BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

Κεφάλαια

 

α. Προοίμιον ἐν ὧι διώρισται τῆς πραγματείας ὁ σκοπός μετ' εὐφημίας τῆς τε αὐτοῦ τοῦ Πλάτωνος καὶ τῶν ἀπ' αὐτοῦ διαδεξαμένων τὴν φιλοσοφίαν.

β. Τίς ὁ τρόπος τῶν λόγων ἐν τῆι προκειμένηι πραγματείαι καὶ τίνα προηγεῖσθαι δεῖ τῶν ἀκροασομένων παρασκευήν.

γ. Τίς ὁ κατὰ Πλάτωνα θεολογικὸς καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνων ἄνεισιν ὑποστάσεων καὶ κατὰ τίνα τῆς ψυχῆς δύναμιν ἐνεργεῖ διαφερόντως.

δ. Τρόποι θεολογικοὶ καθ' οὓς πάντας ὁ Πλάτων διατίθησι τὴν περὶ θεῶν διδασκαλίαν.

ε. Τίνες εἰσὶν οἱ διάλογοι ἀφ' ὧν μάλιστα ληπτέον τὴν Πλάτωνος θεολογίαν καὶ τίσι τάξεσι θεῶν ἕκαστος τούτων ἡμᾶς ἐφίστησι.

ς. Ἀπάντησις πρὸς τὴν ἐκ πλειόνων διαλόγων ἄθροισιν τῆς Πλατωνικῆς θεολογίας ὡς μερικὴν καὶ κατατετεμαχισμένην ἀτιμάζουσα.

ζ. Λύσις τῆς προειρημένης ἀπαντήσεως εἰς ἕνα τὸν Παρμενίδην ἀνάγουσα τὴν ὅλην παρὰ Πλάτωνι περὶ θεῶν ἀλήθειαν.

η. Ἔκθεσις τῶν διαφόρων περὶ τοῦ Παρμενίδου δοξῶν καὶ διαίρεσις τῶν πρὸς αὐτὰς ἀπαντήσεων.

θ. Ἀντιλογία πρὸς τοὺς λογικὸν εἶναι τὸν Παρμενίδην εἰπόντας καὶ τὴν ἐν αὐτῶι πραγματείαν δι' ἐνδόξων ἐπιχειρηματικὴν ὑποτιθεμένους.

ι. Τίνα κατορθοῦσιν οἱ περὶ τῶν ἐν τοῖς οὖσιν ἀρχῶν εἶναι τὰς ὑποθέσεις τοῦ Παρμενίδου λέγοντες καὶ τίνα προσθετέον οἷς λέγουσιν ἐκ τῆς αὐτοῦ τοῦ καθηγεμόνος ἡμῶν παραδόσεως.

ια. Ἀποδείξεις πλείους περὶ τῶν τῆς δευτέρας ὑποθέσεως συμπερασμάτων καὶ τῆς κατὰ τὰς θείας τάξεις αὐτῆς διαιρέσεως.

ιβ. Σκοποὶ τῶν ὑποθέσεων τὴν πρὸς ἀλλήλας αὐτῶν συνέχειαν καὶ τὴν πρὸς τὰ πράγματα συμφωνίαν δεικνύοντες.

ιγ. Τίνας κοινοὺς κανόνας περὶ θεῶν ὁ Πλάτων ἐν Νόμοις παραδίδωσι περί τε ὑπάρξεως θεῶν καὶ περὶ προνοίας καὶ περὶ τῆς ἀτρέπτου τελειότητος.

ιδ. Πῶς κατεσκεύασται τῶν θεῶν ἡ ὕπαρξις ἐν Νόμοις καὶ διὰ ποίων μεσοτήτων ἀνέδραμεν ὁ λόγος ἐπ' αὐτοὺς τοὺς ὄντως θεούς.

ιε. Πῶς ἀποδέδεικται τῶν θεῶν ἡ πρόνοια ἐν Νόμοις καὶ τίς ὁ τρόπος τῆς προνοίας αὐτῶν ἐστὶ κατὰ Πλάτωνα.

ις. Διὰ ποίων ἐπιχειρήσεων ἐν τῆι αὐτῆι πραγματείαι δέδεικται τὸ ἀτρέπτως προνοεῖν τοὺς θεούς.

ιζ. Τίνα τὰ ἐν Πολιτείαι παραδοθέντα περὶ θεῶν ἀξιώματα καὶ τίνα ἔχει πρὸς ἄλληλα τάξιν.

ιη. Τίς ἡ ἀγαθότης τῶν θεῶν καὶ πῶς αἴτιοι λέγονται πάντων ἀγαθῶν· ἐν ὧι καὶ ὅτι τὸ κακὸν κατὰ παρυπόστασίν ἐστι κοσμούμενον καὶ αὐτὸ καὶ ταττόμενον ὑπὸ τῶν θεῶν.

ιθ. Τί τὸ ἀμετάβλητον τῶν θεῶν· ἐν ὧι λέγεται καὶ τίς ἡ αὐτάρκεια καὶ τίς ἡ ἄτρεπτος ἀπάθεια καὶ πῶς τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀκουστέον ἐπὶ τῶν θεῶν.

κ. Τίς ἡ ἁπλότης τῶν θεῶν καὶ πῶς τὸ ἁπλοῦν αὐτῶν ποικίλον ἐν τοῖς δευτέροις φαντάζεται.

κα. Τίς ἡ ἐν τοῖς θεοῖς ἀλήθεια καὶ πόθεν παρεμπίπτει τὸ ψεῦδος ἐν ταῖς εἰς τὰ δεύτερα μεθέξεσι τῶν θεῶν.

κβ. Ἀπὸ τῶν ἐν τῶι Φαίδρωι ῥηθέντων περὶ τοῦ θείου παντὸς ἀξιωμάτων ὅτι καλὸν σοφὸν ἀγαθόν ἐξεργασία τῶν περὶ τῆς ἀγαθότητος δογμάτων καὶ τῶν ἐν Φιλήβωι τοῦ ἀγαθοῦ στοιχείων ἐξέτασις.

κγ. Τίς ἡ σοφία τῶν θεῶν καὶ τίνα ἄν τις αὐτῆς στοιχεῖα λάβοι παρὰ τοῦ Πλάτωνος.

κδ. Περὶ τοῦ θείου κάλλους καὶ τῶν στοιχείων ὧν αὐτοῦ παραδίδωσιν ὁ Πλάτων.

κε. Τίς ἡ τριὰς ἡ πρὸς τὸ ἀγαθὸν καὶ τὸ σοφὸν καὶ τὸ καλὸν συνάπτουσα καὶ ποίας ἀφορμὰς ὁ Πλάτων ἡμῖν καταβέβληται τῆς περὶ αὐτὴν θεωρίας

κς. Περὶ τῶν ἐν Φαίδωνι παραδοθέντων ἀξιωμάτων τῆς ἀοράτου φύσεως· τί τὸ θεῖον τί τὸ ἀθάνατον τί τὸ νοητόν καὶ τίνα ἔχει πρὸς ἄλληλα ταῦτα τάξιν

κζ. Τί τὸ μονοειδές τί τὸ ἀδιάλυτον τί τὸ ὡσαύτως ἔχον ἐπὶ τῶν θείων ληπτέον

κη. Πῶς τὰ πατρικὰ αἴτια πῶς τὰ μητρικὰ ληπτέον ἐν τοῖς θεοῖς

κθ. Περὶ τῶν θείων ὀνομάτων καὶ τῆς ὀρθότητος αὐτῶν τῆς ἐν Κρατύλωι παραδεδομένης.