BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ι.

Τίνα κατορθοῦσιν οἱ περὶ τῶν ἐν τοῖς οὖσιν ἀρχῶν

εἶναι τὰς ὑποθέσεις τοῦ Παρμενίδου λέγοντες καὶ τίνα

προσθετέον οἷς λέγουσιν ἐκ τῆς αὐτοῦ τοῦ

καθηγεμόνος ἡμῶν παραδόσεως.

 

Πρὸς μὲν οὖν τοὺς ἑτέρους τῶν τὰς ἡμετέρας ὑποθέσεις ἀποδοκιμαζόντων ταῦτα ἱκανά· καὶ γὰρ ἂν εἰ τούτοις διαπιστοῖεν μάτην ἂν πείθειν αὐτοὺς καὶ προσβιβάζειν τῆι τῶν πραγμάτων θεωρίαι σπουδάζοιμεν. Πρὸς δὲ αὖ τοὺς τῶν ὄντων φιλοθεάμονας καὶ τῆς τῶν πρωτίστων αἰτίων ἐπιστήμης στοχαζομένους ἐν τῆι τοῦ Πλατωνικοῦ Παρμενίδου προθέσει μείζω καὶ χαλεπώτερον ὄντα μοι τὸν ἀγῶνα διὰ πλειόνων εἰ βούλει καὶ γνωριμωτέρων λόγων διαπερανώμεθα· καὶ πρῶτον διοριζώμεθα περὶ τίνος ἡμῖν ὁ πρὸς αὐτοὺς ἔσται λόγος ὃ δὴ καὶ μάλιστα νομίζω ποιήσειν καταφανῆ τὴν Πλάτωνος περὶ τῶν θείων μυσταγωγίαν. Ἐννέα τοίνυν ὑποθέσεων ὑπὸ τοῦ Παρμενίδου γεγυμνασμένων ἐν τῶι διαλόγωι τούτωι καθάπερ ἡμῖν ἐν τοῖς εἰς αὐτὸν εἰρημένοις ὑπέμνησται καὶ τῶν πέντε τῶν προηγουμένων τὸ ἓν ὑποτιθεμένων καὶ διὰ ταύτην τὴν ὑπόθεσιν τά τε ὄντα πάντα καὶ τὰς μεσότητας τῶν ὅλων καὶ τὰς ἀποπερατώσεις τῆς προόδου τῶν πραγμάτων ὑποστῆσαι δυναμένων τῶν δὲ αὖ τεττάρων τῶν ταύταις ἑπομένων μὴ εἶναι μὲν τὸ ἓν κατὰ τὴν τῆς διαλεκτικῆς μεθόδου παρακέλευσιν εἰσηγουμένων ἐκ δὲ τῆς τοῦ ἑνὸς ἀναιρέσεως ἅπαντα τὰ ὄντα καὶ ὅσα φαινομένως ἐστὶν ἐκποδὼν γινόμενα κατὰ τὴν ὑπόθεσιν ταύτην διελέγχειν προθεμένων καὶ τῶν μὲν δηλαδὴ πάντα κατὰ λόγον συμπεραινόντων τῶν δὲ τὰ τῶν ἀδυνάτων εἰ χρὴ φάναι παντελῶς ἀδυνατώτερα προφερομένων ὃ καὶ τῶν πρὸ ἡμῶν τινές οἶμαι συνεῖδον ἐν ταῖς ὑποθέσεσι ταύταις συμβαίνειν ἀναγκαῖον ὄν ὡς καὶ τοῦτο διαίτης ἐν τοῖς εἰς τὸν διάλογον τοῦτον γεγραμμένοις ἠξίωται