ἀφ᾽ ἑσπέρας ἐκλείπηι, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας· ἂν δὲ μέσηι, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν· ἀπὸ δ᾽ ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα· καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφ᾽ ἧς δὴ καὶ μάλιστα «γλαυκῶπιν» αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῆι σκιᾶι τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος· ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἣλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρώιζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς· ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδ᾽ ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις ἐλαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθ᾽ ἀποδίδωσιν· ἄστρον. μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾶι διαφανείη μέλαν ἢ γλαυκὸν ἢ κυανοειδές· ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφ᾽ ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν· ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος «ἰοειδέα» καλῶν καὶ «οἴνοπα πόντον,» αὖθις δέ «πορφύρεον κῦμα» «γλαυκήν» τ᾽ ἄλλως «θάλασσαν» καὶ «λευκὴν γαλήνην» τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτ᾽ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλ᾽ ἐοικέναι μάλιστα τῆι γῆι τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης ὁ παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ διηγούμενος οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς ἐν ἑαυτῆι μηδ᾽ ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης, κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι λείοις περιφερόμενον· εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτ᾽ ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῆι καὶ διαφορᾶι τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον ἡ σελήνη, ἥτις ... ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβωι τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι· τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῶιον ἡμῖν ὥσπερ ἄλλον τινὰ θεὸν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμωι τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῆι καὶ δυνάμει καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ ἡ παρ᾽ ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδ᾽ ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλ᾽ ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν. »

(22) ὑπολαβὼν δ᾽ ὁ Ἀπολλωνίδης «εἶτ᾽, ὦ πρὸς αὐτῆς» ἔφη «τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω· ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῆι τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν δυνατὸν τῆι σελήνηι τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας, ὥστε σκιὰν ποιεῖν τοσαύτην ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφ᾽ ἡμῶν οὐχ ὁρῶνται» κἀγὼ μειδιάσας πρὸς αὐτὸν «εὖγ᾽» ἔφην «ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, δι᾽ ἧς κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας οὐκ ἐν ἅπαντι μέντοι χρόνωι τῆς ἡμέρας ἀλλὰ πρωῒ μάλιστα καὶ δείλης, εἰ οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτ᾽ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνωι μὲν οὐδέτερος ἡμῶν εὖ οἶδ᾽ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν

 

Ἄθως καλύψει πλευρὰ Λημνίας βοός·

 

ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκῶι τινι βοιδίωι, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων, ... τὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν, πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθ᾽ ἡμέραν αἱ περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ· καὶ τῆς σελήνης τὴν ἀντίληψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῆι διαφορᾶι τὴν ὄψιν οὐ λανθάνουσιν.»

(23) «ἀλλ᾽ ἐκεῖνο μᾶλλον» ἔφην «ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφ᾽ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῶι τῶι πεφωτισμένωι κατὰ τὴν ἀνάκλασιν τόπωι γένηται, τὰ τρία καθορᾶι, τὴν τ᾽ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἣλιον αὐτόν, ἀφ᾽ οὗ τὸ φῶς τῶι ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δ᾽ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῆι σελήνηι τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῶι ὕδατι μεθ᾽ ἡμέραν, ὅταν ἀνάκλασις ἀπ᾽ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατ᾽ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην.» «τί οὖν» ἔφη «πρὸς αὐτοὺς λεκτέον» ὁ Ἀπολλωνίδης· «κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως.» «ἀμέλει τρόπον τινά» ἔφην ἐγώ «κοινά, τρόπον δ᾽ ἄλλον οὐδὲ κοινά· πρῶτον δ᾽ ὅρα τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῆι σελήνηι τῆς δὲ κάτω πρὸς τῆι γῆι τὴν κορυφὴν ἐχούσης· μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδ᾽ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλ᾽ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδ᾽ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῆι πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφ᾽ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων· καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβηι τὸ σημεῖον, ἀφ᾽ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δ᾽ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δ᾽ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφ᾽ ἡμᾶς ἀνακλᾶν ἀφ᾽ ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου δι᾽ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῆι σελήνηι γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δ᾽ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτ᾽ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας· ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῶι μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. ... ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδ᾽ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν· ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης· ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δ᾽» εἶπον «καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δ᾽ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις δι᾽ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν.»

(24) «ἡμεῖς μὲν οὖν» ἔφην «ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δ᾽ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· ν᾽ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῶι παράσχωμεν ἀκροατήριον.» ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων «ἐγώ τοι, ὦ Λαμπρία» εἶπεν «ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δ᾽ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλ᾽ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνα "τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς” ἀτρεκῆ "φύλακα καὶ δημιουργόν.” ὁρᾶις δ᾽ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δ᾽ οἰκοῦντας αὖ πάλιν ἐπ᾽ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμηι τόση καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλ᾽, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζωιδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δ᾽ ἕλικα τὴν δ᾽ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλ᾽ ὅπως οὐ μυρί᾽ ὁρῶμεν ἀεὶ

 

πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὺς βίων

 

ἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτ᾽ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος· πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ· γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλ᾽ ... ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῶι Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένωι τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτ᾽ ἐσθίοντας μήτε πίνοντας ἀλλ᾽ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῆι ὀσμῆι, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης·»

(25) ταῦτα τοῦ Θέωνος εἰπόντος, «κάλλιστὰ γ᾽ » ἔφην «καὶ ἄριστα τῆι παιδιᾶι τοῦ λόγου τὰς ὀφρῦς ἡμῶν ἔλυσας, δι᾽ ἃ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδ᾽ αὐστηρὰν εὐθύνην προσδοκῶσι· καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηδέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν δι᾽ ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος, ὥσπερ ἄκροις τισὶν ἢ χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζώιων καὶ φυτῶν, τῶν δ᾽ ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος

 

Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται

ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.

 

ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι· καὶ γὰρ ἀναθυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι καὶ τῶν πνευμάτων τὰ ἥδιστα, θέρους ἀκμάζοντος, ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσιν «ἡμέρας τε καὶ νυκτὸς» ἕστηκεν ἀτρεκὴς ἐν μέσωι «φύλαξ» κατὰ Πλάτωνα «καὶ δημιουργός.» οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζώιων μὲν ἔρημον εἶναι, παρέχειν δ᾽ ἀνακλάσεις τε τῶι φωτὶ περὶ αὐτὴν διαχεομένωι καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῆι καὶ σύγκρασιν, ἧι συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καὶ πού τι καὶ παλαιᾶι φήμηι διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον. ἔπειτα τῶν γ᾽ εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπ᾽ αὐτῆς οἴκησιν· ἥ τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβιωκότας· ἥ τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην· αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι. τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφ᾽ ἡλίου παύσηι φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῆις ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους· εἴσηι δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν, ἀμέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι δἰ ἀέρος θολεροῦ καὶ συνεπερείδοντος· θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην· ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. ὕλην δὲ καὶ καρποὺς αὐτοῦ μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρ᾽ ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν, οἶμαι, τῆι πλεῖστον ὑομένηι πολυκαρπία συμφέρεσθαι δι᾽ ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δ᾽ αὐτὰ φυτὰ τῶι γένει παρ᾽ ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῆι χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν ἐν δὲ Λιβύηι καὶ παρ᾽ ὑμῖν· ἐν Αἰγύπτωι δύσριγα κομιδῆι καὶ δειλὰ πρὸς χειμῶνάς· ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῆι παρακειμένηι καὶ περικεχυμένηι θαλάττηι θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν· ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δ᾽ Ἴσιδος τρίχας καλοῦσιν. οἱ δ᾽ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν. σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῆι χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῶι δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν· εἰ δ᾽ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλ᾽ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι· πῶς δ᾽ οὐκ εἰκὸς· ἀνιέναι τε πνεύματα θαλπόμενα τῆι σελήνηι καὶ τῶι σάλωι τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῆι κράσει μὴ πυρώδη μηδ᾽ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι· ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπ᾽ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δ᾽ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῶι ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος

 

Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας,

 

ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἣλιον ἀντιπαθῆ φύσιν ἔχειν· εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν ἀλλὰ καὶ τὴν ἀπ᾽ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῆι καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζώιοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζώιων ἢ πρὸς τὰ μὴ ζῶια διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδ᾽ εἶναί μοι δοκοῦσιν· ἣν δ᾽ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ἠινίξατο μὲν Ἡσίοδος εἰπών

 

οὐδ᾽ ὅσον ἐν μαλάχηι τε καὶ ἀσφοδέλωι μέγ᾽ ὄνειαρ

 

ἔργωι δ᾽ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῶι παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῶιον, ἂν ὅσον ἐλαίας μέγεθος λάβηι, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δ᾽ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι· καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἣλιον, ζῶιον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῶια τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλ᾽ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς· ὥσπερ οὖν εἰ, τῆι θαλάττηι μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδ᾽ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῶια πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δ᾽ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῶια φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι

 

σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περ

 

καὶ

 

τόσσον ἔνερθ᾽ Ἀίδεω, ὅσον οὐρανὸς ἔστ᾽ ἀπὸ γαίης,

 

ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπωικίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.»

