BIBLIOTHECA AUGUSTANA

 

Hermes Trismegistos

ca. 200 p. Chr. n.

 

Ποιμάνδρης

 

___________________________________________________

 

 

 

II.

Πρὸς Ἀσκληπιὸν λόγος καθολικός

 

{1} Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται καὶ ὑπό τινος; – Μάλιστα. – Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ἐν ὧι κινεῖται τὸ κινούμενον; – Ἀνάγκη. – Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου; – Ἰσχυρότερον γάρ. – Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ὧι κινεῖται τῆι τοῦ κινουμένου; – Καὶ πάνυ. {2} Μέγας οὖν οὗτος κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα; – Ὡμολόγηται. – Καὶ στιβαρός; πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα. – Οὕτως ἔχει. – Σῶμα δὲ ὁ κόσμος; – Σῶμα. – Καὶ κινούμενον; {3} – Μάλιστα. – Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ὧι κινεῖται καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῆι δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχηι τὴν κίνησιν; – Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. {4} – Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἄρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον. – Ὡμολόγηται. – Ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν, οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. {5} ἐὰν μὲν οὖν ἦι θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ἦι θεός, καὶ ἀνουσίαστον γίνεται. ἄλλως δὲ νοητόν, οὕτως· νοητὸς γὰρ πρῶτος ὁ θεός ἐστιν ἡμῖν, οὐχ ἑαυτῶι· τὸ γὰρ νοητὸν τῶι νοοῦντι αἰσθήσει ὑποπίπτει· ὁ θεὸς οὐκοῦν οὐχ ἑαυτῶι νοητός· οὐ γὰρ ἄλλο τι ὢν τοῦ νοουμένου ὑφ' ἑαυτοῦ νοεῖται· {6} ἡμῖν δὲ ἄλλο τί ἐστι· διὰ τοῦτο ἡμῖν νοεῖται. εἰ δὲ νοητὸς ὁ τόπος, οὐχ ὡς θεός, ἀλλ' ὡς τόπος. εἰ δὲ καὶ ὡς θεός, οὐχ ὡς τόπος, ἀλλ' ὡς ἐνέργεια χωρητική. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένωι κινεῖται ἀλλ' ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὲ ἕστηκεν, ἀδύνατον συγκινεῖσθαι. Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖς κινοῦσιν; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας. – Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις ἀλλ' ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ' ἐναντίαι ἀλλήλαις· ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἑστῶσαν ἔχει· {7} ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. αἱ οὖν πλανώμεναι σφαῖραι ἐναντίως κινούμεναι τῆι ἀπλανεῖ †ὑπ' ἀλλήλων τῆι ἐναντίαι ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται†. καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας ἃς ὁρᾶις μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφομένας, ἢ οἴει κινεῖσθαι ἢ ἑστάναι; – Κινεῖσθαι, ὦ Τρισμέγιστε. – Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ; – Τὴν περὶ τὰ αὐτὰ ἀναστρεφομένην. – Ἡ δὲ περιφορὰ τὸ αὐτὸ καὶ ἡ περὶ τὸ αὐτὸ κίνησις ὑπὸ στάσεως κατεχομένη. τὸ γὰρ περὶ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτὸ †κωλυόμενον δὲ τοὺς τὸ ὑπὲρ αὐτό, εἰ ἔστη εἰς τὸ περὶ αὐτό†, οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. {8} παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ὑποπῖπτον φράσω· τὰ ἐπίκηρα ζῶια, οἷον τὸν ἄνθρωπον λέγω, θεώρει νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος, ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῶι ἀνθρώπωι, τοῦ μὴ συγκατενεχθῆναι τῶι ὕδατι. – Σαφὲς τὸ παράδειγμα, ὦ Τρισμέγιστε. – Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς δὲ ζώιου ὑλικοῦ οὐχ ὑπὸ τῶν κατ' ἐκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ' ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατ' ἐκτός, τῶν νοητῶν, ἤτοι ψυχῆς ἢ πνεύματος, ἢ ἄλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ σῶμα ἔμψυχον οὐ κινεῖ, ἀλλ' οὐδὲ τὸ σύνολον σῶμα, κἂν ἦι ἄψυχον. – {9} Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα, οὐ σώματά ἐστι τὰ κινοῦντα; – Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος τὸ ἄψυχον, οὐ σῶμα ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος καὶ τὸ τοῦ βασταζομένου· διόπερ ἄψυχον οὐκ ἄψυχον κινήσει. ὁρᾶις οὖν καταβαρουμένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρηι. καὶ ὅτι μὲν ἔν τινι κινεῖται τὰ κινούμενα καὶ ὑπό τινος, δῆλον. {10} – Ἐν κενῶι δὲ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; – Εὐφήμει, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν τῶι τῆς ὑπάρξεως λόγωι· τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται. – Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, οἷον κάδος καὶ κέραμος καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια; – Φεῦ τῆς πολλῆς πλάνης, Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα ἡγῆι κενὰ εἶναι; {11} – Πῶς λέγεις, ὦ Τρισμέγιστε; – Οὐ σῶμά ἐστιν ὁ ἀήρ; – Σῶμα. – Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; μεστὰ οὖν ἐστι πάντα, ἃ σὺ φὴις κενά, τοῦ ἀέρος· εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων, καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φὴις μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ' ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα οὖν ἃ σὺ φὴις εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξει γὰρ μεστά ἐστιν ἀέρος καὶ πνεύματος. – {12} Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. τὸν οὖν τόπον τὸν ἐν ὧι κινεῖται τὸ πᾶν, τί εἴπομεν; – Ἀσώματον, ὦ Ἀσκληπιέ. – Τὸ οὖν ἀσώματον τί ἐστι; – Νοῦς ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῶι ἑστώς, χωρητικὸς τῶν πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον πνεύματος, τὸ ἀρχέτυπον ψυχῆς. – Ὁ οὖν θεὸς τί ἐστιν; – Ὁ μηδὲ ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος καὶ πᾶσι καὶ ἑνὶ ἑκάστωι τῶν ὄντων πάντων. {13} οὐδὲ γὰρ οὐδὲν ὑπέλειπε πλέον τὸ μὴ ὄν, πάντα δέ ἐστι τὰ ἐκ τῶν ὄντων γινόμενα οὐκ ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει τοῦ μηδέποτε εἶναι. {14} †τί οὖν φὴις τοῦ μὴ εἶναί ποτε;† ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ εἶναι, οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα, οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι. ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνωι αὐτῶι προσωικειωμέναις καὶ ἄλλωι οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν κατὰ ποσονοῦν ἀγαθὸς εἶναι ἢ μόνος ὁ θεός. καὶ τοῦτό ἐστι μόνον καὶ οὐδὲν ἄλλο. τὰ δὲ ἄλλα πάντα ἀχώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως· σῶμα γάρ εἰσι καὶ ψυχή, τόπον οὐκ ἔχοντα χωρῆσαι δυνάμενον τὸ ἀγαθόν. {15} τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος ὅσον ἐστὶν ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. τοῦτό ἐστι τὸ ἀγαθόν, τοῦτό ἐστιν ὁ θεός. μὴ οὖν εἴπηις ἄλλο τι ἀγαθόν, ἐπεὶ ἀσεβεῖς, ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβεῖς. {16} λόγωι μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων. διὰ τοῦτο οὐδὲ ὁ θεὸς νοεῖται ὑπὸ πάντων, ἀλλ' ἀγνοίαι καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι· ἀναλλοτριώτατον γάρ ἐστι τοῦ θεοῦ καὶ ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες ἀθάνατοι τετιμημένοι τῆι τοῦ θεοῦ προσηγορίαι· ὁ δὲ θεὸς τὸ ἀγαθόν, οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ, τὸ ἀγαθόν, καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα. ὁ γὰρ ἀγαθὸς ἅπαντά ἐστι διδοὺς καὶ μηδὲν λαμβάνων. ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει· ὁ οὖν θεὸς ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. {17} ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρός, πάλιν διὰ τὸ ποιητικὸν πάντων· πατρὸς γὰρ τὸ ποιεῖν. διὸ καὶ μεγίστη ἐν τῶι βίωι σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὖ φρονοῦσίν ἐστιν ἡ παιδοποιΐα, καὶ μέγιστον ἀτύχημα καὶ ἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. ἡ δὲ τιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχοντος, ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ Ἡλίου. τοιγαροῦν, ὦ Ἀσκληπιέ, μηδενὶ ὄντι ἀτέκνωι συνησθῆις· τοὐναντίον δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει τιμωρία. τοσαῦτα καὶ τοιαῦτα λελέχθω, ὦ Ἀσκληπιέ, προγνωσία τις τῆς πάντων φύσεως.