περὶ μὲν οὖν τῆς πρωτίστης τῶν ὑποθέσεων ἅπαντες σχεδὸν συμπεφωνήκασιν ἀλλήλοις καὶ τῆς ὑπερουσίου τῶν ὅλων ἀρχῆς διὰ ταύτης ἀξιοῦσι τὸν Πλάτωνα τῆς ὑποθέσεως τὸ ἄρρητον καὶ ἄγνωστον καὶ παντὸς ἐπέκεινα τοῦ ὄντος ἀνυμνεῖν. Περὶ δὲ τῆς μετὰ ταύτην οὐ τὸν αὐτὸν τρόπον ἅπαντες ἀναδιδάσκουσιν. Ἀλλ' οἱ μὲν παλαιοὶ καὶ τῆς Πλωτίνου φιλοσοφίας μετασχόντες τὴν νοερὰν φύσιν ἐνταῦθα πεφηνέναι λέγουσιν ἀπὸ τῆς ὑπερουσίου τῶν ὄντων ἀρχῆς ὑφισταμένην καὶ πάνθ' ὅσα διὰ ταύτης συμπεράσματα προτείνεται τῆι τοῦ νοῦ μιᾶι καὶ παντελεῖ δυνάμει συναρμόζειν ἐπιχειροῦσιν· ὁ δὲ δὴ τῆς περὶ θεῶν ἡμῖν ἀληθείας καθηγεμὼν καὶ τοῦ Πλάτωνος ἵνα καθ' Ὅμηρον εἴπωμεν ὀαριστὴς τὸ τῆς θεωρίας τῶν παλαιοτέρων ἀόριστον εἰς ὅρον μεταστήσας καὶ τὸ συγκεχυμένον τῶν διαφόρων τάξεων εἰς διάκρισιν νοερὰν περιαγαγών ἐν ταῖς ἀγράφοις συνουσίαις κἀν ταῖς περὶ τούτων πραγματείαις παρεκελεύετο τὴν τῶν συμπερασμάτων διαίρεσιν κατ' ἄρθρον λαμβάνοντας ἐπὶ τοὺς θείους διακόσμους ἀναφέρειν καὶ τὰ μὲν πρώτιστα καὶ ἁπλούστατα τῶν δεικνυμένων τοῖς πρωτίστοις ἐφαρμόζειν τῶν ὄντων τὰ δὲ μέσα τοῖς μέσοις ὥσπερ δὴ καὶ ἔλαχε τὴν ἐν τοῖς οὖσι τάξιν τὰ δὲ ἔσχατα καὶ πολυειδῆ τοῖς ἐσχάτοις. Οὐ γάρ ἐστιν ἡ τοῦ ὄντος φύσις μία καὶ ἁπλῆ καὶ ἀδιαίρετος· ἀλλ' ὥσπερ ἐν τοῖς αἰσθητοῖς εἷς μὲν ὁ μέγας οὗτος οὐρανός περιέχει δὲ πλῆθος ἐν ἑαυτῶι σωμάτων καὶ συνεκτικὴ μὲν τοῦ πλήθους ἡ μονάς ἐν δὲ τῶι πλήθει τάξις ἐστὶ τῆς προόδου καὶ τὰ μὲν πρῶτα τὰ δὲ μέσα τὰ δὲ ἔσχατα τῶν αἰσθητῶν καὶ πρὸ τούτων ἐν ταῖς ψυχαῖς ἀπὸ τῆς μιᾶς τὸ πλῆθος ὑπέστη τῶν ψυχῶν καὶ τούτων αἱ μὲν ἐν ἐγγυτέρω τῆς ἑαυτῶν ὁλότητος αἱ δὲ πορρωτέρω ἐτάχθησαν αἱ δὲ καὶ τὴν μεσότητα τῶν ἄκρων συμπεπληρώκασιν οὕτως ἀνάγκη δήπου καὶ τῶν ὄντως ὄντων τὰ μὲν ἑνοειδῆ καὶ κρύφια τῶν γενῶν ἐνιδρῦσθαι τῆι μιᾶι καὶ πρωτίστηι τῶν ὅλων αἰτίαι τὰ δὲ εἰς τὸ πᾶν προεληλυθέναι πλῆθος καὶ τὸν ὅλον ἀριθμόν τὰ δὲ τὸν σύνδεςμον αὐτῶν ἐν μέσωι κατέχειν καὶ μήτε τὰς τῶν πρώτων ἰδιότητας ἐφαρμόζειν τοῖς δευτέροις μήτε τὰς τῶν ὑφειμένων τοῖς ἑνικωτέροις ἀλλὰ τῶν μὲν ἄλλας εἶναι τῶν δὲ ἄλλας δυνάμεις καὶ τάξιν ἐν τῆι προόδωι ταύτηι καὶ τῶν δευτέρων ἀπὸ τῶν πρώτων ἔκφανσιν. Ἵν' οὖν συνελόντες εἴπωμεν τὸ ἓν ὂν πρόεισι μὲν ἀπὸ τῆς ἑνάδος τῆς πρὸ τῶν ὄντων πᾶν δὲ τὸ θεῖον γένος ἀπογεννᾶι τό τε νοητὸν καὶ τὸ νοερὸν καὶ τὸ ὑπερουράνιον καὶ τὸ μέχρι τῶν ἐγκοσμίων προεληλυθός· καὶ δεῖ καὶ τῶν συμπερασμάτων ἕκαστον ἰδιότητος εἶναι θείας γνωριστικόν. Εἰ δὲ καὶ πάντα πάσαις ἐφαρμόζει ταῖς τοῦ ἑνὸς ὄντος προόδοις ἀλλ' οὐδὲν οἶμαι θαυμαστὸν καὶ τὰ μὲν ἄλλαις τὰ δὲ ἄλλαις ὑποθέσεσι μᾶλλον προσήκειν. Τὰ μὲν γὰρ ἴδιά τινων διακόσμων οὐκ ἐξ ἀνάγκης ὑπάρχει πᾶσι τοῖς θεοῖς τὰ δὲ αὖ πᾶσιν ὑπάρχοντα πολλῶι δήπου μᾶλλον ἑκάστοις πάρεστιν. Εἰ μὲν οὖν ἐπεισοδιώδη τῶι Πλάτωνι τὴν τῶν θείων τάξεων διαίρεσιν παρεισήγομεν καὶ μὴ σαφῶς αὐτὸν ἐπεδείκνυμεν κἀν τοῖς ἄλλοις διαλόγοις ἄνωθεν ἄχρι τῶν ἐσχάτων ὑμνήσαντα τὰς τῶν θεῶν προόδους ὁτὲ μὲν ἐν μυθικοῖς πλάσμασιν ὁτὲ δὲ ἐν ἄλλοις θεολογικοῖς τρόποις ἀτόπως ἂν αὐτῶι τὴν τοιαύτην τοῦ τε ὄντος καὶ μετὰ τούτου τῆς τοῦ ἑνὸς προόδου τὴν διαίρεσιν ἀνετίθεμεν· εἰ δὲ ἐκ τῶν ἄλλων διαλόγων ἐπιδείκνυμεν αὐτόν ὡς ἔσται προελθοῦσιν ἡμῖν καταφανές ἁπάσας τὰς τῶν θεῶν βασιλείας ὑμνήσαντα κατὰ τρόπον πῶς οὐκ ἀδύνατον ἐν τῆι τῶν πραγματειῶν ἐποπτικωτάτηι τὴν μὲν τοῦ ἑνὸς ἐξηιρημένην αὐτὸν παραδιδόναι διὰ τῆς πρώτης ὑποθέσεως πρὸς ἅπαντα τὰ γένη τῶν ὄντων ὑπεροχὴν καὶ τὸ ὂν αὐτὸ καὶ τὴν ψυχικὴν οὐσίαν καὶ τὸ εἶδος εἰ τύχοι