(26) ἔτι δ᾽ ἐμοῦ σχεδὸν λέγοντος, ὁ Σύλλας ὑπολαβών «ἐπίσχες» εἶπεν «ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον τοῦ λόγου, μὴ λάθηις τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέηις τὸ δρᾶμα τοὐμὸν ἑτέραν ἔχον σκηνὴν καὶ διάθεσιν, ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δ᾽ αὐτοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει καθ᾽ Ὅμηρον ἀρξάμενος

 

Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται

 

δρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι πρὸς· ἑσπέραν· ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλλήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς· ἡλίου θερινάς· ὧν ἐν μιᾶι τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολογοῦσιν ὑπὸ τοῦ Διός, τὸν δ᾽ ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον πέλαγος ὀνομάζουσι, πέραν κατωικίσθαι τὴν δὲ μεγάλην ἤπειρον, ὑφ᾽ ἧς ἡ μεγάλη περιέχεται κύκλωι θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχειν, τῆς δ᾽ Ὠγυγίας περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένωι· βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος· τὰ δὲ· ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν καὶ γίγνεσθαι προσχώσεις ἀπ᾽ αὐτῶν καὶ βαρεῖαν εἶναι καὶ γεώδη τὴν θάλατταν, ἧι καὶ πεπηγέναι δόξαν ἔσχε. τῆς δ᾽ ἠπείρου τὰ πρὸς τῆι θαλάττηι κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῶι στόματι τοῦ Κασπίου πελάγους μάλιστα κατ᾽ εὐθεῖαν κεῖσθαι· λαλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν αὑτοὺς νησιώτας δὲ τοὺς ταύτην τὴν γῆν κατοικοῦντας, ὡς καὶ κύκλωι περίρρυτον οὖσαν ὑπὸ τῆς θαλάσσης· οἴεσθαι δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθ᾽ Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεννύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττηι τε βαρβαρικῆι καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον διὸ τιμὰς ἔχειν πρώτας τὸν Ἡρακλέα, δευτέρας δὲ τὸν Κρόνον. ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν Φαίνοντα μὲν ἡμεῖς, ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγένηται δι᾽ ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν χρόνωι πολλῶι τὰ περὶ τὴν θυσίαν καὶ τὸν ἀπόπλουν ἐκπέμπειν κλήρωι λαχόντας ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίαι καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους· ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις· τοὺς δὲ διασωθέντας ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς προκειμένας νήσους οἰκουμένας δ᾽ ὑφ᾽ Ἑλλήνων κατίσχειν καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον ἐφ᾽ ἡμέρας τριάκοντα καὶ νύκτα τοῦτ᾽ εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν περιλαμπόμενον ἐκεῖ διατρίψαντας ἡμέρας ἐνενήκοντα, μετὰ τιμῆς καὶ φιλοφροσύνης ἱεροὺς νομιζομένους καὶ προσαγορευομένους, ὑπὸ πνευμάτων ἢδη περαιοῦσθαι· μηδ᾽ ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τ᾽, αὐτοὺς καὶ τοὺς πρὸ αὐτῶν ἀποπεμφθέντας· ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῶι θεῶι τὰ τρὶς δέκ᾽ ἔτη συλλατρεύσαντας, αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν, τοὺς μὲν ὑπὸ συνηθείας, τοὺς δ᾽ ὅτι πόνου δίχα καὶ πραγμάτων ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις ἢ περὶ λόγους τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι. θαυμαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραότητα τοῦ περιέχοντος ἀέρος, ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμποδὼν γίγνεσθαι διανοηθεῖσιν ἀποπλεῖν ὥσπερ συνήθεσι καὶ φίλοις ἐπιδεικνύμενον οὐκ ὄναρ γὰρ μόνον οὐδὲ διὰ συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι δαιμόνων καὶ φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν ἄντρωι βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα, τὸν γὰρ ὕπνον αὐτῶι μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ Διός, ὄρνιθας· δὲ τῆς πέτρας κατὰ κορυφὴν εἰσπετομένους ἀμβροσίαν ἐπιφέρειν αὐτῶι, καὶ τὴν νῆσον εὐωδίαι κατέχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένηι τῆς πέτρας· τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν Κρόνον, ἑταίρους αὐτῶι γενομένους, ὅτε δὴ θεῶν καὶ ἀνθρώπων ἐβασίλευε καὶ πολλὰ μὲν ἀφ᾽ ἑαυτῶν μαντικοὺς ὄντας προλέγειν, τὰ δὲ μέγιστα καὶ περὶ τῶν μεγίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν ὅσα γὰρ ὁ Ζεύς προδιανοεῖται, ταῦτ᾽ ὀνειροπολεῖν τὸν Κρόνον· εἶναι δ᾽ ἀνάστασιν τὰ τιτανικὰ πάθη καὶ κινήματα τῆς ψυχῆς ἐν αὐτῶι παντάπασιν ὁ ὕπνος καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθ᾽ ἑαυτὸ καθαρὸν καὶ ἀκήρατον. ἐνταῦθα δὴ κομισθείς, ὡς ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς, ἀστρολογίας μὲν ἐφ᾽ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε, φιλοσοφίας δὲ τῆς ἄλλης τῶι φυσικῶι χρώμενος. ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής· οὕτω γὰρ ὡς ἔοικε τὴν παρ᾽ ἡμῖν οἰκουμένην ὀνομάζουσιν ἐπειδὴ τὰ τριάκοντ᾽ ἔτη διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν, ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν ἔπαθε καὶ ὅσους ἀνθρώπους διῆλθεν, ἱεροῖς τε γράμμασιν ἐντυγχάνων ἔν τε τελεταῖς πάσαις τελούμενος, οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, εὖ μάλα καὶ καθ᾽ ἕκαστον ἀπομνημονεύων ὅσα δ᾽ οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε. πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρ᾽ ἡμῖν μεγάλας ἔχοντος καί τινας, ὅθ᾽ ἡ προτέρα πόλις ἀπώλλυτο, διφθέρας ἱερὰς ὑπεκκομισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῆι κειμένας ἐξευρὼν τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην, ὡς τοῦ βίου κυριωτάτην οὖσαν ... ἐχομένην. »

(27) θαυμάζοντος δ᾽ ἐμοῦ ταῦτα καὶ δεομένου σαφέστερον ἀκοῦσαι, «πολλά» εἶπεν «ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρ᾽ Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῆι καὶ κυρία τῶν περὶ γῆν ἐστιν ἡ δ᾽ ἐν σελήνηι καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν ὡς φωσφόρος οὖσα,. κόρη δ᾽ ὅτι καὶ τοῦ ὄμματος, ἐν ὧι τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ τὸ ἡλίου φέγγος ἐνορᾶται τῆι σελήνηι, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι ... ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῶι καὶ φωτί, νῦν δ᾽ ἐν σκότωι καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῶι ἀριθμῶι πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρ᾽ ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ ὑπὸ τῆς μητρός, τῆι σκιᾶι λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν· ἐπεὶ τὸν γ᾽ Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτ᾽ εἶπεν

 

ἀλλ᾽ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης·

 

ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας· εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδ᾽ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι, ῥᾶιστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.»

(28) «τίς δ᾽ οὗτός ἐστιν, ὦ Σύλλα·» «μὴ περὶ τούτων ἔρηι, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι. τὸν ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυεῖν δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται· μόριον γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων· ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος· νοῦς γὰρ ψυχῆς ὅσωι ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ δ᾽ ἡ μὲν ψυχῆς καὶ σώματος μῖξις τὸ ἄλογον καὶ τὸ παθητικόν, ἡ δὲ νοῦ καὶ ψυχῆς σύνοδος λόγον, ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δ᾽ ἀρετῆς καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμ̓ ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ... ὥσπερ αὖ τῆι σελήνηι τὸ φέγγος. ὃν δ᾽ ἀποθνήσκομεν θάνατον, ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ δ᾽ ἓν ἐκ δυεῖν, καὶ ὁ μέν ἐστιν ἐν τῆι τῆς Δήμητρος ... ἐν αὐτῆι τελεῖν, καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· ὁ δ᾽ ἐν τῆι σελήνηι τῆς Φερσεφόνης, καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δ᾽ οὐράνιος· λύει δ᾽ αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνωι πολλῶι τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς κέκληται· μόνον γὰρ γίγνεται τὸ βέλτιστον τἀνθρώπου διακρινόμενον αὐτῆς. συντυγχάνει δ᾽ οὕτως κατὰ φύσιν ἑκάτερον· πᾶσαν ψυχήν, ἄνουν τε καὶ σὺν νῶι, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν ἐν τῶι· μεταξὺ γῆς καὶ σελήνης χωρίωι πλανηθῆναι χρόνον οὐκ ἴσον ἀλλ᾽ αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι· τὰς δ᾽ ἐπιεικεῖς, ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι τοὺς ἀπὸ τοῦ σώματος ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῶι πραοτάτωι τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ γίγνεσθαι χρόνον τινὰ τεταγμένον· εἶθ᾽ οἷον ἐξ ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα, γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα θορύβωι καὶ πτοήσει συγκεκραμένην μετ᾽ ἐλπίδος ἡδείας ἔχουσι· πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας, αἱ δ᾽ ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς τῶι λόγωι καὶ κεκοσμημένον ἐν τῶι βίωι παρέσχοντο. δεύτερον, ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην, ὥσπερ ἐνταῦθα, τῶι περὶ τὴν σελήνην αἰθέρι, καὶ τόνον ἀπ᾽ αὐτοῦ καὶ δύναμιν, οἷον τὰ στομούμενα βαφὴν, ἴσχουσι· τὸ γὰρ ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίγνεται σταθερὸν καὶ διαυγές, ὥσθ᾽ ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι· καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι «αἱ ψυχαὶ ὀσμῶνται καθ᾽ Ἅιδην.»»

