B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Epiktetos
ca. 55 - ca. 135
     
   


Δ ι α τ ρ ι β α ί
Π ρ ο ο ί μ ι ο ν   Ἀ ρ ρ ι α ν ο ῦ


Textus:
Epictetus. The Discourses as reported
by Arrian, the Manual, and Fragments
ed. W. A. Oldfather, London 1928


______________________________________________


      Ἀρριανὸς Λουκίωι Γελλίωι χαίρειν

      Οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημί. ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῶι διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας. ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ τῶι ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι. τοιαῦτα δ' ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους. ἀλλ' ἐμοί γε οὐ πολὺς λόγος, εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτωι τε οὐδ' ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα. εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λόγοι οὗτοι, ἔχοιεν ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους· ἐι δὲ μή, ἀλλ' ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ἠβούλετο. εἰ δ' οἱ λόγοι αὐτοὶ ἐφ' αὑτῶν τοῦτο οὐ διαπράττονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ καὶ ἀνάγκη οὕτως ἔχειν.

      ἔρρωσο.