καὶ τὴν ὕλην ὑπὲρ δὲ τῶν θείων προόδων καὶ τῆς ἐν τάξει διακρίσεως αὐτῶν μηδένα πεποιῆσθαι λόγον; Εἴτε γὰρ τὰ ἔσχατα μόνον ἔδει θεωρεῖν πῶς τῆς πρωτίστης ἀρχῆς πρὸ τῶν ἄλλων ἐφηπτόμεθα; Εἴτε τῶν οἰκείων ὑποθέσεων τὸ πλῆθος ἐκφαίνειν ἠξιοῦμεν τὸ δὲ τῶν θεῶν γένος καὶ τὰς ἐν αὐτῶι διαιρέσεις παρελιμπάνομεν; Εἴτε πάσας τὰς ἀπὸ τοῦ πρώτου μέχρι τῆς ἐσχάτης ὑποβάσεως φύσεις πῶς τὰς ὅλας διακοσμήσεις τῶν θείων μέσας ὑφεστώσας τοῦ τε ἑνὸς καὶ τῶν ὁπωσοῦν ἐκθεουμένων ἀγνώστους ἀφίεμεν; Ἅπαντα γὰρ ταῦτα τὴν ὅλην πραγματείαν ἐλλείπουσαν κατὰ τὴν περὶ τῶν θείων ἐπιστήμην ἀποδείκνυσι. Καὶ μὴν καὶ ὁ ἐν Φιλήβωι Σωκράτης παρακελεύεται τοῖς τῶν ὄντων φιλοθεάμοσι τῆι διαιρετικῆι μεθόδωι τάς τε μονάδας ἀεὶ τῶν ὅλων διακόσμων ἐπιζητεῖν καὶ τὰς ἀπ' αὐτῶν προϊούσας δυάδας ἢ τριάδας ἢ ἄλλους οὑστινασοῦν ἀριθμούς. Εἰ δὲ τοῦτο ὀρθῶς παρείληπται δεῖ δήπου καὶ τὸν Παρμενίδην τῆι συμπάσηι διαλεκτικῆι χρώμενον καὶ περὶ τοῦ ἑνὸς ὄντος διαλεγόμενον μήτε τὸ πλῆθος πρὸ τοῦ ἑνὸς ἐπισκοπεῖν μήτε μένειν ἐπὶ τῆς μιᾶς τῶν ὄντων μονάδος μηδ' ὅλως τῶι ἑνὶ τῶι πάντων ἐπέκεινα τῶν ὄντων τὸ σύμπαν εὐθὺς πλῆθος προσφέρειν τοῦ ἑνὸς ὄντος ἀλλὰ πρῶτα μὲν ἐκφαίνειν τὰ κρυφίως ὄντα καὶ τῶι ἑνὶ συγγενέστατα μέσα δὲ τὰ κατὰ τὴν πρόοδον τῶν θεῶν γένη τῶν μὲν ἄκρως ἡνωμένων διηιρημένα μᾶλλον τῶν δὲ ἐπὶ πᾶν προεληλυθότων τελεωτέραν ἕνωσιν λαχόντα τελευταῖα δὲ τὰ κατὰ τὴν ἐσχάτην διαίρεσιν τῶν δυνάμεων ὑφεστηκότα καὶ αὐτὴν ἤδη μετὰ τούτων τὴν ἐκθεουμένην οὐσίαν. Εἰ τοίνυν ἡ πρώτη τῶν ὑποθέσεων περὶ τοῦ ἑνός ἐστιν ὃ παντὸς ἐπέκεινα πλήθους ὁ λόγος ἀπέφηνε δεῖ δήπου τὴν μετὰ ταύτην μὴ τὸ ὂν ἀδιορίστως οὕτω καὶ ἀδιακρίτως ἐκφαίνειν ἀλλὰ πάσας τὰς διακοσμήσεις τῶν ὄντων. Τὸ γὰρ ὅλον πλῆθος ὁμοῦ τῶι ἑνὶ προσφέρειν