(29) ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος· καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδ᾽ ἄμικτον, ἀλλ᾽ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῶι μαλακὴ γέγονε καὶ τὸ αἷμα τῆι σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτω τῶι αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δ᾽ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς· κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείωι τινὶ λογισμῶι, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν ... μεταξὺ φύσεων ἀναλογίαι δοθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ὧι μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ᾽ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ. σμικρότητος, ἀλλὰ θερμότητος, ἧι ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾶι τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῆι σκιᾶι γενόμεναι τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται· διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς ψυχάς· ἐκφοβεῖ δ᾽ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δ᾽ οὐ τοιοῦτον, ἀλλ᾽ ὥσπερ ἡ παρ᾽ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα· καλοῦσι δ᾽ αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν, ἢδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι· τὰ δὲ δύο μακρά· περαιοῦνται γὰρ αἱ ψυχαὶ δι᾽ αὐτῶν, νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δ᾽ ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.

(30) «οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπ᾽ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δ᾽ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλ᾽ ὑπ᾽ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνωι, δἰκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι· καὶ πρότερον ἐν τῆι Κρήτηι τοὺς Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίαι τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι δ᾽ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δ᾽ οἱ μὲν πρότερον οἱ δ᾽ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῆι τῆς ψυχῆς· ἀποκρίνεται δ᾽ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, δι᾽ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δ᾽ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην ἀπ᾽ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δ᾽ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸ

 

ψυχὴ δ᾽ ἠύτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται·

 

οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλ᾽ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθ᾽ Ἅιδου

 

τὸν δὲ μετ᾽ εἰσενόησα βίην Ἡρακληείην,

εἴδωλον· αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσιν.

 

αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδ᾽ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδ᾽ ὑγρότητες, ἀλλ᾽ ὧι διανοούμεθα καὶ φρονοῦμεν· ἥ τε ψυχὴ τυπουμένη μὲν· ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον, εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δ᾽ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνωι ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· ἐπεὶ δ᾽ αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾶι ... ἀλλ᾽ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδ᾽ ἥσυχον οὐδ᾽ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῶι παθητικῶι σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίαι Τυφὼν ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρημίαι λόγου καὶ τύφωι πλανηθέντι τῶι παθητικῶι χρησαμένων. χρόνωι δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῶι ζωτικῶι δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον, ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατ᾽ ἄλλην καὶ ἄλλην δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δ᾽ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις, ἧι πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπ᾽ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.»

«ταῦτ᾽» εἶπεν ὁ Σύλλας «ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνωι δ᾽ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν· ὑμῖν δ᾽, ὦ Λαμπρία, χρῆσθαι τῶι λόγωι πάρεστιν βούλεσθε.»