ὁ τῆς διαιρετικῆς τρόπος ἀποδοκιμάζει καθάπερ ἡμᾶς ὁ ἐν τῶι Φιλήβωι Σωκράτης ἐδίδαξεν. Ἔτι τοίνυν κἀκ τοῦ τρόπου τῶν ἀποδείξεων τὸ αὐτὸ καταδησώμεθα. Τὰ μὲν γὰρ πρῶτα τῶν συμπερασμάτων δι' ἐλαχίστων ὡς οἷόν τε καὶ ἁπλουστάτων καὶ γνωριμωτάτων καὶ οἷον κοινῶν ἐννοιῶν εὐθὺς κατάδηλα γίνεται τὰ δὲ τούτων ἐφεξῆς διὰ πλειόνων καὶ ποικιλωτέρων τὰ δὲ ἔσχατα παντελῶς ἐστὶ συνθετώτατα· χρῆται γὰρ ἀεὶ τοῖς πρώτοις συμπεράσμασιν εἰς τὰς τῶν ἐχομένων ἀποδείξεις καὶ τῆς ἐν γεωμετρίαι τάξεως ἢ τοῖς ἄλλοις μαθήμασι παράδειγμα προτείνει νοερὸν τὴν τῶν συμπερασμάτων τούτων πρὸς ἄλληλα συνάρτησιν. Εἰ τοίνυν οἱ λόγοι τῶν πραγμάτων εἰκόνα φέρουσιν ὧν εἰσὶν ἐξηγηταὶ καὶ ὡς ἔχουσιν αἱ ἀπὸ τῶν ἀποδείξεων ἀνελίξεις οὕτως ἀνάγκη καὶ τὰ δεικνύμενα τάξεως ἔχειν ἀναγκαῖον οἶμαι τὰ μὲν δι' ἁπλουστάτων ἀρχόμενα πάντως ἀρχοειδέστατα καὶ τῶι ἑνὶ συνηνωμένα τετάχθαι τὰ δὲ ἀεὶ πληθυόμενα καὶ ποικίλων ἀποδείξεων ἠρτημένα πορρώτερον προεληλυθέναι τῆς τοῦ ἑνὸς ἀποστάσεως εἰ θέμις εἰπεῖν. Οἷς μὲν γὰρ ἂν ὑπάρχηι τὰ δεύτερα συμπεράσματα τούτοις ἀνάγκη καὶ τὰ πρὸ αὐτῶν ὑπάρχειν· οἷς δ' ἂν τὰ πρωτουργὰ καὶ αὐτοφυῆ καὶ ἁπλᾶ τούτοις οὐκ ἀνάγκη καὶ τὰ συνθετώτερα παρεῖναι καὶ διὰ πλειόνων δεικνύμενα καὶ ὄντα πορρωτέρω τῆς τῶν ὄντων ἀρχῆς. Ἔοικεν ἄρα τὰ μὲν θειοτέρων εἶναι τάξεων ἐκφαντικὰ τὰ δὲ καταδεεστέρων καὶ τὰ μὲν ἑνικωτέρων τὰ δὲ ἤδη πληθυομένων καὶ τὰ μὲν μονοειδεστέρων τὰ δὲ πολυειδεστέρων. Αἱ γὰρ ἀποδείξεις ἐκ τῶν αἰτίων εἰσὶ καὶ τῶν πρώτων ἑκασταχοῦ. Εἰ τοίνυν τὰ πρότερα συμπεράσματα τῶν δευτέρων αἴτια τάξις ἐστὶν αἰτίων καὶ αἰτιατῶν ἐν τῶι πλήθει τῶν συμπερασμάτων καὶ πάντα συγχεῖν καὶ ἀδιορίστως ἐν ἑνὶ θεωρεῖν οὔτε τῆι φύσει τῶν πραγμάτων οὔτε τῆι τοῦ Πλάτωνος ἐπιστήμηι προσήκει.